§7.59.5αὐτῶν ἔφερον.
(彼らより前の人々とは等しくない武装を)彼らは携えていた。
οἱ δὲ μετὰ τούτους καλούμενοι τίμημά τʼ οὐσίας ἔλαττον εἶχον καὶ τάξιν ἐν πολέμῳ τὴν ἀσφαλεστέραν ἐλάμβανον καὶ ὁπλισμὸν εὐσταλέστερον εἶχον·
彼らの次に召集される人々は、財産評価額がより低く、戦争においてはより安全な配置につき、より身軽な武装を持っていた。
διῄρηντο δʼ εἰς εἴκοσι καὶ οὗτοι λόχους·
彼らもまた20の百人隊に分割されていた。
συνετάττοντο δὲ καὶ τούτοις δύο λόχοι βυκανιστῶν καὶ σαλπιστῶν.
また、彼らには角笛手と喇叭手の2つの百人隊が並んで配置されていた。
πέμπτη δʼ ἐκαλεῖτο συμμορία τῶν ὀλίγου πάνυ τετιμημένων ἀργυρίου, ὅπλα δʼ ἦν αὐτῶν σαυνία καὶ σφενδόναι·
第五の階級と呼ばれたのは、極めて少額の貨幣を評価額とする人々であり、彼らの武器は投げ槍と石投げ紐であった。
οὗτοι τάξιν οὐκ εἶχον ἐν φάλαγγι, ἀλλὰ ψιλοὶ καὶ κοῦφοι συνεστρατεύοντο τοῖς ὁπλίταις εἰς τριάκοντα λόχους διῃρημένοι.
彼らはファランクスの中に配置を持たず、軽装兵かつ身軽な兵として、30の百人隊に分割されて重装歩兵たちとともに出征した。
§7.59.6οἱ δʼ ἀπορώτατοι τῶν πολιτῶν οὐκ ἐλάττους τῶν ἄλλων ἁπάντων ὄντες ἔσχατοι τὴν ψῆφον ἀνελάμβανον, ἕνα μόνον ἔχοντες λόχον·
市民たちの中で最も困窮している人々は、他のすべての市民を合わせた数に劣らないにもかかわらず、わずか1つの百人隊しか持たず、最後に投票用紙を受け取った。
οὗτοι στρατειῶν τʼ ἦσαν ἐλεύθεροι τῶν ἐκ καταλόγου καὶ εἰσφορῶν τῶν κατὰ τιμήματα γινομένων ἀτελεῖς καὶ διʼ §7.59.7ἄμφω ταῦτʼ ἐν ταῖς ψηφοφορίαις ἀτιμότατοι.
彼らは徴兵名簿による軍事活動から免除されており、財産評価額に応じて課される税金も免除されており、これら双方の理由によって、投票においては最も重みのない立場にあった。
εἰ μὲν οὖν ἐπὶ τῶν πρώτων λόχων, οὓς οἵ θʼ ἱππεῖς ἐξεπλήρουν καὶ τῶν πεζῶν οἱ τὴν πρώτην τάξιν ἐν τοῖς πολέμοις λαμβάνοντες, ταὐτὸ φρονήσαιεν ἑπτὰ καὶ ἐνενήκοντα λόχοι, τέλος εἶχεν ἡ ψηφοφορία, καὶ οὐκέτι τοῖς λοιποῖς ἓξ καὶ ἐνενήκοντα λόχοις ἀνεδίδοτο ἡ ψῆφος·
さて、もし、騎兵たちが満たしていた百人隊と、歩兵たちのうち戦争において第一列の配置につく人々からなる最初の百人隊において、97の百人隊が同じ意見であるならば、投票は終了し、残りの96の百人隊にはもはや投票権は与えられなかった。
εἰ δὲ μὴ τοῦτο γένοιτο, ἡ δευτέρα συμμορία τῶν δύο καὶ εἴκοσι λόχων ἐκαλεῖτο, καὶ ἡ τρίτη·
もしそうならなければ、22の百人隊からなる第二の階級が召集され、さらに第三の階級が召集された。
καὶ τοῦτο συνέβαινεν, ἕως οὗ ταὐτὸ φρονήσωσιν ἑπτὰ καὶ ἐνενήκοντα λόχοι.
そしてこのことは、97の百人隊が同じ意見になるまで続けられた。
§7.59.8καὶ τὰ μὲν πολλὰ τῶν ἀγωνισμάτων ἐπὶ τῶν πρώτων κλήσεων τέλος ἐλάμβανεν, ὥστε μηδὲν ἔτι δεῖν τῶν ἐσχάτων.
そして、大抵の争いごとは最初の召集において決着がつき、最後の者たちはもはや必要とされなかった。
σπανίως δέ που πρᾶγμα οὕτως ἐνδοιαζόμενον ἐνέπιπτεν, ὥστε μέχρι τῆς ἐσχάτης ψήφου τῆς τῶν ἀπορωτάτων προελθεῖν·
しかし、まれに、事態が非常に不確実になり、最も困窮した人々の最後の票にまで進むことがあった。
καὶ ἦν ὥσπερ τέρας τοῦτο σχισθέντων δίχα τῶν προτέρων δύο καὶ ἐνενήκοντα καὶ ἑκατὸν λόχων τὴν τελευταίαν ψῆφον ἐπενεχθεῖσαν ἐκείναις αἰτίαν γενέσθαι τῆς ἐπὶ θάτερα ῥοπῆς.
そして、それ以前の192の百人隊が真っ二つに分かれ、最後に投じられた票が一方の側への決定的な傾きをもたらす原因となることは、まるで奇跡のようなことであった。
§7.59.9οἱ μὲν οὖν συναγωνιζόμενοι Μαρκίῳ ταύτην ἠξίουν καλεῖν τὴν ἀπὸ τῶν τιμημάτων ἐκκλησίαν ὑπολαμβάνοντες τάχα μὲν ἐπὶ τῆς πρώτης κλήσεως ὑπὸ τῶν ὀκτὼ καὶ ἐνενήκοντα λόχων ἀπολυθήσεσθαι τὸν ἄνδρα, εἰ δὲ μή γʼ ὑπὸ τῆς δευτέρας ἢ τρίτης.
そこで、マルキウスのために共に戦う者たちは、この財産評価額に基づく民会を召集することを要求した。 彼らは、恐らく第一の召集において98の百人隊によってその男が釈放されるか、あるいはそうでなくとも第二か第三の召集によって釈放されるだろうと考えていたからである。
οἱ δὲ δήμαρχοι ταῦθʼ ὑφορώμενοι καὶ αὐτοὶ τὴν φυλετικὴν ἐκκλησίαν ᾤοντο δεῖν συνάγειν καὶ τοῦ ἀγῶνος ἐκείνην ποιῆσαι κυρίαν, ἵνα μήθʼ οἱ πένητες τῶν πλουσίων μειονεκτῶσι μήθʼ οἱ ψιλοὶ τῶν ὁπλιτῶν ἀτιμοτέραν χώραν ἔχωσι, μήτʼ ἀπερριμμένον εἰς τὰς ἐσχάτας κλήσεις τὸ δημοτικὸν πλῆθος ἀποκλείηται τῶν ἴσων, ἰσόψηφοι δὲ καὶ ὁμότιμοι πάντες ἀλλήλοις γενόμενοι μιᾷ κλήσει τὴν ψῆφον ἐπενέγκωσι κατὰ φυλάς.
他方、護民官たちはこれを警戒し、自らも部族民会を召集し、それを今回の裁判の決定権を持つものとすべきだと考えていた。 それは、貧しい者が富める者に対して不利な立場に置かれることもなく、軽装兵が重装歩兵よりも軽んじられた地位に置かれることもなく、また、最後の召集へと追いやられた平民の群衆が対等な権利から排除されることもなく、すべての者が互いに一票の価値を等しくし、名誉を同じくして、一度の召集で部族ごとに投票を行うためであった。
§7.59.10καὶ ἐδόκουν δικαιότερα οὗτοι τῶν ἑτέρων ἀξιοῦν δημοτικὸν οἰόμενοι δεῖν, ἀλλʼ οὐκ ὀλιγαρχικὸν εἶναι τὸ τοῦ δήμου δικαστήριον, καὶ τὴν περὶ τῶν ἀδικούντων τὸ κοινὸν διάγνωσιν ἁπάντων εἶναι κοινήν.
そして彼らは相手側よりも公正な要求をしていると思われた。 なぜなら彼らは、民衆の裁判所は民主的であるべきで、寡頭制的であってはならず、公衆に対して罪を犯した者に関する判決は、すべての者にとって共通のものであるべきだと考えていたからである。