Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §7.55.1-7.55.6

マニウス・ウァレリウスによる混合政体の利点の主張

557 / 962 箇所 · ギリシア語

要旨

ウァレリウスは元老院が自身の和解案に心を動かされているのを見て、混合政体の利点を説く。彼は、君主制、寡頭制、民主制のそれぞれが単独では不法に陥りやすい一方で、それらが適度に変調・融合されることで互いに監視・抑制し合い、政体の安定がもたらされると論じる。

§7.55.1διεξιὼν δὲ ταῦτα μετὰ πολλῶν δακρύων οὐ προσποιητῶν καὶ πεπλασμένων, ἀλλʼ ἀληθινῶν, ἀνὴρ ἡλικίας τε καὶ ἀρετῆς ἀξιώσει προὔχων, ὡς ἔμαθε κινούμενον ἐπὶ τοῖς λεγομένοις τὸ συνέδριον, ἐκ τοῦ τεθαρρηκότος ἤδη τὸ λοιπὸν ἐξύφαινε τῶν λόγων·
そして、これらを、作り物でも偽りのものでもない本物の、多くの涙とともに語りながら、年齢においても徳の評判においても抜きん出た人物は、元老院がその語られていることに心を動かされていることを知ると、今や自信を得た状態から、残りの演説を織り上げていった。
εἰ δέ τινες ὑμῶν, ὦ βουλευταί, λέγων, ταράττονται δοκοῦντες ἔθος εἰσάγειν πονηρὸν εἰς τὴν πόλιν, ἐὰν τῷ δήμῳ συγχωρήσητε ψῆφον ἐπιφέρειν κατὰ τῶν πατρικίων, καὶ ἐπʼ οὐδενὶ ἀγαθῷ νομίζουσι τὴν τῶν δημάρχων ἐξουσίαν πολλὴν ἰσχὺν λαβοῦσαν γενήσεσθαι, μαθέτωσαν ἁμαρτάνοντες τῆς δόξης καὶ τἀναντία ἢ §7.55.2προσῆκεν ὑπειληφότες.
「もし、元老院議員諸君、あなた方のうちの何人かが、平民に貴族に対する投票を行うことを許すなら城邦に悪しき習慣を導入することになると考えて動揺しており、護民官の権力が強大な力を得て、いかなる善いことももたらさないと信じているならば、彼らはその判断において誤っており、当然考えるべきこととは正反対のことを考えているのだということを知るがよい。
εἰ γάρ τι καὶ ἄλλο σωτηρίας αἴτιον ἔσται τῇ πόλει τῇδε καὶ τοῦ μηδέποτε τὴν ἐλευθερίαν μηδὲ τὴν ἰσχὺν ἀφαιρεθῆναι, ὁμονοοῦσαν δʼ ἀεὶ καὶ μιᾷ γνώμῃ περὶ πάντων χρωμένην διατελεῖν, ὁ δῆμος αἰτιώτατος ἔσται συμπαραληφθεὶς ἐπὶ τὰ πράγματα·
というのも、もしこの城邦の救済、そして自由も力も決して奪われることなく、常に協調しすべてのことについて一つの意志を用い続けることの原因となるものが他に何かあるとするなら、国政に共同で関与させられた平民こそが最もその原因となるであろうからである。
καὶ τὸ μὴ μίαν εἶναι τὴν διοικοῦσαν τὰ κοινὰ πολιτείαν ἄκρατον μήτε μοναρχίαν μήτʼ ὀλιγαρχίαν μήτε δημοκρατίαν, ἀλλὰ τὴν μικτὴν ἐξ ἁπασῶν τούτων κατάστασιν, τοῦτο ὑπὲρ ἅπαντα ἡμᾶς ὠφελήσει.
そして、公共の事柄を管理する政体が、君主制であれ、寡頭制であれ、民主制であれ、単一の混じりけのないものではなく、これらすべてからなる混合された体制であるということが、何よりも我々を益するであろう。
§7.55.3ῥᾷστα γὰρ εἰς ὕβρεις ἀποσκήπτει καὶ παρανομίας τούτων ἕκαστον τῶν πολιτευμάτων αὐτὸ καθʼ ἑαυτὸ γινόμενον, ὅταν δʼ ἀνακερασθῇ πάντα μετρίως, τὸ παρακινοῦν μέρος αἰεὶ καὶ ἐκβαῖνον ἐκ τοῦ συνήθους κόσμου ὑπὸ τοῦ σωφρονοῦντος καὶ μένοντος ἐν τοῖς ἰδίοις ἤθεσι κατείργεται.
なぜなら、これらの政体の各々は、それ自体単独で存在するとき、最も容易に放縦と不法へと堕するが、すべてが適度に混ぜ合わされるとき、常に逸脱し通常の秩序から外れようとする部分は、分別を持ち、自らの本来の道徳に留まっている部分によって抑えられるからである。
μοναρχία μὲν ὠμὴ καὶ αὐθάδης γενηθεῖσα καὶ τυραννικὰ διώκειν ἀρξαμένη ζηλώματα ὑπʼ ἀνδρῶν ὀλίγων καὶ ἀγαθῶν καταλύεται.
君主制は、残虐かつ不遜になり、僭主的な追求をし始めると、少数の優れた男たちによって打倒される。
§7.55.4ὀλιγαρχία δʼ ἐκ τῶν ἀρίστων ἀνδρῶν συνεστηκυῖα, ᾗ χρῆσθε καὶ ὑμεῖς νυνί, ὅταν πλούτῳ καὶ ἑταιρίαις ἐπαρθεῖσα δικαιοσύνης καὶ τῆς ἄλλης ἀρετῆς μηθένα ποιῆται λόγον, ὑπὸ δήμου φρονίμου καταλύεται.
最善の男たちから構成される寡頭制――あなた方が今用いているのもこれであるが――は、富と徒党によって高慢になり、正義やその他の徳を一切顧みなくなるとき、賢明な平民によって打倒される。
δῆμος δὲ σωφρονῶν καὶ κατὰ νόμους πολιτευόμενος ὅταν ἀκοσμεῖν ἄρξηται καὶ παρανομεῖν ὑπὸ τοῦ κρατίστου ἀνδρὸς βίᾳ καταληφθεὶς δικαιοῦται.
また、分別があり法に従って国を治めている平民が、秩序を乱し法に背き始めるとき、最も優れた一人の男によって力によって制圧され、正される。
§7.55.5ὑμῖν δʼ, ὦ βουλή, μονάρχου μὲν ἐξουσίας, ἵνα μὴ τυραννὶς γένηται, τὰ δυνατὰ εὕρηται βοηθήματα.
元老院よ、あなた方には、君主の権力が僭主制とならないよう、可能な限りの救済策が見出されている。
δύο τε γὰρ ἀνθʼ ἑνὸς ἀποδείξαντες τῆς πόλεως κυρίους καὶ τούτοις οὐκ ἀόριστον χρόνον ἐπιτρέψαντες ἔχειν τὴν ἀρχήν, ἀλλʼ ἐνιαύσιον οὐδὲν ἧττον ἀποδείκνυτε φύλακας αὐτῶν τριακοσίους ἄνδρας ἐκ τῶν πατρικίων τοὺς κρατίστους τε καὶ πρεσβυτάτους, ἐξ ὧν ἥδε ἡ βουλὴ συνέστηκεν·
というのも、一人の代わりに二人の城邦の支配者を任命し、彼らに無期限にではなく一年の任期で支配権を委ねながらも、それにもかかわらず、彼らの監視者として、貴族の中から最も優れ、最も年長である三百人の男たちを任命しているからである。 この三百人から、この元老院が構成されているのである。
ὑμῶν δʼ αὐτῶν, ἵνα μένητε ἐν τῷ προσήκοντι κόσμῳ, φυλακὴν οὐδεμίαν ἄχρι τοῦδε φαίνεσθε πεποιημένοι.
しかし、あなた方自身がふさわしい秩序に留まるための監視手段を、あなた方はこれまでのところ何一つ作っていないように見える。
§7.55.6καὶ περὶ μὲν ὑμῶν οὔπω ἔδεισα, μὴ διαφθαρῆτε τὰς διανοίας ὑπό τε μεγέθους καὶ πλήθους ἀγαθῶν, οἳ τυραννίδος τε πολυχρονίου ἠλευθερώκατε τὴν πόλιν ἔναγχος καὶ οὔπω σχολὴν ἐσχήκατε ὑβρίζειν καὶ τρυφᾶν διά τοὺς συνεχεῖς καὶ μακροὺς πολέμους·
そして、あなた方については、富の巨大さと豊富さによってその精神が堕落させられるのではないかということを、私はまだ恐れてはいない。 あなた方は、つい最近、城邦を長きにわたる僭主制から解放したばかりであり、絶え間なく続く長い戦争のために、傲慢になり贅沢に耽る暇がまだなかったからである。
περὶ δὲ τῶν μεθʼ ὑμᾶς ἐσομένων ἐνθυμούμενος ὅσας ὁ μακρὸς αἰὼν φέρει μεταβολὰς δέδοικα, μή τι παρακινήσαντες οἱ δυνατοὶ οἱ ἐκ τοῦ συνεδρίου λάθωσιν εἰς μοναρχίαν τὸ πολίτευμα περιστήσαντες τυραννικήν.
しかし、あなた方の後に続く者たちについて、長い歳月がもたらすいかに多くの変化かを考慮するとき、私は、元老院の有力者たちが何かを不当に動かし、気付かぬうちに政体を僭主的な君主制へと変えてしまうのではないかと恐れている。 」

語釈・文法注

  1. 1439μαθέτωσαν ἁμαρτάνοντες τῆς δόξης — 動詞 μαθέτωσαν(μανθάνω の三人称複数命令法)に、補語的分詞 ἁμαρτάνοντες が伴う構文。「彼らが誤っていることを知るがよい」の意。ἁμαρτάνω は「〜から的を外れる、〜を誤る」の意味で属格を支配するため、τῆς δόξης(意見、判断)が属格になっている。
  2. 1440τοῦ μηδέποτε τὴν ἐλευθερίαν μηδὲ τὴν ἰσχὺν ἀφαιρεθῆναι, ὁμονοοῦσαν δʼ ἀεὶ καὶ μιᾷ γνώμῃ περὶ πάντων χρωμένην διατελεῖν — 冠詞付き不定詞の属格 τοῦ に、二つの不定詞 ἀφαιρεθῆναι(受動)と διατελεῖν(能動)が結びついている。これらは、前節の σωτηρίας(救済)と並列されて αἴτιον(原因)を修飾する説明的属格(同格)。分詞の女性対格形 ὁμονοοῦσαν と χρωμένην は、暗黙の対格主語である τὴν πόλιν(城邦)を修飾している。
  3. p.v.3p.87ὑμῖν δʼ, ὦ βουλή, μονάρχου μὲν ἐξουσίας, ἵνα μὴ τυραννὶς γένηται, τὰ δυνατὰ εὕρηται βοηθήματα. — ὑμῖν は行為者の与格(dative of agent)であり、完了受動態の動詞 εὕρηται とともに用いられ、「あなた方によって見出されている」の意。属格の μονάρχου ... ἐξουσίας は、名詞 βοηθήματα(救済策、防衛手段)に係る客観属格(「君主の権力に対する防衛策」)。
  4. 1442λάθωσιν εἰς μοναρχίαν τὸ πολίτευμα περιστήσαντες — 動詞 λανθάνω(ここでは接続法 aorist 3複 λάθωσιν)に分詞(περιστήσαντες)が伴うことで、「〜に気づかれずに(知らぬ間に)〜する」という慣用表現を構成している。主節の δέδοικα μή(〜ではないかと恐れる)に導かれているため、接続法になっている。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §7.55.1-7.55.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:7.55.1-7.55.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。