Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §7.54.1-7.54.6

マニウス・ウァレリウスによる和解と裁判受諾の訴え

556 / 962 箇所 · ギリシア語

要旨

マニウス・ウァレリウスが登壇し、内和を重んじる演説を行う。彼は、平民に裁判権を与えれば結果的に穏健な裁きになること、そしてマルキオス自身も身を低くして裁判に応じるべきであることを熱弁する。

§7.54.1ταῦτα μὲν Ἄππιος εἶπεν.
アッピオスはこのように語った。
Μάνιος δὲ Οὐαλέριος ὁ δημοτικώτατος τῶν ἐκ τοῦ συνεδρίου καὶ περὶ τὰς διαλλαγὰς πλείστην ἀποδειξάμενος προθυμίαν φανερῶς καὶ τότε τῷ δήμῳ συνελάμβανε καὶ λόγον διεξῆλθε μετὰ πολλῆς συγκείμενον φροντίδος, ἐπιτιμῶν μὲν τοῖς οὐκ ἐῶσι μίαν εἶναι τὴν πόλιν, ἀλλὰ διαιροῦσι τὸ δημοτικὸν ἀπὸ τῶν πατρικίων καὶ διὰ μικρὰς προφάσεις πολέμους ἀναζωπυροῦσιν ἐμφυλίους·
元老院の中で最も平民に好意的であり、和解のために最大の熱意を示していたマニウス・ウァレリウスは、その時も明らかに平民を助けており、細心の注意を払って構成された演説を行った。
ἐπαινῶν δὲ τοὺς ἓν τὸ συμφέρον καὶ κοινὸν ἡγουμένους καὶ πάντʼ ἐλάττω τῆς ὁμονοίας τιθεμένους, διδάσκων, ὡς, εἰ γένοιτο τῆς δίκης ὁ δῆμος, ὥσπερ ἀξιοῖ, κύριος, καὶ ταύτην παρὰ τοῦ συνεδρίου τὴν χάριν ἑκόντος λάβοι, τάχα μὲν οὐδʼ ἐπέξεισιν ἄχρι τέλους, ἀλλʼ ἀρκεσθεὶς αὐτῷ τῷ κεκρατηκέναι τοῦ σώματος ἐπιεικέστερον μᾶλλον ἢ χαλεπώτερον αὐτῷ χρήσεται.
彼は、城邦が一つであることを許さず、平民を貴族から分裂させ、わずかな口実で内戦を再燃させる者たちを非難する一方で、利益は一つであり共通のものであると考え、すべてのものを協調の下に置く者たちを賞賛し、さらに、もし平民が要求通りに裁判の決定権を握り、元老院からこの好意を自発的に得るならば、おそらく最後まで追及することなく、被告の身柄を確保したという事実そのものに満足して、彼に対して過酷にではなくむしろ寛大に対処するであろうと説明した。
§7.54.2εἰ δʼ ἄρα ἐκ παντὸς οἰομένων τρόπου τῶν δημάρχων τέλος ἐπιθεῖναι δεῖν νόμιμον τῇ δίκῃ τῆς ψήφου γενήσεται κύριος, ἀπολύσει τὸν ἄνδρα τῆς αἰτίας αἰδούμενος μὲν αὐτὸ τὸ κινδυνεῦον σῶμα, οὗ πολλὰ καὶ καλὰ ἔργα ἔχει μεμνῆσθαι, ἀνταποδιδοὺς δὲ ταύτην τὴν χάριν τῇ παρασχούσῃ τὴν ἐξουσίαν αὐτῷ βουλῇ καὶ πρὸς μηδὲν ἐναντιωθείσῃ
しかし、もし護民官たちがどうしても裁判を法的な結末に至らせるべきだと考えて、平民が投票の決定権を握ることになるならば、彼らはその身の危険にさらされている当人(その多くの優れた功績を彼らは記憶しているはずである)に敬意を払い、また、自分たちにその権限を与え、妥当な要求に対しては何一つ反対しなかった元老院にこの好意を返礼として報いるために、彼を罪から免じるであろう。
§7.54.3τῶν μετρίων. παρεῖναι μέντοι τῇ δίκῃ συνεβούλευε καὶ συναπολογεῖσθαι τῷ ἀνδρὶ καὶ τὸν δῆμον ἀξιοῦν μηθὲν διαγνῶναι περὶ αὐτοῦ χαλεπὸν τούς θʼ ὑπάτους καὶ τοὺς ἐκ τοῦ συνεδρίου πάντας καὶ τοὺς ἄλλους πατρικίους κατὰ πλῆθος ἀφικομένους·
しかしながら、執政官たち、元老院の全議員、そしてその他の貴族たちが大挙して押し寄せ、その裁判に立ち会い、彼とともに弁明し、平民に対して彼について過酷な決議をしないよう懇願することを彼は勧めた。
συνοίσειν γὰρ οὐ μικρὰ τῷ κινδυνεύοντι καὶ τούτους εἰς σωτηρίας ῥοπήν·
というのも、彼らもまた、危険にさらされている者の救済への決定的な傾き(契機)に少なからず貢献するであろうからである。
καὶ μὴ μόνον αὐτοὺς οὕτως ἔχειν ταῖς γνώμαις, ἀλλὰ καὶ πελάτας ἕκαστον τοὺς αὑτοῦ παρακαλεῖν καὶ φίλους συνάγειν, καὶ εἴ τινας οἰκείως ἔχειν σφίσι τῶν δημοτικῶν διʼ εὐεργεσίας ὑπολαμβάνουσι, καὶ τούτους νυνὶ τὴν πρότερον ὀφειλομένην χάριν ἐπὶ §7.54.4τῆς ψηφοφορίας ἀπαιτεῖν.
そして、彼ら自身がそのように考えるだけでなく、各自が自らの被護者を呼び集め、友人を集め、もし平民のうちに恩義によって自分たちと親しい者がいると思うなら、その者たちに対しても、今回の投票において以前に負った恩を今こそ返すよう要求すべきだとした。
τό τε φιλόχρηστον καὶ μισοπόνηρον οὐκ ὀλίγον ἀπέφηνεν ἐκ τοῦ δήμου μέρος ἐσόμενον, καὶ ἔτι πλεῖον τούτου, ὃ πρὸς τὰς τύχας πάσχειν τι τὰς ἀνθρωπίνας καὶ ἐλεεῖν οἶδε τοὺς ἐν τοῖς ἀξιώμασιν, ὅταν εἰς ταπεινὰ πέσωσιν αὐτῶν αἱ §7.54.5τύχαι.
また彼は、平民のうち善を愛し悪を憎む部分が少なからず存在するであろうし、人間の運命に同情し、高い地位にある者たちの境遇が卑しいものへと転落したときに彼らを憐れむことを知っている部分は、それよりもさらに多いであろうと指摘した。
ὁ δὲ πλείων λόγος ἐγίνετο αὐτῷ πρὸς τὸν Μάρκιον παράκλησιν ἔχων νουθετήσει μεμιγμένην καὶ δέησιν ἀνάγκῃ.
彼の演説の大部分はマルキオス(コリオラヌス)に向けられ、勧告の混じった説得と、強制の伴う懇願を含んでいた。
ἠξίου γὰρ αὐτόν, ἐπεὶ διιστάναι τὸν δῆμον ἀπὸ τῆς βουλῆς αἰτίαν ἔχει καὶ τυραννικὸς εἶναι διαβάλλεται διὰ τὴν αὐθάδειαν τοῦ τρόπου, δέος τε παρέστηκεν ἅπασι, μὴ διʼ αὐτὸν ἀρχὴ γένηται στάσεως καὶ κακῶν ἀνηκέστων, ἃ φέρουσιν ἐμφύλιοι πόλεμοι, μὴ ποιεῖν ἀληθεῖς καὶ κυρίας τὰς κατʼ αὐτοῦ διαβολὰς μένοντα ἐν τῷ φθονουμένῳ τοῦ βίου, ἀλλὰ σχῆμα ταπεινὸν μεταλαβεῖν καὶ τοῖς ἀδικεῖσθαι λέγουσι τὴν ἐξουσίαν τοῦ σώματος παρασχεῖν, καὶ μὴ φεύγειν ἄδικον ἔγκλημα λόγῳ μετὰ δίκης ἀπολυόμενον.
すなわち、彼はマルキオスに対し、彼が平民を元老院から引き離しているという嫌疑をかけられ、その態度の不遜さのために僭主のようであると中傷されており、彼のために内訌の端緒となり、内戦がもたらす治療不可能な災厄が生じるのではないかという恐れがすべての人に生じている以上、そねみを買うような生き方に留まることで彼に対する中傷を真実かつ決定的なものにするのではなく、卑下した姿を受け入れ、不当な扱いを受けたと主張する者たちに自分の身柄の処置を委ね、裁判において弁論によって晴らすことのできる不当な告発から逃避しないよう求めたのである。
§7.54.6ταῦτα γὰρ αὐτῷ πρός τε σωτηρίαν ἀσφαλέστατα εἶναι καὶ πρὸς εὐδοξίαν, ἧς ὀρέγεται, λαμπρότατα καὶ τοῖς προυπηργμένοις ἔργοις ἀκόλουθα.
なぜなら、これらのことは彼にとって、生存のために最も安全であり、彼が熱望する名声のために最も輝かしく、それまでに成し遂げた功績とも一致するからである。
εἰ δʼ αὐθαδέστερος ἔσται μᾶλλον ἢ μετριώτερος, καὶ τὴν βουλὴν ἀξιώσει πάντα κίνδυνον διʼ ἑαυτὸν ὑπομένειν, κακὴν μὲν ἧτταν, αἰσχρὰν δὲ νίκην τοῖς πεισθεῖσι προσάψειν αὐτὸν ἀπέφαινεν·
しかし、もし彼が寛大であるよりも不遜あり続け、自らのために元老院にあらゆる危険を甘んじて受けるよう要求するならば、彼は自分に従う者たちに不名誉な敗北、あるいは恥ずべき勝利をもたらすことになると指摘した。
ἦν τʼ ἐνταῦθα πολὺς ὀλοφυρόμενος καὶ τῶν καταλαμβανόντων κακῶν τὰς πόλεις ἐν ταῖς διχοστασίαις τὰ μέγιστα καὶ φανερώτατα ἐπιλεγόμενος.
そして彼はここで大いに嘆き悲しみ、不和の際に都市を襲う災厄のうち、最も重大かつ明白なものを数え上げた。

語釈・文法注

  1. ¦1436¦εἰ γένοιτο ... λάβοι ... οὐδʼ ἐπέξεισιν ... χρήσεται — 従属節に希求法(γένοιτο, λάβοι)、主節に直説法未来(ἐπέξεισιν, χρήσεται)を用いる混合条件文。未来における仮定的な可能性(希求法)と、それが実現した場合に必然的に生じる客観的結果の見通し(直説法未来)を組み合わせている。
  2. ¦1437¦συνοίσειν γὰρ οὐ μικρὰ τῷ κινδυνεύοντι καὶ τούτους εἰς σωτηρίας ῥοπήν — 間接話法の不定詞句。συνοίσειν は非人称的(〜に役立つ、〜に貢献する)に用いられており、主語は τούτους(これらの者たち、すなわち執政官や元老院議員ら)。οὐ μικρά は副詞的に「少なからず」の意。εἰς σωτηρίας ῥοπήν は「救済への(天秤の)傾きに向けて」であり、全体として彼らの参入が被告の救済を決定づける要因になることを示す。
  3. ¦1438¦μὴ ποιεῖν ἀληθεῖς καὶ κυρίας τὰς κατʼ αὐτοῦ διαβολὰς μένοντα ἐν τῷ φθονουμένῳ τοῦ βίου — ἠξίου(〜を求めた、要求した)に導かれる不定詞句(μὴ ποιεῖν, ἀλλὰ μεταλαβεῖν)。不定詞の主語は αὐτόν(=マルキオス)であり、これと一致する現在分詞 μένοντα が対格で置かれている。τὸ φθονούμενον τοῦ βίου(生活の羨まれる/そねまれる部分、あるいは高慢で敵意を買う生き方)の中に留まることによって、彼に対する中傷(僭主的であるという中傷)を真実にしてしまわないように、と勧めている。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §7.54.1-7.54.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:7.54.1-7.54.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。