Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §7.55.1-7.55.6

马尼乌斯·瓦莱里乌斯论混合政体的优越性

第 557 段,共 962 段 · 希腊语

内容简介

瓦莱里乌斯见元老院被他的和解倡议所打动,便进一步阐述了混合政体的优势。他指出,虽然君主制、寡头制和民主制在单独存在时都极易堕落为不法,但若将它们适度融合,各部分就能相互监督与制约,从而确保政体的稳定。

§7.55.1διεξιὼν δὲ ταῦτα μετὰ πολλῶν δακρύων οὐ προσποιητῶν καὶ πεπλασμένων, ἀλλʼ ἀληθινῶν, ἀνὴρ ἡλικίας τε καὶ ἀρετῆς ἀξιώσει προὔχων, ὡς ἔμαθε κινούμενον ἐπὶ τοῖς λεγομένοις τὸ συνέδριον, ἐκ τοῦ τεθαρρηκότος ἤδη τὸ λοιπὸν ἐξύφαινε τῶν λόγων· εἰ δέ τινες ὑμῶν, ὦ βουλευταί, λέγων, ταράττονται δοκοῦντες ἔθος εἰσάγειν πονηρὸν εἰς τὴν πόλιν, ἐὰν τῷ δήμῳ συγχωρήσητε ψῆφον ἐπιφέρειν κατὰ τῶν πατρικίων, καὶ ἐπʼ οὐδενὶ ἀγαθῷ νομίζουσι τὴν τῶν δημάρχων ἐξουσίαν πολλὴν ἰσχὺν λαβοῦσαν γενήσεσθαι, μαθέτωσαν ἁμαρτάνοντες τῆς δόξης καὶ τἀναντία ἢ §7.55.2προσῆκεν ὑπειληφότες.
这位在年龄和美德声望上都出类拔萃的人,伴随着许多并非矫揉造作、而是真诚的泪水陈述着这些话。 当他觉察到元老院因他所说的话而动容时,便凭着已经获得的信心,继续织补他接下来的言辞:“元老院议员们,”他说,“如果你们中有人因为认为若向平民妥协、允许他们对贵族进行投票就是给城邦引入一种恶劣的习惯而感到不安,并认为保民官的权力在获得强大力量后不会带来任何好处,那么就让他们知道,他们犯了认识上的错误,并抱持了与应当持有的想法完全相反的观念。
εἰ γάρ τι καὶ ἄλλο σωτηρίας αἴτιον ἔσται τῇ πόλει τῇδε καὶ τοῦ μηδέποτε τὴν ἐλευθερίαν μηδὲ τὴν ἰσχὺν ἀφαιρεθῆναι, ὁμονοοῦσαν δʼ ἀεὶ καὶ μιᾷ γνώμῃ περὶ πάντων χρωμένην διατελεῖν, ὁ δῆμος αἰτιώτατος ἔσται συμπαραληφθεὶς ἐπὶ τὰ πράγματα· καὶ τὸ μὴ μίαν εἶναι τὴν διοικοῦσαν τὰ κοινὰ πολιτείαν ἄκρατον μήτε μοναρχίαν μήτʼ ὀλιγαρχίαν μήτε δημοκρατίαν, ἀλλὰ τὴν μικτὴν ἐξ ἁπασῶν τούτων κατάστασιν, τοῦτο ὑπὲρ ἅπαντα ἡμᾶς ὠφελήσει.
因为,如果还有其他什么因素能成为这个城邦得救的原因,并使其永远不被剥夺自由和力量,而是始终保持和睦并对一切事务保持一致的见解,那么平民在被接纳共同参与国政后,将是最大的原因;而管理公共事务的政体并非单一且纯粹的君主制、寡头制或民主制,而是由所有这些制度混合而成的体制,这比一切都更能造福我们。
§7.55.3ῥᾷστα γὰρ εἰς ὕβρεις ἀποσκήπτει καὶ παρανομίας τούτων ἕκαστον τῶν πολιτευμάτων αὐτὸ καθʼ ἑαυτὸ γινόμενον, ὅταν δʼ ἀνακερασθῇ πάντα μετρίως, τὸ παρακινοῦν μέρος αἰεὶ καὶ ἐκβαῖνον ἐκ τοῦ συνήθους κόσμου ὑπὸ τοῦ σωφρονοῦντος καὶ μένοντος ἐν τοῖς ἰδίοις ἤθεσι κατείργεται.
因为这些政体中的任何一种,在单独存在时,都极易堕落为放肆和不法;但当一切都得到适度的融合时,那部分总是试图乱动并偏离常规秩序的要素,就会被保持清醒且坚守自身本分的部分所制约。
μοναρχία μὲν ὠμὴ καὶ αὐθάδης γενηθεῖσα καὶ τυραννικὰ διώκειν ἀρξαμένη ζηλώματα ὑπʼ ἀνδρῶν ὀλίγων καὶ ἀγαθῶν καταλύεται.
君主制在变得残暴、傲慢并开始追求僭主式的野心时,就会被少数优秀的男子所推翻。
§7.55.4ὀλιγαρχία δʼ ἐκ τῶν ἀρίστων ἀνδρῶν συνεστηκυῖα, ᾗ χρῆσθε καὶ ὑμεῖς νυνί, ὅταν πλούτῳ καὶ ἑταιρίαις ἐπαρθεῖσα δικαιοσύνης καὶ τῆς ἄλλης ἀρετῆς μηθένα ποιῆται λόγον, ὑπὸ δήμου φρονίμου καταλύεται.
由最优秀的人组成的寡头制——也就是你们现在所采用的制度——当它因财富和党羽而膨胀,不再顾及正义和其他美德时,就会被贤明的平民推翻。
δῆμος δὲ σωφρονῶν καὶ κατὰ νόμους πολιτευόμενος ὅταν ἀκοσμεῖν ἄρξηται καὶ παρανομεῖν ὑπὸ τοῦ κρατίστου ἀνδρὸς βίᾳ καταληφθεὶς δικαιοῦται.
而一个本分且依法行事的平民群体,一旦开始扰乱秩序、违背法律,就会被最杰出的一位男子用武力制服,并得以纠正。
§7.55.5ὑμῖν δʼ, ὦ βουλή, μονάρχου μὲν ἐξουσίας, ἵνα μὴ τυραννὶς γένηται, τὰ δυνατὰ εὕρηται βοηθήματα.
而对你们,元老院啊,为了防止君主的权力演变为僭主制,已经找到了所有可能的补救办法。
δύο τε γὰρ ἀνθʼ ἑνὸς ἀποδείξαντες τῆς πόλεως κυρίους καὶ τούτοις οὐκ ἀόριστον χρόνον ἐπιτρέψαντες ἔχειν τὴν ἀρχήν, ἀλλʼ ἐνιαύσιον οὐδὲν ἧττον ἀποδείκνυτε φύλακας αὐτῶν τριακοσίους ἄνδρας ἐκ τῶν πατρικίων τοὺς κρατίστους τε καὶ πρεσβυτάτους, ἐξ ὧν ἥδε ἡ βουλὴ συνέστηκεν·
因为你们任命了两人而非一人担任城邦的主宰,并且委任给他们的掌权时间并非无限,而是一年,但尽管如此,你们还是从贵族中任命了最杰出、最年长的三百位男子作为他们的监督者,而这三百人便组成了现在的元老院。
ὑμῶν δʼ αὐτῶν, ἵνα μένητε ἐν τῷ προσήκοντι κόσμῳ, φυλακὴν οὐδεμίαν ἄχρι τοῦδε φαίνεσθε πεποιημένοι.
然而,为了让你们自己能保持在应有的秩序中,直到现在,你们似乎还没有建立任何防线。
§7.55.6καὶ περὶ μὲν ὑμῶν οὔπω ἔδεισα, μὴ διαφθαρῆτε τὰς διανοίας ὑπό τε μεγέθους καὶ πλήθους ἀγαθῶν, οἳ τυραννίδος τε πολυχρονίου ἠλευθερώκατε τὴν πόλιν ἔναγχος καὶ οὔπω σχολὴν ἐσχήκατε ὑβρίζειν καὶ τρυφᾶν διά τοὺς συνεχεῖς καὶ μακροὺς πολέμους· περὶ δὲ τῶν μεθʼ ὑμᾶς ἐσομένων ἐνθυμούμενος ὅσας ὁ μακρὸς αἰὼν φέρει μεταβολὰς δέδοικα, μή τι παρακινήσαντες οἱ δυνατοὶ οἱ ἐκ τοῦ συνεδρίου λάθωσιν εἰς μοναρχίαν τὸ πολίτευμα περιστήσαντες τυραννικήν.
对于你们自己,我倒还不担心你们的心智会被财富的巨大和繁多所腐蚀,因为你们最近才把城邦从长期的僭主统治中解放出来,并且由于持续不断的长期战争,你们还没有闲暇去放纵和奢靡;但是,当想到在你们之后将要出现的人,以及漫长岁月所带来的无数变革时,我担心元老院中的权贵们可能会暗中有所动作,在不知不觉中将政体转变为僭主式的君主制。 ”

词汇与语法注释

  1. 1439μαθέτωσαν ἁμαρτάνοντες τῆς δόξης — 动词 μαθέτωσαν(μανθάνω 的第三人称复数命令式)伴随补足性分词 ἁμαρτάνοντες,意为“让他们知道他们犯了错误”。由于 ἁμαρτάνω 在表示“偏离、犯错”时支配属格,因此名词 τῆς δόξης(看法、意见)使用属格形式。
  2. 1440τοῦ μηδέποτε τὴν ἐλευθερίαν μηδὲ τὴν ἰσχὺν ἀφαιρεθῆναι, ὁμονοοῦσαν δʼ ἀεὶ καὶ μιᾷ γνώμῃ περὶ πάντων χρωμένην διατελεῖν — 两个不定式 ἀφαιρεθῆναι(被动)和 διατελεῖν(主动)由同一个冠词属格 τοῦ 所引导。它们与前句的 σωτηρίας(得救)并列,作为解释性属格(同格)修饰 αἴτιον(原因)。阴性宾格分词 ὁμονοοῦσαν 和 χρωμένην 修饰省略的宾格主语 τὴν πόλιν(城邦)。
  3. p.v.3p.87ὑμῖν δʼ, ὦ βουλή, μονάρχου μὲν ἐξουσίας, ἵνα μὴ τυραννὶς γένηται, τὰ δυνατὰ εὕρηται βοηθήματα. — 代词 ὑμῖν 是行为者与格(dative of agent),与完成时态被动语态动词 εὕρηται 连用,意为“已被你们所找到”。属格短语 μονάρχου ... ἐξουσίας 作为宾格性属格修饰名词 βοηθήματα(意为“针对君主权力的防范手段”)。
  4. 1442λάθωσιν εἰς μοναρχίαν τὸ πολίτευμα περιστήσαντες — 动词 λανθάνω(此处为过去不定时主动虚拟式第三人称复数 λάθωσιν)与分词 περιστήσαντες 结合,构成表示“在不知不觉中(暗中)做某事”的惯用句式。由于受主句中 δέδοικα μή(“我担心恐防……”)的引导,故而使用虚拟式。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §7.55.1-7.55.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:7.55.1-7.55.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。