§7.53.1ἐπειδὴ δὲ καὶ περὶ τοῦ συμφέροντος ἐπειρᾶτο λέγειν Δέκιος, ὡς ἀγαθὸν μὲν ὁμόνοια, δεινὸν δὲ στάσις, καὶ θεραπεύοντες μὲν τὸν δῆμον ἐν ὁμονοίᾳ πολιτευσόμεθα, κωλύσαντες δʼ οὓς βούλονται τῶν πατρικίων ἀνδρηλατεῖν ἢ μιαιφονεῖν εἰς πόλεμον ἐμφύλιον καταστησόμεθα, πολλὰ λέγειν ἔχων ὀλίγοις πάνυ χρήσομαι.
デキオスが便益についても語ろうとし、協調は善であり、内紛は恐ろしいものであり、平民に配慮するなら我々は協調のうちに国政を営むであろうが、彼らが望む貴族を追放したり殺害したりするのを妨げるならば、我々は内戦に突入することになる、などと主張したことについて、私は多くのことを語れますが、極めてわずかな言葉を用いることに留めましょう。
§7.53.2πρῶτον μὲν οὖν θαυμάσαι ἔχω Δέκιον τῆς εἰρωνείας·
まず第一に、私はデキオスのとぼけた態度に感嘆せざるを得ません。
οὐ γὰρ ἠλιθιότητός γε·
愚かさに対してではありません。
εἰ κρεῖττον οἴεται τὰ συμφέροντα τῷ κοινῷ φρονεῖν ἑαυτόν, ὃς ἄρτι παρελήλυθεν εἰς πολιτικὰς πράξεις, ἡμῶν τῶν καταγεγηρακότων ἐν αὐταῖς καὶ μεγάλην ἐκ μικρᾶς πεποιηκότων τὴν πόλιν.
最近になってようやく国政に参入したばかりの彼が、その中で老い、この城邦を小さなものから強大なものへと育て上げた我々よりも、公共の利益をよりよく考えていると思っているのならです。
ἔπειτʼ εἰ πείσειν ὑπέλαβεν ὑμᾶς, ὡς χρὴ παραδοῦναί τινα ἔκδοτον ἐπὶ τιμωρίᾳ τοῖς ἐχθροῖς καὶ ταῦτα πολίτην ὑμέτερον καὶ οὐχὶ τῶν ἀφανῶν τινα ἢ φαύλων, ἀλλʼ ὃν αὐτοὶ καὶ τὰ πολέμια λαμπρότατον ἡγεῖσθε εἶναι καὶ τὸν βίον σωφρονέστατον τά τε πολιτικὰ πράττειν οὐθενὸς χείρονα.
次に、誰かを敵の処罰のために引き渡すべきだと、しかもあなた方の市民であり、無名で取るに足らない者ではなく、あなた方自身が軍事において最も輝かしいとみなし、生活において最も節度があり、政治を行うことにおいて誰にも劣らないとみなしている人物を引き渡すべきだと、あなた方を説得できると彼が考えたのならです。
§7.53.3καὶ ταῦτʼ ἐτόλμησεν εἰπεῖν εἰδὼς ὑμᾶς πλείστην αἰδῶ ποιουμένους ἱκετῶν, καὶ μηδὲ πολεμίων τοὺς καταφεύγοντας ἐνθάδε ταύτης ἀποκλείοντας τῆς φιλανθρωπίας.
彼は、あなた方が嘆願者に対して最大の敬意を払っており、敵であってもここに逃れてくる者をこの人間愛から締め出さないことを知りながら、あえてこれらのことを口にしたのです。
εἰ δὲ τἀναντία ἡμᾶς ἐγίγνωσκες ἐπιτηδεύοντας, ὦ Δέκιε, ἀνόσια μὲν φρονοῦντας περὶ θεούς, ἄδικα δὲ πράττοντας πρὸς ἀνθρώπους, τί ἂν ἡμῖν τούτου συνεβούλευες ἔργον ὑπομεῖναι δεινότερον, ἀφʼ οὗ πρόρριζοι καὶ πανώλεις, μισηθέντες θεοῖς τε καὶ ἀνθρώποις, διαφθαρησόμεθα;
デキオスよ、もし君が、我々はこれとは逆のことを行っている、すなわち神々に対して不敬な考えを抱き、人間に対して不義を行っていると考えていたなら、君は我々に、これよりも恐ろしいいかなる行為に甘んじるよう勧めたというのですか。 それによって我々が根こそぎにされ、完全に滅ぼされ、神々と人間に憎まれて破滅することになるというのに。
§7.53.4οὐ δεόμεθά σου συμβούλου, Δέκιε, οὔτε περὶ πολιτῶν ἐκδόσεως οὔτε περὶ ἄλλου χρήματος ὧν ἡμῖν πρακτέον οὐδενός·
デキオスよ、我々は、市民の引き渡しについても、我々がなすべき他のいかなる事柄についても、君を相談相手として必要とはしません。
οὐδὲ ὀθνείᾳ φρονήσει νέων ἀνδρῶν τὰ οἰκεῖα συμφέροντα κρίνειν οἰόμεθα δεῖν οἱ μέχρι τῆσδε τῆς ἡλικίας διὰ πολλῆς πείρας κακῶν τε καὶ ἀγαθῶν ἐληλυθότες.
また、これほどの年齢に至るまで、災厄と幸運の多くの経験を経て生きてきた我々は、若者たちの不慣れな知恵によって、自分たちの利益を判断すべきだとは思いません。
πολέμου δʼ ἀπειλάς, αἷς χρώμενοι φοβεῖτε ἡμᾶς, οὐ νῦν πρῶτον ἐπαγομένας ὑφʼ ὑμῶν, ἀλλὰ πολλάκις ἤδη καὶ ὑπὸ πολλῶν ἐπανασεισθείσας τῇ συνήθει πρᾳότητι παραδόντες ἀκαταπλήκτως οἴσομεν.
また、あなた方が我々を脅すために用いている戦争の脅迫は、今初めてあなた方によってもたらされたのではなく、すでに何度も多くの人々によって突きつけられてきたものですが、我々はこれらをいつもの冷静さに委ねて、ひるむことなく耐え忍ぶでしょう。
§7.53.5καὶ εἰ δήπερ δράσετε τὰ ὅμοια οἷς λέγετε, ἀμυνούμεθα θεούς τε συναγωνιστὰς ἔχοντες, οἳ νεμεσῶσι τοῖς ἄρχουσι πολέμου ἀδίκου, καὶ ἀνθρώπων ἕξοντες χεῖρα οὐκ ὀλίγην σύμμαχον.
そして、もし本当にあなた方が言葉通りのことを実行するならば、我々は、不当な戦争を始める者たちに憤る神々を共闘者として持ち、また人間の少なからぬ同盟軍を得て、防衛するでしょう。
Λατῖνοί τε γὰρ ἅπαντες, οἷς νεωστὶ τὴν ἰσοπολιτείαν δεδώκαμεν, σὺν ἡμῖν στήσονται, ὡς περὶ πατρίδος ἤδη τῆς πόλεως τῆσδε ἀγωνιζόμενοι, αἵ τʼ ἐνθένδε ἀποικισθεῖσαι πόλεις πολλαὶ καὶ ἀγαθαὶ περὶ παντὸς ποιούμεναι σώζεσθαι τὴν μητρόπολιν ἀμυνοῦσιν αὐτῇ.
というのも、最近我々が市民権を与えたラティウム人たち全員が、今やこの城邦を自らの祖国として戦うものとして、我々とともに立つでしょうし、ここから植民された多くの優れた都市も、本国が救われることを何よりも重んじて、本国を支援するからです。
§7.53.6εἰ δʼ εἰς ἀνάγκην ἡμᾶς κατακλείσετε τῆς πανταχόθεν ἐπικουρίας περιέχεσθαι, ὑπομενοῦμεν, ὦ Δέκιε, καὶ θεράποντας εἰς ἐλευθερίαν προκαλούμενοι καὶ πολεμίους εἰς φιλίαν καὶ πάντας ἀνθρώπους εἰς κοινωνίαν τῶν ἐκ τῆς νίκης ἐλπίδων ὁμόσε χωρεῖν ὑμῖν.
しかし、もし君が我々を、あらゆる方面からの援助にしがみつくという窮地に追い込むならば、デキオスよ、我々は、奴隷たちを自由へと招き、敵たちを友好へと招き、すべての人間を勝利から得られる希望の共有へと招いてでも、君たちと真っ向から対決することを辞さないでしょう。
μηθενὸς δὲ τούτων δεήσειεν, ὦ Ζεῦ καὶ θεοὶ πάντες οἱ πόλιν τὴν Ῥωμαίων κατέχοντες, ἀλλʼ εἴη μέχρι λόγων τὰ φοβερὰ ταῦτʼ ἐλθεῖν, ἔργον δὲ μηθὲν ἐξ αὐτῶν γένοιτʼ ἄχαρι.
しかし、ジュピターよ、そしてローマの市を護るすべての神々よ、これらのどれもが必要となりませんように。 むしろ、これらの恐ろしい事柄は言葉だけに留まり、それらから不快な結果が何一つ生じませんように。