§7.52.1ὡς δὲ καὶ τοῦτο, περὶ οὗ νυνὶ πρόκειται σκοπεῖν ὅμοιόν ἐστι τοῖς ἄλλοις ἐγχειρήμασιν αὐτοῦ τοῖς ἀδίκοις καὶ παρανόμοις, καὶ οὐχ, οἷον ὁ δήμαρχος ἐξαπατῶν ὑμᾶς ἐπειρᾶτο ἀποφαίνειν, δίκαιον καὶ μέτριον, μάθετε οἱ μήπω σαφῶς εἰδότες.
また、現在検討の対象となっているこの件もまた、彼の他の不当で違法な企てと同様であり、護民官があなた方を欺いて示そうとしたような、公正で穏当なものではないということを、まだはっきりと知らない人々は知りなさい。
ὁ μὲν οὖν νόμος ὁ περὶ τῶν δικαστηρίων τῶν δημοτικῶν, ᾧ Δέκιος ἐκρατύνατο μάλιστα, οὐ καθʼ ὑμῶν ἐγράφη τῶν πατρικίων, ἀλλʼ ὑπὲρ ἀσφαλείας τῶν κατισχυομένων δημοτικῶν, ὡς αὐτός τε δηλοῖ γραφὰς ἔχων οὐκ ἀμφιβόλους, καὶ
さて、デキオスが最も頼みとしている平民の裁判所に関する法は、あなた方貴族に対して制定されたのではなく、虐げられた平民の安全のために制定されたのです。
§7.52.2ὑμεῖς τοῦτο πάντες ἀεὶ λέγετε καλῶς ἐπιστάμενοι.
それは、その法自体が曖昧でない条文を保持して示している通りであり、あなた方も皆、それをよく承知していて常にそう口にしていることです。
μέγα δὲ τούτου σημεῖόν ἐστιν, ὃ καὶ παντὸς ἀμφισβητουμένου δικαίου κριτήριον εἶναι δοκεῖ κράτιστον, ὁ χρόνος ἐννεακαιδεκέτης ἤδη γεγονώς, ἐξ οὗ ὁ νόμος οὗτος ἐτέθη·
そして、このことの大きな証拠であり、争いのあるあらゆる権利の最良の基準と思われるものは、この法が制定されてからすでに19年という歳月が経過していることです。
ἐν ᾧ παντὶ Δέκιος οὐκ ἂν ἔχοι δεῖξαι δίκην οὐδεμίαν οὔτε δημοσίαν κατʼ οὐδενὸς τῶν πατρικίων ἐν τῷ νόμῳ δεδικασμένην, οὔτʼ ἰδίαν·
その全期間を通じて、デキオスは、この法に基づいて貴族の誰かに対して裁かれたいかなる裁判も、公のものであれ私の刑事・民事のものであれ、提示することができないでしょう。
εἰ δὲ φήσει, §7.52.3δειξάτω καὶ μηθὲν ἔτι δεόμεθα λόγου.
もし彼が提示できると言うなら、それを提示するがよい、そうすれば我々はもはやいかなる議論も必要としません。
αἱ δʼ ὁμολογίαι, καθʼ ἃς διελύσασθε πρὸς τοὺς δημότας αἱ νεωστὶ γενόμεναι·
また、あなた方が平民たちと和解した合意、最近なされたものについては――これらについてもあなた方は知る必要があります。
χρὴ γὰρ καὶ περὶ τούτων ὑμᾶς μαθεῖν, ἐπειδὴ πονηρὸς ἐξηγητὴς ὁ δήμαρχος αὐτῶν ἐγένετο·
なぜなら護民官がその悪しき解釈者となったからです――それらは次の二つの譲歩を含んでいます。
δύο ταῦτα συγχωρήματα περιέχουσιν· ἀφεῖσθαι τοὺς δημοτικοὺς τῶν χρεῶν, καὶ τὴν ἀρχὴν τήνδε ἀποδείκνυσθαι καθʼ ἕκαστον ἐνιαυτὸν ἐπικουρίας ἕνεκα τῶν κατισχυομένων καὶ κωλύσεως, ἄλλο δὲ παρὰ ταῦτʼ οὐδέν.
すなわち、平民が負債から解放されること、そして、虐げられた者たちへの救済と阻止のために、この官職が毎年任命されることです。 これら以外には何一つありません。
§7.52.4μέγιστον δʼ ὑμῖν γενέσθω τεκμήριον, ὅτι οὔθʼ ὁ νόμος οὔθʼ αἱ συνθῆκαι κατʼ ἀνδρὸς πατρικίου δικάζειν τῷ δήμῳ δεδώκασιν ἐξουσίαν, ὃ ποιεῖ νῦν αὐτὸς ὁ δῆμος.
そして、法も条約も、平民に対して貴族の者を裁判する権限を与えていないということの、最大の証拠があなた方に示されるようにしましょう。 それこそがまさに、現在平民が自ら行おうとしていることなのです。
αἰτεῖται γὰρ αὐτὸ παρʼ ὑμῶν τήμερον, ὡς πρότερόν γʼ οὐκ ἔχων·
実際、彼らは以前にはそれを持っていなかったものとして、今日それをあなた方に求めているのです。
οὐδεὶς δʼ ἂν ἀξιώσειέ τι παρʼ ἄλλων λαμβάνειν, §7.52.5ὧν ἐστι νόμῳ κύριος.
法によって自分が権利を持っているものを、他人から受け取ろうと求める者は誰もいないでしょうから。
δίκαιον δὲ φύσεως ἀνομοθέτητον, ὦ βουλή, πῶς ἂν εἴη τοῦτο·
元老院の皆さん、これがどうして自然の不文の正義でありえましょうか。
καὶ γὰρ τοῦτο Δέκιος ὑμᾶς ᾤετο δεῖν σκοπεῖν·
というのも、デキオスはあなた方がこの点をも考慮すべきだと考えていたからです。
τοῖς μὲν δημόταις, ἅς τʼ ἂν φύγωσι δίκας ὑπὸ τῶν πατρικίων καὶ ἃς ἂν ἐκείνους διώκωσι, τὸν δῆμον δικάζειν, τοῖς δὲ πατρικίοις μήθʼ ὅταν ἐπάγωσί τινα τῶν δημοτικῶν δίκην μήθʼ ὅταν αὐτοὶ κινδυνεύσωσι τοὺς πατρικίους τὰ νείκη διαιτᾶν, ἀλλὰ τούτοις μὲν ἀμφότερα ἐξεῖναι πλεονεκτεῖν, §7.52.6ἡμῖν δʼ οὐδετέρου τῶν δικαίων μετέχειν;
すなわち、平民にとっては、彼らが貴族から逃れるための訴訟においても、また彼らが貴族を追及する訴訟においても、平民が裁判をする一方で、貴族にとっては、平民の誰かに対して訴訟を起こすときも、自分たちが危機に瀕しているときも、貴族がその紛争を裁定することは許されず、あちら側には両方において優位に立つことが許され、我々にはどちらの権利にもあずかることができないなどということが。
εἰ δέ τι Μάρκιος ἀδικεῖ τὸν δῆμον, καὶ ἄλλος τῶν πατρικίων ὁστισοῦν καὶ δίκαιός ἐστιν ἀποθανεῖν ἢ τῆς πόλεως ἐκπεσεῖν, μὴ παρʼ αὐτοῖς, ἀλλʼ ἐνθάδε κριθεὶς διδότω δίκας, ὥσπερ ἐστὶ νόμιμον.
しかし、もしマルキウスが平民に対して何らかの不正を行っており、また他の貴族の誰であれ同様であり、その者が死刑あるいは城邦からの追放に値するほど公正であるならば、彼らの前で裁かれるのではなく、法に適う通り、ここで裁かれて刑罰に服するようにしなさい。
εἰ μὴ ἄρα, ὦ Δέκιε, ὁ μὲν δῆμος ἴσος ἔσται δικαστὴς καὶ οὐθὲν ἂν χαρίσαιτο αὑτῷ πρὸς ἀνδρὸς ἐχθροῦ τὴν ψῆφον ἐπιφέρων·
それとも、デキオスよ、平民は公平な裁判官であり、敵対する者に対して投票するにあたって、自分自身に一切の手心を加えないとでも言うのですか。
οὗτοι δʼ εἰ γένοιντο τῆς ψήφου κύριοι τὸν ἀδικοῦντα περὶ πλείονος ποιήσονται τῆς ἀδικουμένης ὑπʼ αὐτοῦ πόλεως, μέλλοντες ἀρὰν καὶ ἐπιορκίαν καὶ μῖσος μὲν παρʼ ἀνθρώπων, χόλον δὲ παρὰ θεῶν ἐκ τῆς δίκης ἀποίσεσθαι καὶ μετὰ πονηρῶν ἐλπίδων ζῆν.
あるいは、これら元老院の者たちが投票の主権を握ったならば、彼が不正を働いた城邦よりも、不正を行った者を重んじ、その裁判によって人間からは呪いと偽誓と憎悪を、神々からは怒りを被り、不吉な希望とともに生きることになるとでも言うのですか。
§7.52.7οὐκ ἀξιῶ ταῦτα περὶ τῆς βουλῆς ὑμᾶς, ὦ δημόται, σκοπεῖν, ᾗ τιμὰς καὶ ἀρχὰς καὶ τὰ κράτιστα τῶν ἐν τῇ πόλει παραχωρεῖν ὁμολογεῖτε διʼ ἀρετήν, καὶ πολλὰς χάριτας εἰδέναι φατὲ τῆς προθυμίας, ἣν ἀπεδείξατο περὶ τὴν κάθοδον ὑμῶν.
平民の皆さん、私はあなた方が元老院についてそのような見方をするのを妥当とは思いません。 元老院に対して、あなた方はその徳のゆえに、城邦における名誉や官職、最重要の事柄を譲ることに合意しており、またあなた方の帰還に関して元老院が示した熱意に対して、多くの感謝を感じていると言っているのです。
μάχεται ταῦτʼ ἀλλήλοις·
これらのことは互いに矛盾しています。
καὶ οὐκ ἔχει λόγον, οὓς ἐπαινεῖτε, τούτους φοβεῖσθαι καὶ ἅμα τοῖς αὐτοῖς περὶ μὲν τῶν μειζόνων ἐπιτρέπειν, περὶ δὲ §7.52.8τῶν ἄλλων ἀπιστεῖν.
自分が称賛する人々を恐れ、同時にその同じ人々に、より重大な事柄については委ねながら、その他の事柄については不信を抱くというのは、筋が通りません。
τί δʼ οὐχὶ μιᾷ χρώμενοι γνώμῃ ἢ πάντα πιστεύετε αὐτοῖς ἢ περὶ πάντων ἀπιστεῖτε;
なぜ、一つの考え方に従って、すべてにおいて彼らを信頼するか、あるいはすべてにおいて不信を抱くかしないのですか。
ἀλλὰ προβουλεῦσαι μὲν αὐτοὺς τὰ δίκαια ἱκανοὺς εἶναι νομίζετε, δικάσαι δὲ περὶ αὐτῶν τούτων ὧν προβουλεύουσιν οὐχ ἱκανούς.
しかしあなた方は、彼らが公正な事柄を予備決議する能力はあると考えながら、その予備決議する当の事柄について裁判する能力はないと考えているのです。
πολλὰ καὶ ἄλλα περὶ τῶν δικαίων εἶχον, ὦ βουλή, λέγειν, ἀλλὰ καὶ ταῦθʼ ἱκανά.
元老院の皆さん、正義について私は他にも多くのことを語ることができましたが、これだけでも十分でしょう。