Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §7.53.1-7.53.6

阿庇乌斯驳斥戴基乌斯与贵族的抵抗决心

第 555 段,共 962 段 · 希腊语

内容简介

阿庇乌斯·克劳狄乌斯驳斥了戴基乌斯关于妥协的建议和战争的威胁,捍卫了罗马贵族的智慧与经验。他宣称,在最坏的情况下,贵族已做好彻底抗战的准备,将动员盟友、殖民地甚至奴隶,同时向神明祈祷和平。

§7.53.1ἐπειδὴ δὲ καὶ περὶ τοῦ συμφέροντος ἐπειρᾶτο λέγειν Δέκιος, ὡς ἀγαθὸν μὲν ὁμόνοια, δεινὸν δὲ στάσις, καὶ θεραπεύοντες μὲν τὸν δῆμον ἐν ὁμονοίᾳ πολιτευσόμεθα, κωλύσαντες δʼ οὓς βούλονται τῶν πατρικίων ἀνδρηλατεῖν ἢ μιαιφονεῖν εἰς πόλεμον ἐμφύλιον καταστησόμεθα, πολλὰ λέγειν ἔχων ὀλίγοις πάνυ χρήσομαι.
当戴基乌斯也企图谈论利益,宣称和睦是善,而内讧是恶,并称若顺从平民,我们将在和睦中治理国家,但若阻止他们驱逐或杀害他们所想处置的贵族,我们就会陷入内战时,虽然我有很多话要说,但我只用极少的言辞。
§7.53.2πρῶτον μὲν οὖν θαυμάσαι ἔχω Δέκιον τῆς εἰρωνείας· οὐ γὰρ ἠλιθιότητός γε· εἰ κρεῖττον οἴεται τὰ συμφέροντα τῷ κοινῷ φρονεῖν ἑαυτόν, ὃς ἄρτι παρελήλυθεν εἰς πολιτικὰς πράξεις, ἡμῶν τῶν καταγεγηρακότων ἐν αὐταῖς καὶ μεγάλην ἐκ μικρᾶς πεποιηκότων τὴν πόλιν.
首先,我不得不对戴基乌斯的虚伪感到惊异——这绝非因为愚蠢——如果他认为自己比我们更懂得如何考虑公共利益,而他不过是刚刚参与政务,而我们是在其中老去、并将这个城邦从小变大的人。
ἔπειτʼ εἰ πείσειν ὑπέλαβεν ὑμᾶς, ὡς χρὴ παραδοῦναί τινα ἔκδοτον ἐπὶ τιμωρίᾳ τοῖς ἐχθροῖς καὶ ταῦτα πολίτην ὑμέτερον καὶ οὐχὶ τῶν ἀφανῶν τινα ἢ φαύλων, ἀλλʼ ὃν αὐτοὶ καὶ τὰ πολέμια λαμπρότατον ἡγεῖσθε εἶναι καὶ τὸν βίον σωφρονέστατον τά τε πολιτικὰ πράττειν οὐθενὸς χείρονα.
其次,如果他以为能说服你们,应当把某人交出来给他的仇敌惩罚,而且这人还是你们的公民,并非无名之辈或庸常之辈,而是你们自己认为在军事上最辉煌、在生活上最节制、在处理国务上不亚于任何人的杰出人物。
§7.53.3καὶ ταῦτʼ ἐτόλμησεν εἰπεῖν εἰδὼς ὑμᾶς πλείστην αἰδῶ ποιουμένους ἱκετῶν, καὶ μηδὲ πολεμίων τοὺς καταφεύγοντας ἐνθάδε ταύτης ἀποκλείοντας τῆς φιλανθρωπίας.
他竟敢在明知你们对恳求者怀有极大敬畏、甚至连逃到这里的敌人也不排斥于这种人道关怀之外的情况下,说出这些话。
εἰ δὲ τἀναντία ἡμᾶς ἐγίγνωσκες ἐπιτηδεύοντας, ὦ Δέκιε, ἀνόσια μὲν φρονοῦντας περὶ θεούς, ἄδικα δὲ πράττοντας πρὸς ἀνθρώπους, τί ἂν ἡμῖν τούτου συνεβούλευες ἔργον ὑπομεῖναι δεινότερον, ἀφʼ οὗ πρόρριζοι καὶ πανώλεις, μισηθέντες θεοῖς τε καὶ ἀνθρώποις, διαφθαρησόμεθα;
戴基乌斯啊,如果你明知我们平时的所作所为恰恰相反,对神明怀有不敬的想法,对人类做出不义的行为,那么你还会建议我们去忍受什么比这更可怕的事,以至于我们将被连根拔起并彻底毁灭,成为神明和人类共同憎恶的对象?
§7.53.4οὐ δεόμεθά σου συμβούλου, Δέκιε, οὔτε περὶ πολιτῶν ἐκδόσεως οὔτε περὶ ἄλλου χρήματος ὧν ἡμῖν πρακτέον οὐδενός· οὐδὲ ὀθνείᾳ φρονήσει νέων ἀνδρῶν τὰ οἰκεῖα συμφέροντα κρίνειν οἰόμεθα δεῖν οἱ μέχρι τῆσδε τῆς ἡλικίας διὰ πολλῆς πείρας κακῶν τε καὶ ἀγαθῶν ἐληλυθότες.
戴基乌斯,我们不需要你做参谋,无论是在交出公民的事上,还是在任何我们必须做的其他事情上;我们这些经历了许多祸福和丰富经验而活到这个年纪的人,也不认为应当用年轻人的外来智慧来评判切身的利益。
πολέμου δʼ ἀπειλάς, αἷς χρώμενοι φοβεῖτε ἡμᾶς, οὐ νῦν πρῶτον ἐπαγομένας ὑφʼ ὑμῶν, ἀλλὰ πολλάκις ἤδη καὶ ὑπὸ πολλῶν ἐπανασεισθείσας τῇ συνήθει πρᾳότητι παραδόντες ἀκαταπλήκτως οἴσομεν.
至于你们用以恐吓我们的战争威胁,这并不是第一次由你们提出,而是早已多次被许多人动用过,我们将以一贯的沉着来应对它们,毫不畏惧地予以承受。
§7.53.5καὶ εἰ δήπερ δράσετε τὰ ὅμοια οἷς λέγετε, ἀμυνούμεθα θεούς τε συναγωνιστὰς ἔχοντες, οἳ νεμεσῶσι τοῖς ἄρχουσι πολέμου ἀδίκου, καὶ ἀνθρώπων ἕξοντες χεῖρα οὐκ ὀλίγην σύμμαχον.
如果你们果真做出与你们所言相同的事,我们将会自卫,因为我们有那些对发起不义战争者感到愤怒的神明作为共同战斗者,并且我们将拥有不少人类盟友的力量。
Λατῖνοί τε γὰρ ἅπαντες, οἷς νεωστὶ τὴν ἰσοπολιτείαν δεδώκαμεν, σὺν ἡμῖν στήσονται, ὡς περὶ πατρίδος ἤδη τῆς πόλεως τῆσδε ἀγωνιζόμενοι, αἵ τʼ ἐνθένδε ἀποικισθεῖσαι πόλεις πολλαὶ καὶ ἀγαθαὶ περὶ παντὸς ποιούμεναι σώζεσθαι τὴν μητρόπολιν ἀμυνοῦσιν αὐτῇ.
因为所有我们最近赋予其同等公民权的拉丁人,都会与我们站在一起,为了这个现在已是他们祖国的城邦而战;而从这里建立的许多优秀的殖民城市,也会将挽救母邦视为高于一切的大事,并会全力支援她。
§7.53.6εἰ δʼ εἰς ἀνάγκην ἡμᾶς κατακλείσετε τῆς πανταχόθεν ἐπικουρίας περιέχεσθαι, ὑπομενοῦμεν, ὦ Δέκιε, καὶ θεράποντας εἰς ἐλευθερίαν προκαλούμενοι καὶ πολεμίους εἰς φιλίαν καὶ πάντας ἀνθρώπους εἰς κοινωνίαν τῶν ἐκ τῆς νίκης ἐλπίδων ὁμόσε χωρεῖν ὑμῖν.
但是,如果你逼迫我们陷入不得不紧抓来自四面八方之援助的境地,戴基乌斯,我们也会忍受,甚至不惜召唤奴隶以求自由、感召敌人以求友谊、号召所有人来分享因胜利而产生的希望,以此来与你们针锋相对。
μηθενὸς δὲ τούτων δεήσειεν, ὦ Ζεῦ καὶ θεοὶ πάντες οἱ πόλιν τὴν Ῥωμαίων κατέχοντες, ἀλλʼ εἴη μέχρι λόγων τὰ φοβερὰ ταῦτʼ ἐλθεῖν, ἔργον δὲ μηθὲν ἐξ αὐτῶν γένοιτʼ ἄχαρι.
然而,愿这些都无须发生,哦,朱庇特以及所有守护罗马城的神明,愿这些可怕的事只停留在言辞上,愿这些话不要带来任何不幸的后果。

词汇与语法注释

  1. §7.53.2θαυμάσαι ἔχω — 动词 ἔχω 结合不定式,虽然在否定句中表示“不能”更为常见,但在此处用于肯定句,表示能力或必然性(“我不能不感到惊异”)。
  2. §7.53.2ἡμῶν τῶν καταγεγηρακότων — 取决于比较级 κρεῖττον 的比较属格。前述的宾格代词 ἑαυτόν(戴基乌斯自己)与代表贵族的复数第一人称属格 ἡμῶν 形成对比。
  3. §7.53.3ταύτης ἀποκλείοντας τῆς φιλανθρωπίας — 夺格性或分离性属格。动词 ἀποκλείω(排除、驱逐)支配其排除来源的属格。
  4. §7.53.4ὧν ἡμῖν πρακτέον οὐδενός — 关系代名词的格牵引。在逻辑上,该关系从句需要一个作为形容动词 πρακτέον 宾语的宾格形式(即 ἃ ἡμῖν πρακτέον οὐδέν),但关系词 ὧν 及其修饰语 οὐδενός 被先行词 ἄλλου χρήματος(属格)吸引而变为属格。
  5. §7.53.6τῆς πανταχόθεν ἐπικουρίας περιέχεσθαι — 由中间-被动语态动词 περιέχομαι(紧抓、坚持)所支配的属格。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §7.53.1-7.53.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:7.53.1-7.53.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。