§7.47.1τοιαῦτα διεξιόντος τοῦ Δεκίου καὶ τῶν ἄλλων δημάρχων ἃ παραλιπεῖν αὐτοῖς ἐκεῖνος ἐδόκει συναγορευσάντων, ἐπειδὴ γνώμας ἔδει τοὺς συνέδρους ἀποφαίνεσθαι, πρῶτοι μὲν οἱ πρεσβύτατοι τῶν ὑπατικῶν καλούμενοι κατὰ τὸν εἰωθότα κόσμον ὑπὸ τῶν ὑπάτων ἀνίσταντο, ἔπειθʼ οἱ τούτων ὑποδεέστεροι κατʼ ἄμφω ταῦτα, τελευταῖοι δʼ οἱ νεώτατοι λόγον μὲν οὐθένα λέγοντες·
デキウスがこのようなことを詳細に述べ、また他の護民官たちが、彼が言い残したと彼らに思われたことを補足して支持したとき、元老院議員たちが意見を表明する必要が生じたので、まず、執政官経験者のうち最も年長の者たちが、慣習的な順序に従って執政官たちによって指名されて起立し、その次に、これら二つの点において彼らに劣る者たちが、そして最後に、最も若い者たちが起立したが、若い者たちは何の発言も行わなかった。
ἔτι γὰρ ἦν διʼ αἰσχύνης τότε Ῥωμαίοις τοῦτο, καὶ νέος οὐδεὶς ἠξίου ἑαυτὸν σοφώτερον εἶναι πρεσβύτου·
というのも、当時ローマ人にとってこれはまだ恥ずべきことであり、若い者は誰も自分自身を年長者より賢いとは見なさなかったからである。
ἐπεκύρουν δὲ τὰς κειμένας ὑπὸ τῶν ὑπατικῶν γνώμας.
彼らは、執政官経験者たちによって提示された意見を支持するだけであった。
§7.47.2ἅπασι δὲ προσετάττετο παριοῦσι καθάπερ ἐν δικαστηρίῳ μεθʼ ὅρκου τὴν ψῆφον ἐπιφέρειν.
そして、意見を述べるために進み出るすべての者に対し、まるで法廷におけるかのように、誓いをもって自らの票を投じることが命じられていた。
Ἄππιος μὲν οὖν Κλαύδιος, ὑπὲρ οὗ καὶ πρότερον ἔφην, ὅτι μισοδημότατος ἦν τῶν πατρικίων καὶ οὐδέποτε ταῖς πρὸς τὸ δημοτικὸν ἠρέσκετο διαλλαγαῖς, οὐκ εἴα γενέσθαι τὸ προβούλευμα τοιούτοις λόγοις χρώμενος.
そこで、アッピウス・クラウディウス(彼については、貴族の中で最も民衆を嫌っており、平民との和解に決して賛成しなかったと、私も以前に述べた通りであるが)は、次のような言葉を用いて、元老院決議が成立することを許さなかった。