Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §7.4.1-7.4.5

蛮族の壊滅とアリストデモスの武功

506 / 962 箇所 · ギリシア語

要旨

蛮族は大軍の混乱と天候を通じた神々の加護により大敗し、クマイの騎兵アリストデモスが最大の武功を立てる。戦後の恩賞を巡る貴族と民衆の対立から、アリストデモスは民衆の支持を集め政界で台頭し始める。

§7.4.1ὡς δὲ κατέμαθον αὐτοὺς οἱ βάρβαροι μάχεσθαι παρεσκευασμένους, ἀλαλάξαντες ἐχώρουν ὁμόσε τὸν βάρβαρον τρόπον ἄνευ κόσμου πεζοί τε καὶ ἱππεῖς ἀναμὶξ ὡς ἅπαντας ἀναρπασόμενοι.
しかし、蛮族たちは彼らが戦う準備を整えていることを知ると、鬨の声をあげて、蛮族のやり方で規律なく、歩兵も騎兵も混ざり合って、あたかも全員をひと飲みにしようとするかのように突撃していった。
ἦν δὲ τὸ πρὸ τῆς πόλεως χωρίον, ἐν ᾧ συνέμισγον ἀλλήλοις, αὐλὼν στενὸς ὄρεσι καὶ λίμναις περικλειόμενος, τῇ μὲν ἀρετῇ τῶν Κυμαίων σύμμαχος, τῷ δὲ πλήθει τῶν βαρβάρων πολέμιος.
ところで、彼らが互いに交戦した都市の前の土地は、山々と湖に囲まれた狭い谷間であり、クマイ人の武勇にとっては味方となり、蛮族の大軍にとっては敵となるものであった。
§7.4.2ἀνατρεπόμενοι γὰρ ὑπʼ ἀλλήλων καὶ συμπατούμενοι πολλαχῇ μὲν καὶ ἄλλῃ, μάλιστα δὲ περὶ τὰ τέλματα τῆς λίμνης, οὐδʼ εἰς χεῖρας ἐλθόντες τῇ φάλαγγι τῶν Ἑλλήνων αὐτοὶ διʼ αὑτῶν οἱ πλείους διεφθάρησαν·
というのも、彼らはあちこちで、とりわけ湖の沼地の周辺で、互いに押し倒され、また踏みつけられ、ギリシア人のファランクスと交戦にすら至ることなく、彼らの大部分は自滅したからである。
καὶ ὁ μὲν πεζὸς αὐτῶν στρατὸς ὁ πολὺς περὶ ἑαυτῷ σφαλείς, ἔργον δὲ γενναῖον οὐδὲν ἀποδειξάμενος, ἄλλος ἄλλῃ διασκεδασθεὶς ἔφυγεν·
そして、彼らの夥しい歩兵軍は、自らの中で混乱し、いかなる勇敢な働きを示すこともなく、散り散りになって逃げ去った。
οἱ δʼ ἱππεῖς συνῆλθον μὲν ὁμόσε καὶ πολὺν τοῖς Ἕλλησιν οὗτοι παρέσχον πόνον.
一方、騎兵たちは突撃して、ギリシア人たちに多大な苦戦を強いた。
ἀδύνατοι δʼ ὄντες κυκλώσασθαι τοὺς πολεμίους διὰ στενοχωρίαν, καί τι καὶ τοῦ δαιμονίου κεραυνοῖς καὶ ὕδασι καὶ βρονταῖς συναγωνισαμένου τοῖς Ἕλλησι, δείσαντες εἰς φυγὴν τρέπονται.
しかし、場所の狭さのゆえに敵を包囲することができず、また神意が雷や豪雨や雷鳴をもってギリシア人たちに味方したこともあって、恐れをなして敗走した。
§7.4.3ἐν ταύτῃ τῇ μάχῃ πάντες μὲν οἱ τῶν Κυμαίων ἱππεῖς λαμπρῶς ἠγωνίσαντο, καὶ τῆς νίκης οὗτοι μάλιστα ὡμολογοῦντο αἴτιοι γενέσθαι, ὑπὲρ ἅπαντας δὲ τοὺς ἄλλους Ἀριστόδημος ὁ Μαλακὸς ἐπικαλούμενος·
この戦いにおいて、クマイ人の騎兵は全員が目覚ましく戦い、彼らが勝利の最大の功労者であると認められたが、他のすべての人々を凌駕していたのは、アリストデモス、あだ名を「マラコス」と呼ばれる者であった。
καὶ γὰρ τὸν ἡγεμόνα τῶν πολεμίων οὗτος ἀπέκτεινε μόνος ὑποστὰς καὶ ἄλλους πολλοὺς καὶ ἀγαθούς.
というのも、彼が敵の指揮官を自ら一人で立ち向かって討ち取り、さらに他の多くの優れた者たちも討ち取ったからである。
λυθέντος δὲ τοῦ πολέμου τὰς χαριστηρίους θυσίας ἀποδόντες οἱ Κυμαῖοι τοῖς θεοῖς καὶ ταφὰς τῶν ἀποθανόντων τῶν ἐν τῇ μάχῃ λαμπρὰς ποιησάμενοι περὶ τῶν ἀριστείων, ὅτῳ χρὴ τὸν πρῶτον ἀποδοῦναι στέφανον, εἰς πολλὴν κατέστησαν ἔριν.
戦争が終結すると、クマイの人々は神々に感謝の犠牲を捧げ、戦死者たちの盛大な葬儀を執り行い、最高功労の冠を誰に授けるべきかという武功の恩賞をめぐって、激しい論争に陥った。
§7.4.4οἱ μὲν γὰρ ἀκέραιοι κριταὶ τὸν Ἀριστόδημον ἐβούλοντο τιμῆσαι, καὶ ἦν ὁ δῆμος ἅπας μετʼ ἐκείνου· οἱ δὲ δυνατοὶ τὸν ἱππάρχην Ἱππομέδοντα, καὶ ἡ βουλὴ πᾶσα τούτῳ συνελάμβανεν·
公正な審判者たちはアリストデモスを顕彰したいと望み、民衆全体も彼を支持していたが、有力者たちは騎兵長官のヒッポメドンを望み、評議会全体がこれを支持していたからである。
ἦν δʼ ἀριστοκρατικὴ τότε παρὰ τοῖς Κυμαίοις ἡ πολιτεία, καὶ ὁ δῆμος οὐ πολλῶν τινων κύριος.
当時のクマイ人の政体は貴族制であり、民衆は多くの事柄に関与する権限を持っていなかった。
στάσεως δὲ διὰ ταύτην τὴν ἔριν ἀνισταμένης δείσαντες οἱ πρεσβύτεροι, μὴ πρὸς ὅπλα καὶ φόνους χωρήσῃ τὸ φιλότιμον, ἔπεισαν ἀμφοτέρας τὰς τάξεις συγχωρῆσαι τὰς ἴσας λαβεῖν τιμὰς ἑκάτερον τῶν ἀνδρῶν.
この論争のゆえに内紛が起こりかけたので、長老たちは、名誉欲が武器の使用や殺戮に発展することを恐れ、双方の陣営を説得して、両名がそれぞれ等しい名誉を受けることで妥協させた。
§7.4.5ἀπὸ ταύτης γίνεται τῆς ἀρχῆς δήμου προστάτης ὁ Ἀριστόδημος καὶ λόγου πολιτικοῦ δύναμιν ἀσκήσας ἐξεδημαγώγει τὸ πλῆθος, πολιτεύμασί τε κεχαρισμένοις ἀναλαμβάνων καὶ τοὺς σφετεριζομένους τὰ κοινὰ τῶν δυνατῶν ἐξελέγχων καὶ ἀπὸ τῶν ἑαυτοῦ χρημάτων πολλοὺς τῶν πενήτων εὖ ποιῶν·
この発端から、アリストデモスは民衆の指導者となり、政治的弁論の力を磨いて群衆を惹きつけ、彼らの意に叶う政策によって味方に引き入れ、公有財産を私物化していた有力者たちを告発し、また自らの財産から多くの貧民に施しを行った。
καὶ ἦν τοῖς προεστηκόσι τῆς ἀριστοκρατίας διὰ ταῦτʼ ἐπαχθὴς καὶ φοβερός.
そして彼はこれらのことのゆえに、貴族制の指導者たちにとって、鬱陶しくかつ恐るべき存在となった。

語釈・文法注

  1. §7.4.1ὡς ἅπαντας ἀναρπασόμενοι — 接続詞 ὡς を伴う未来分詞(ἀναρπασόμενοι)が、主動詞(ἐχώρουν)の主語である蛮族(οἱ βάρβαροι)の意図や目的を表している。対格の ἅπαντας は分詞の直接目的語。
  2. §7.4.2περί ἑαυτῷ σφαλείς — 前置詞 περί と再帰代名詞の与格 ἑαυτῷ の組み合わせは、「自らの中で/自らに躓いて」を意味する。ギリシア軍との交戦ではなく、大軍が狭い地形で自ら混乱し自滅したことを強調している。
  3. §7.4.3ὑπὲρ ἅπαντας δὲ τοὺς ἄλλους Ἀριστόδημος — 動詞(例えば ἠγωνίσατο 「戦った」や ἄριστος ἐγένετο 「最も優れていた」など)が省略された、いわゆる動詞省略(ellipsis)の文構造。前節の ἠγωνίσαντο の流れを引き継ぎ、アリストデモスの功績が他を圧倒していたことを簡潔に述べている。
  4. §7.4.4μὴ πρὸς ὅπλα καὶ φόνους χωρήσῃ — 恐れを表す分詞 δείσαντες に導かれる μὴ 節。接続法過去(χωρήσῃ)を伴い、「〜しないか(〜することになるのではないか)と恐れて」という否定の懸念を表す構文。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §7.4.1-7.4.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:7.4.1-7.4.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。