§7.4.1ὡς δὲ κατέμαθον αὐτοὺς οἱ βάρβαροι μάχεσθαι παρεσκευασμένους, ἀλαλάξαντες ἐχώρουν ὁμόσε τὸν βάρβαρον τρόπον ἄνευ κόσμου πεζοί τε καὶ ἱππεῖς ἀναμὶξ ὡς ἅπαντας ἀναρπασόμενοι.
当蛮族察觉到他们已准备好战斗时,便发出一声呐喊,以蛮族的方式毫无秩序地冲上前去,步兵和骑兵混杂在一起,仿佛要将所有人席卷而去。
ἦν δὲ τὸ πρὸ τῆς πόλεως χωρίον, ἐν ᾧ συνέμισγον ἀλλήλοις, αὐλὼν στενὸς ὄρεσι καὶ λίμναις περικλειόμενος, τῇ μὲν ἀρετῇ τῶν Κυμαίων σύμμαχος, τῷ δὲ πλήθει τῶν βαρβάρων πολέμιος.
他们彼此交战的城前之地,是一个被群山和湖泊环绕的狭窄谷地,它对库迈人的英勇来说是盟友,而对蛮族的人多势众来说则是敌人。
§7.4.2ἀνατρεπόμενοι γὰρ ὑπʼ ἀλλήλων καὶ συμπατούμενοι πολλαχῇ μὲν καὶ ἄλλῃ, μάλιστα δὲ περὶ τὰ τέλματα τῆς λίμνης, οὐδʼ εἰς χεῖρας ἐλθόντες τῇ φάλαγγι τῶν Ἑλλήνων αὐτοὶ διʼ αὑτῶν οἱ πλείους διεφθάρησαν·
因为他们四处互相撞倒并被践踏,特别是在湖泊的沼泽周围,甚至还没来得及与希腊人的方阵交锋,其大部分人就已经自相践踏而死。
καὶ ὁ μὲν πεζὸς αὐτῶν στρατὸς ὁ πολὺς περὶ ἑαυτῷ σφαλείς, ἔργον δὲ γενναῖον οὐδὲν ἀποδειξάμενος, ἄλλος ἄλλῃ διασκεδασθεὶς ἔφυγεν· οἱ δʼ ἱππεῖς συνῆλθον μὲν ὁμόσε καὶ πολὺν τοῖς Ἕλλησιν οὗτοι παρέσχον πόνον.
他们庞大的步兵军队自乱阵脚,未显出任何英勇的作为,便四处星散逃窜;而骑兵则正面交锋,给希腊人造成了极大的苦战。
ἀδύνατοι δʼ ὄντες κυκλώσασθαι τοὺς πολεμίους διὰ στενοχωρίαν, καί τι καὶ τοῦ δαιμονίου κεραυνοῖς καὶ ὕδασι καὶ βρονταῖς συναγωνισαμένου τοῖς Ἕλλησι, δείσαντες εἰς φυγὴν τρέπονται.
然而,由于地形狭窄,他们无法包围敌人,加之神明在某种程度上也用雷电、暴雨和雷鸣协助希腊人作战,他们便因恐惧而转身逃跑。
§7.4.3ἐν ταύτῃ τῇ μάχῃ πάντες μὲν οἱ τῶν Κυμαίων ἱππεῖς λαμπρῶς ἠγωνίσαντο, καὶ τῆς νίκης οὗτοι μάλιστα ὡμολογοῦντο αἴτιοι γενέσθαι, ὑπὲρ ἅπαντας δὲ τοὺς ἄλλους Ἀριστόδημος ὁ Μαλακὸς ἐπικαλούμενος· καὶ γὰρ τὸν ἡγεμόνα τῶν πολεμίων οὗτος ἀπέκτεινε μόνος ὑποστὰς καὶ ἄλλους πολλοὺς καὶ ἀγαθούς.
在这场战斗中,所有库迈人的骑兵都表现得十分英勇,大家公认他们是取得胜利的最大功臣,但在所有人之上最突出的,是被称为“马拉科斯”的阿里斯托德莫斯;因为他独自一人坚守阵地,击杀了敌军的首领,以及许多其他英勇的战士。
λυθέντος δὲ τοῦ πολέμου τὰς χαριστηρίους θυσίας ἀποδόντες οἱ Κυμαῖοι τοῖς θεοῖς καὶ ταφὰς τῶν ἀποθανόντων τῶν ἐν τῇ μάχῃ λαμπρὰς ποιησάμενοι περὶ τῶν ἀριστείων, ὅτῳ χρὴ τὸν πρῶτον ἀποδοῦναι στέφανον, εἰς πολλὴν κατέστησαν ἔριν.
战争结束后,库迈人向神明献上了感恩的祭品,并为战斗中牺牲的人举行了隆重的葬礼,随后关于最高武功勋章——应该把第一顶桂冠授予谁,他们陷入了极大的争论之中。
§7.4.4οἱ μὲν γὰρ ἀκέραιοι κριταὶ τὸν Ἀριστόδημον ἐβούλοντο τιμῆσαι, καὶ ἦν ὁ δῆμος ἅπας μετʼ ἐκείνου· οἱ δὲ δυνατοὶ τὸν ἱππάρχην Ἱππομέδοντα, καὶ ἡ βουλὴ πᾶσα τούτῳ συνελάμβανεν·
因为公正的评判者们希望表彰阿里斯托德莫斯,全体平民也都支持他;而有权势的人则希望表彰骑兵长官希波墨冬,整个议会也全力支持此人。
ἦν δʼ ἀριστοκρατικὴ τότε παρὰ τοῖς Κυμαίοις ἡ πολιτεία, καὶ ὁ δῆμος οὐ πολλῶν τινων κύριος.
当时库迈人的政体是贵族制,平民对许多事务并没有决定权。
στάσεως δὲ διὰ ταύτην τὴν ἔριν ἀνισταμένης δείσαντες οἱ πρεσβύτεροι, μὴ πρὸς ὅπλα καὶ φόνους χωρήσῃ τὸ φιλότιμον, ἔπεισαν ἀμφοτέρας τὰς τάξεις συγχωρῆσαι τὰς ἴσας λαβεῖν τιμὰς ἑκάτερον τῶν ἀνδρῶν.
由于这场争论而引发了内讧的危险,长老们担心这种争名夺利会发展到诉诸武力和流血冲突,便说服双方阵营做出妥协,让这两个人各自获得同等的荣誉。
§7.4.5ἀπὸ ταύτης γίνεται τῆς ἀρχῆς δήμου προστάτης ὁ Ἀριστόδημος καὶ λόγου πολιτικοῦ δύναμιν ἀσκήσας ἐξεδημαγώγει τὸ πλῆθος, πολιτεύμασί τε κεχαρισμένοις ἀναλαμβάνων καὶ τοὺς σφετεριζομένους τὰ κοινὰ τῶν δυνατῶν ἐξελέγχων καὶ ἀπὸ τῶν ἑαυτοῦ χρημάτων πολλοὺς τῶν πενήτων εὖ ποιῶν· καὶ ἦν τοῖς προεστηκόσι τῆς ἀριστοκρατίας διὰ ταῦτʼ ἐπαχθὴς καὶ φοβερός.
以此为开端,阿里斯托德莫斯成为了平民的领袖,他通过操练政治演说术来拉拢群众,通过受人欢迎的政治举措争取民心,揭发那些私吞公款的权贵,并用自己的财产周济了许多穷人;正因如此,他对于贵族政治的统治者们来说,变得既令人厌恶又令人畏惧。