§7.38.1διαλυθείσης δὲ τῆς στρατιᾶς ὁ μὲν Σικίννιος ὁ δήμαρχος συναγαγὼν τὸ πλῆθος εἰς ἐκκλησίαν προεῖπεν ἡμέραν, ἐν ᾗ συντελεῖν ἔμελλε τὴν περὶ τοῦ Μαρκίου κρίσιν·
軍隊が解散すると、護民官のシキニウスは群衆を民会に招集し、マルキウスに関する裁判を執り行う予定の日を指定した。
καὶ παρεκάλει τούς τε κατὰ πόλιν ὑπάρχοντας ἀθρόους ἥκειν ἐπὶ τὴν διάγνωσιν τῆς δίκης καὶ τοὺς ἐπὶ τῶν ἀγρῶν διατρίβοντας ἀφεμένους τῶν ἔργων εἰς τὴν αὐτὴν ἡμέραν ἀπαντᾶν, ὡς ὑπὲρ ἐλευθερίας καὶ σωτηρίας ὅλης τῆς πόλεως τὴν ψῆφον ἀναληψομένους·
そして、市内に住む人々には裁判の審理のために大挙して集まるよう求め、地方で暮らす人々には仕事を放り出してその同じ日に集まるよう求めた。 それは都市全体の自由と安全のために投票することになるのだから、という趣旨であった。
παρήγγελλε δὲ καὶ τῷ Μαρκίῳ παρεῖναι πρὸς τὴν ἀπολογίαν ὡς οὐδενὸς ἀτυχήσοντι τῶν περὶ §7.38.2τὰς κρίσεις νομίμων.
また、マルキウスに対しても、裁判に関するいかなる正当な法的権利も奪われることはないであろうとして、弁明のために出頭するよう命じた。
τοῖς δʼ ὑπάτοις ἐδόκει βουλευσαμένοις μετὰ τοῦ συνεδρίου μὴ περιορᾶν τὸν δῆμον ἐξουσίας τηλικαύτης κύριον γενόμενον.
他方、執政官たちには、元老院と協議した結果、民衆がこれほど大きな権限を握るのを黙過すべきではないと思われた。
εὕρητο δʼ αὐτοῖς τῆς κωλύσεως ἀφορμὴ δικαία καὶ νόμιμος, ᾗ χρώμενοι πάντα διαλύσειν ᾤοντο τὰ τῶν ἀντιδίκων βουλεύματα.
そして、彼らには阻止するための公正かつ合法的な口実が見出されており、それを用いれば対立者たちの計画をすべて瓦解させることができると考えていた。
καὶ μετὰ τοῦτο παρεκάλεσαν εἰς λόγους ἐλθεῖν τοὺς προεστηκότας τοῦ δήμου συνόντων αὐτοῖς τῶν ἐπιτηδείων.
この後、彼らは自分たちの親しい者たちを同伴させて、民衆の指導者たちと話し合いの場を持つことを求めた。
§7.38.3καὶ ἔλεξε Μηνύκιος τοιάδε· ἡμῖν, ὦ δήμαρχοι, δοκεῖ χρῆναι τὴν στάσιν ἐξελαύνειν ἐκ τῆς πόλεως ἁπάσῃ δυνάμει καὶ μὴ φιλονεικεῖν ἐναντία τῷ δήμῳ περὶ μηδενὸς χρήματος·
そして、ミヌキウスは次のように語った。「護民官諸君、我々としては、全力を尽くしてこの都市から内紛を追い払うべきであり、いかなる事柄についても民衆と対立して争うべきではないと考えている。
μάλιστα δʼ ὅταν ὁρῶμεν ὑμᾶς ἀπὸ τῶν βιαίων ἐπὶ τὰ δίκαια καὶ τοὺς λόγους ἥκοντας.
とりわけ、諸君が暴力的な手段から公正な手続きと話し合いへと移行するのを目にするときには、なおさらである。
ταύτης μέντοιγε τῆς γνώμης ἐπαινοῦντες ὑμᾶς τὴν βουλὴν οἰόμεθα δεῖν ἄρξαι προβούλευμα ποιησαμένην, ὥσπερ ἐστὶν ἡμῖν πάτριον.
もっとも、この考えについて諸君を称賛しつつも、我々の祖先伝来の慣習がそうであるように、元老院が予備決議を作成して端緒を開くべきであると我々は考える。
δύναισθε δʼ ἂν καὶ
諸君自身もこのことを証言できるはずである。
§7.38.4αὐτοὶ τοῦτο μαρτυρεῖν, ὅτι, ἐξ οὗ τήνδε τὴν πόλιν ἔκτισαν ἡμῶν οἱ πρόγονοι, τοῦτο τὸ γέρας ἔχουσα ἡ βουλὴ διατετέλεκε, καὶ οὐθὲν πώποτε ὁ δῆμος, ὅ τι μὴ προβουλεύσειεν ἡ βουλή, οὔτʼ ἐπέκρινεν οὔτʼ ἐπεψήφισεν, οὐχ ὅτι νῦν, ἀλλʼ οὐδʼ ἐπὶ τῶν βασιλέων, ἀλλʼ ὅσα τῷ συνεδρίῳ δόξειε, ταῦθʼ οἱ βασιλεῖς εἰς τὸν δῆμον ἐκφέροντες ἐπεκύρουν.
すなわち、我々の祖先がこの都市を創建して以来、元老院はこの特権を保持し続けてきたのであり、元老院が予備決議をしなかったことについては、民衆はかつて一度も、現在だけでなく王たちの時代においてすら、決定を下すことも投票にかけることもしなかった。 むしろ、元老院に承認されたことのみを、王たちが民衆の前に提示して承認させていたのである。
μὴ δὴ τοῦτʼ ἀφαιρεῖσθε τὸ δίκαιον ἡμῶν, μηδὲ ἀρχαῖον καλὸν ἔθος ἀφανίζετε·
それゆえ、我々のこの権利を奪わないでほしい。 また、古き良き慣習を消し去らないでほしい。
διδάξαντες δὲ τὸ συνέδριον, ὅτι δικαίου δεῖσθε καὶ μετρίου πράγματος, ὅτι ἂν ἐκείνῳ δοκῇ, τούτου τὸν δῆμον ἀποδείξατε κύριον.
むしろ、元老院に対して諸君が公正で中庸な事柄を求めているのだと説明し、元老院が承認したことについて、民衆をその決定権者とせよ。 」