§7.37.1μετὰ τοῦθʼ οἱ μὲν ὕπατοι συναγαγόντες τὴν βουλὴν ἐσκόπουν ἐφʼ ἡσυχίας, τίς ἂν γένοιτο τῆς παρούσης ταραχῆς λύσις.
この後、執政官たちは元老院を招集し、現在の混乱の解決策がいかなるものになり得るかを内密に検討した。
καὶ ἔδοξεν αὐτοῖς πρῶτον μὲν ἀποθεραπεῦσαι τοὺς δημότας, εὐώνους πάνυ καὶ λυσιτελεῖς ποιήσαντας αὐτοῖς τὰς ἀγοράς·
そして彼らは、第一に、市場の物資を彼らにとって極めて安価で有益なものにすることによって平民たちを慰撫することを決定した。
ἔπειτα πείθειν τοὺς προεστηκότας αὐτῶν χάριτι τῆς βουλῆς παύσασθαι καὶ μὴ παράγειν τὸν Μάρκιον, εἰ δὲ μὴ πείθοιεν εἰς μακροτάτους ἀναβάλλεσθαι χρόνους, ἕως ἂν μαρανθῶσιν αἱ τῶν πολλῶν ὀργαί.
第二に、元老院の好意に免じて(争いを)やめてマルキウスを裁判に引き出さないよう彼らの指導者たちを説得することを、またもし説得できない場合には、大衆の怒りが収まるまで可能な限り長い期間(裁判を)延期することを決定した。
§7.37.2ταῦτα ψηφισάμενοι τὸ μὲν ὑπὲρ τῆς ἀγορᾶς δόγμα εἰς τὸν δῆμον ἐξήνεγκαν καὶ πάντων ἐπαινεσάντων ἐκύρωσαν.
これらを決議した上で、彼らは市場に関する決議を民衆の前に提出し、全員が賛同したためそれを承認した。
ἦν δὲ τοιόνδε·
それは次のような内容であった。
τὰς τιμὰς εἶναι τῶν ὠνίων τῶν πρὸς τὸν καθʼ ἡμέραν βίον, αἵτινες ἐγένοντʼ ἐλάχισται πρὸ τῆς ἐμφυλίου στάσεως.
すなわち、日常生活に必要な売り物の価格を、内乱の前に最も安かった価格に設定することである。
παρὰ δὲ τῶν δημάρχων πολλὰ λιπαρήσαντες τὴν μὲν ὁλοσχερῆ πάρεσιν οὐχ εὕροντο, τὴν δʼ εἰς χρόνον ὅσον ἠξίουν ἀναβολὴν ἔλαβον· αὐτοί τε προσεμηχανήσαντο διατριβὴν ἑτέραν ἀφορμῇ τοιᾷδε χρησάμενοι.
他方、彼らは護民官たちに何度も熱心に懇願したが、完全な(訴追の)免除は得られず、ただ彼らが求めただけの期間の延期を勝ち取った。 そして、彼ら自身も、次のような契機を利用して別の時間稼ぎを考案した。
§7.37.3τοὺς ἐκ Σικελίας ἀποσταλέντας ὑπὸ τοῦ τυράννου πρέσβεις καὶ παρακομίσαντας τῷ δήμῳ τὴν τοῦ σίτου δωρεὰν ἀποπλέοντας οἴκαδε Ἀντιάται πειρατήριον στείλαντες κατήγαγον ἀποσαλεύοντας οὐ πρόσω τῶν λιμένων καὶ τά τε χρήματʼ αὐτῶν ὡς πολεμίων δι’ ὠφελείας ἔθεντο, καὶ τὰ σώματα κατακλείσαντες εἶχον ἐν φυλακῇ.
シケリアから僭主によって派遣され、民衆に穀物の寄付を送り届けて帰路についていた使節たちを、アンティウム市民たちが海賊船を派遣して、港から遠くないところに停泊していたところを拿捕した。 そして、彼らの財産を敵のものとして戦利品にし、身柄を拘束して牢に監禁していた。
§7.37.4ταῦτα μαθόντες οἱ ὕπατοι ἔξοδον ἐψηφίσαντο ἐπὶ τοὺς Ἀντιάτας, ἐπειδὴ πρεσβευομένοις αὐτοῖς οὐδὲν ἠξίουν τῶν δικαίων ποιεῖν·
これを知った執政官たちは、アンティウム市民に対する遠征を決議した。 ローマ側が使節を派遣したにもかかわらず、アンティウム側が正当な要求を何一つ実行しようとしなかったからである。
καὶ ποιησάμενοι τῶν ἐν ἀκμῇ κατάλογον ἐξῄεσαν ἀμφότεροι, ψήφισμα κυρώσαντες ὑπὲρ ἀναβολῆς τῶν τʼ ἰδίων καὶ τῶν δημοσίων δικῶν, ὅσον ἂν χρόνον ὦσιν ἐν τοῖς ὅπλοις.
そして、彼らは兵役に適した年代の者たちの動員名簿を作成して、二人とも出陣した。 その際、自分たちが武器をとっている間は私的および公的な裁判を延期するという決議を承認した。
§7.37.5ἐγένετο δʼ οὗτος οὐχ ὅσον ὑπέλαβον, ἀλλὰ πολλῷ ἐλάττων.
しかし、この期間は彼らが予想したほどの長さではなく、はるかに短かった。
οἱ γὰρ Ἀντιάται μαθόντες ἐξεστρατευμένους πανδημεὶ Ῥωμαίους οὐδὲ τὸν ἐλάχιστον ἀντέσχον χρόνον, δεόμενοι δὲ καὶ λιπαροῦντες τά τε σώματα τῶν ἁλόντων Σικελιωτῶν ἀπέδοσαν καὶ τὰ χρήματα, ὥστʼ ἠναγκάσθησαν οἱ Ῥωμαῖοι εἰς τὴν πόλιν ἀναστρέψαι.
なぜなら、アンティウム市民たちは、ローマ人が総出で遠征してきたことを知ると、ほんの少しの間も抵抗せず、哀願し懇願しながら、捕らえていたシケリア人たちの身柄と財産を返還したからである。 その結果、ローマ人たちは都市へと帰還することになった。