Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §7.38.1-7.38.4

西基尼乌斯确定审判日期与元老院特权交涉

第 540 段,共 962 段 · 希腊语

内容简介

军队解散后,护民官西基尼乌斯确定了审判日期并动员群众。执政官们与元老院商议后,通过米努基乌斯与护民官交涉,以维护元老院传统的预先决议(预案)特权。

§7.38.1διαλυθείσης δὲ τῆς στρατιᾶς ὁ μὲν Σικίννιος ὁ δήμαρχος συναγαγὼν τὸ πλῆθος εἰς ἐκκλησίαν προεῖπεν ἡμέραν, ἐν ᾗ συντελεῖν ἔμελλε τὴν περὶ τοῦ Μαρκίου κρίσιν·
军队解散后,护民官西基尼乌斯召集群众举行集会,宣布了将要对马尔基乌斯进行审判的日期。
καὶ παρεκάλει τούς τε κατὰ πόλιν ὑπάρχοντας ἀθρόους ἥκειν ἐπὶ τὴν διάγνωσιν τῆς δίκης καὶ τοὺς ἐπὶ τῶν ἀγρῶν διατρίβοντας ἀφεμένους τῶν ἔργων εἰς τὴν αὐτὴν ἡμέραν ἀπαντᾶν, ὡς ὑπὲρ ἐλευθερίας καὶ σωτηρίας ὅλης τῆς πόλεως τὴν ψῆφον ἀναληψομένους·
他呼吁城里的居民成群结队地来参加判决,也呼吁在乡下劳作的人放下手中的工作在同一天赶来,因为他们将为整个城邦的自由与安全投下选票。
παρήγγελλε δὲ καὶ τῷ Μαρκίῳ παρεῖναι πρὸς τὴν ἀπολογίαν ὡς οὐδενὸς ἀτυχήσοντι τῶν περὶ §7.38.2τὰς κρίσεις νομίμων.
他同时命令马尔基乌斯出席答辩,并向他保证,他不会失去任何关于审判的法定权利。
τοῖς δʼ ὑπάτοις ἐδόκει βουλευσαμένοις μετὰ τοῦ συνεδρίου μὴ περιορᾶν τὸν δῆμον ἐξουσίας τηλικαύτης κύριον γενόμενον.
然而,执政官们在与元老院商议后,决定不容许平民掌握如此重大的权力。
εὕρητο δʼ αὐτοῖς τῆς κωλύσεως ἀφορμὴ δικαία καὶ νόμιμος, ᾗ χρώμενοι πάντα διαλύσειν ᾤοντο τὰ τῶν ἀντιδίκων βουλεύματα.
他们找到了一个公正而合法的阻挠契机,认为利用这一契机,就能使对手的所有计划彻底瓦解。
καὶ μετὰ τοῦτο παρεκάλεσαν εἰς λόγους ἐλθεῖν τοὺς προεστηκότας τοῦ δήμου συνόντων αὐτοῖς τῶν ἐπιτηδείων.
此后,他们邀请平民的领袖们来进行谈话,并由他们自己的亲信陪同。
§7.38.3καὶ ἔλεξε Μηνύκιος τοιάδε· ἡμῖν, ὦ δήμαρχοι, δοκεῖ χρῆναι τὴν στάσιν ἐξελαύνειν ἐκ τῆς πόλεως ἁπάσῃ δυνάμει καὶ μὴ φιλονεικεῖν ἐναντία τῷ δήμῳ περὶ μηδενὸς χρήματος· μάλιστα δʼ ὅταν ὁρῶμεν ὑμᾶς ἀπὸ τῶν βιαίων ἐπὶ τὰ δίκαια καὶ τοὺς λόγους ἥκοντας.
米努基乌斯发表了如下讲话:“护民官们,我们认为应当全力将内讧驱逐出城邦,而不应在任何事情上与平民对立竞争;尤其是当我们看到你们从暴力手段转向公正与言理之时,更是如此。
ταύτης μέντοιγε τῆς γνώμης ἐπαινοῦντες ὑμᾶς τὴν βουλὴν οἰόμεθα δεῖν ἄρξαι προβούλευμα ποιησαμένην, ὥσπερ ἐστὶν ἡμῖν πάτριον. δύναισθε δʼ ἂν καὶ
然而,在赞赏你们这一想法的同时,我们认为应当按照我们祖传的惯例,由元老院先制定一项预案来开启这一进程。
§7.38.4αὐτοὶ τοῦτο μαρτυρεῖν, ὅτι, ἐξ οὗ τήνδε τὴν πόλιν ἔκτισαν ἡμῶν οἱ πρόγονοι, τοῦτο τὸ γέρας ἔχουσα ἡ βουλὴ διατετέλεκε, καὶ οὐθὲν πώποτε ὁ δῆμος, ὅ τι μὴ προβουλεύσειεν ἡ βουλή, οὔτʼ ἐπέκρινεν οὔτʼ ἐπεψήφισεν, οὐχ ὅτι νῦν, ἀλλʼ οὐδʼ ἐπὶ τῶν βασιλέων, ἀλλʼ ὅσα τῷ συνεδρίῳ δόξειε, ταῦθʼ οἱ βασιλεῖς εἰς τὸν δῆμον ἐκφέροντες ἐπεκύρουν.
你们自己也能证明这一点:自从我们的祖先创建这座城邦以来,元老院一直保持着这项特权,而平民在任何时候——不仅是现在,甚至在国王统治时期——都从未对元老院未曾预先决议的任何事情做出过决定或投票。 相反,凡是元老院赞同的事,国王们才会将其呈报给平民并予以批准。
μὴ δὴ τοῦτʼ ἀφαιρεῖσθε τὸ δίκαιον ἡμῶν, μηδὲ ἀρχαῖον καλὸν ἔθος ἀφανίζετε·
因此,请不要剥夺我们的这项权利,也不要废除古老而优良的习俗。
διδάξαντες δὲ τὸ συνέδριον, ὅτι δικαίου δεῖσθε καὶ μετρίου πράγματος, ὅτι ἂν ἐκείνῳ δοκῇ, τούτου τὸν δῆμον ἀποδείξατε κύριον.
相反,你们应当向元老院说明,你们所要求的是公正且适度的事情,凡是元老院所赞同的,就让平民成为其决定者。 ”

词汇与语法注释

  1. 7.38.1ὡς οὐδενὸς ἀτυχήσοντι — ὡς 与将来时分词 ἀτυχήσοντι(与格单数)连用,与主语动词 παρήγγελλε 的与格宾语 τῷ Μαρκίῳ 一致,表示对他的主观保证(“向他保证他将不会失去……”)。动词 ἀτυχέω 支配属格(οὐδενὸς)。
  2. 7.38.2μὴ περιορᾶν τὸν δῆμον ἐξουσίας τηλικαύτης κύριον γενόμενον — 不定式 μὴ περιορᾶν 依赖于无人称表达 ἐδόκει。动词 περιοράω(默许、容忍)采用“宾格(τὸν δῆμον)+ 分词(γενόμενον)”的结构,意思是“不容许平民成为……”。κύριος 支配属格 ἐξουσίας。
  3. 7.38.4τοῦτο τὸ γέρας ἔχουσα ἡ βουλὴ διατετέλεκε — 动词 διατελέω 连用分词表示动作的持续(“一直……”)。在此处与 ἔχουσα(主格阴性单数,与 ἡ βουλὴ 一致)连用,表示“元老院一直保持着……”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §7.38.1-7.38.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:7.38.1-7.38.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。