§7.33.1τοιαῦτα τοῦ Μηνυκίου διεξελθόντος ὁρῶντες οἱ δήμαρχοι τῇ τε μετριότητι τῶν λόγων καὶ τῇ φιλανθρωπίᾳ τῶν ὑποσχέσεων ἐπαγόμενον τὸ πλῆθος ἤχθοντο καὶ χαλεπῶς ἔφερον, μάλιστα δὲ Γάιος Σικίννιος Βελλοῦτος, ὁ πείσας τοὺς πένητας ἀποστῆναι τῶν πατρικίων καὶ στρατηγὸς ἀποδειχθεὶς ὑπʼ αὐτῶν, ἕως ἦσαν ἐν τοῖς ὅπλοις, ἔχθιστος ἀνὴρ ἀριστοκρατίᾳ καὶ διὰ τοῦτο προηγμένος ὑπὸ τῶν πολλῶν εἰς ἐπιφάνειαν τήν τε δημαρχικὴν ἐξουσίαν δεύτερον ἤδη παρειληφώς, ἁπάντων ἥκιστα τῶν δημαγωγῶν ἑαυτῷ συμφέρειν ὁμονοῆσαι οἰόμενος τὴν πόλιν καὶ τὸν ἀρχαῖον ἀναλαβεῖν κόσμον.
メネニウスがこのようなことを述べ終えると、護民官たちは、言葉の穏健さと約束の慈悲深さによって群衆が引き付けられているのを見て、不満に思い、憤慨した。 特にガイウス・シキニウス・ベッルートゥスがそうであった。 彼は貧民たちをパトリキから離反するよう説得し、彼らが武器をとっている間、彼らによって将軍に任命された男で、貴族政にとって極めて敵対的な人物であり、それゆえに民衆によって顕著な地位へと引き上げられ、護民官の権限をすでに二度目として引き受けており、すべての民衆指導者の中で最も、国家が協調を取り戻しかつての秩序を回復することが、自分にとって不都合であると考えていた。
§7.33.2οὐ γὰρ ὅσον τὰς τιμὰς καὶ τὰς δυνάμεις ἕξειν ἔτι τὰς αὐτὰς ὑπελάμβανεν ἀριστοκρατίας πολιτευομένης, γεγονώς τε κακῶς καὶ τεθραμμένος ἀδόξως καὶ λαμπρὸν οὐθὲν ἀποδειξάμενος οὔτε κατὰ πολέμους οὔτʼ ἐν εἰρήνῃ, ἀλλὰ καὶ περὶ τῶν ἐσχάτων κινδυνεύσειν, ὡς διεστασιακὼς τὴν πόλιν καὶ πολλῶν αὐτῇ κακῶν γεγονὼς αἴτιος.
なぜなら彼は、貴族政が行われているときには、もはや同じ名誉や権力を保持することはないだろうと考えていただけでなく、生まれが悪く、無名に育ち、戦争においても平和な時にも何一つ輝かしい功績を示してこなかったので、国家を分裂させ、国家に多くの災いをもたらした張本人であるとして、極限の危険にさえ瀕することになるだろうと考えていたからである。
§7.33.3ἐνθυμηθεὶς δὴ ὅσα χρῆν λέγειν τε καὶ πράττειν καὶ μετὰ τῶν συναρχόντων βουλευσάμενος, ἐπειδὴ κἀκείνους ἔσχεν ὁμογνώμονας, ἀνέστη καὶ μικρὰ περὶ τῆς κατεχούσης τὸν δῆμον ἀτυχίας ἀποδυράμενος τούς θʼ ὑπάτους ἐπῄνεσεν, ὅτι λόγον ἠξίωσαν ὑποσχεῖν τοῖς δημόταις οὐχ ὑπεριδόντες αὐτῶν τῆς ταπεινότητος, καὶ τοῖς πατρικίοις εἰδέναι χάριν ἔφησεν, εἴ τις αὐτοῖς ἤδη ποτὲ φροντὶς εἰσέρχεται τῆς σωτηρίας τῶν πενήτων· καὶ ἔτι μᾶλλον ἔφη μετὰ πάντων ἐκμαρτυρήσειν, ἐὰν ὅμοια παράσχωνται τοῖς λόγοις τὰ ἔργα.
そこで彼は、語り行われるべきすべてのことを熟考し、同僚たちと相談し、彼らもまた同意見であることを確認すると、立ち上がり、民衆を襲っている不運について少し嘆いた後、執政官たちが民衆の卑しさを侮ることなく、彼らに答弁を提示するに値すると認めたことを称賛し、また貴族たちに対しても、もし彼らに今やようやく貧民たちの救済への配慮が芽生えつつあるのなら、感謝していると述べ、もし彼らが言葉に相応しい行動を示してくれるなら、すべての人とともにさらにいっそうそれを証言するだろうと語った。