Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §7.33.1-7.33.3

护民官西基尼乌斯反对与元老院和解

第 535 段,共 962 段 · 希腊语

内容简介

看到群众被梅内尼乌斯温和的演说所打动,护民官西基尼乌斯担心和解会威胁到自己的地位,便说服同僚表示反对。他起立发言,讽刺地称赞了执政官和贵族对穷人的突然关心,并要求他们的行动必须与诺言相符。

§7.33.1τοιαῦτα τοῦ Μηνυκίου διεξελθόντος ὁρῶντες οἱ δήμαρχοι τῇ τε μετριότητι τῶν λόγων καὶ τῇ φιλανθρωπίᾳ τῶν ὑποσχέσεων ἐπαγόμενον τὸ πλῆθος ἤχθοντο καὶ χαλεπῶς ἔφερον, μάλιστα δὲ Γάιος Σικίννιος Βελλοῦτος, ὁ πείσας τοὺς πένητας ἀποστῆναι τῶν πατρικίων καὶ στρατηγὸς ἀποδειχθεὶς ὑπʼ αὐτῶν, ἕως ἦσαν ἐν τοῖς ὅπλοις, ἔχθιστος ἀνὴρ ἀριστοκρατίᾳ καὶ διὰ τοῦτο προηγμένος ὑπὸ τῶν πολλῶν εἰς ἐπιφάνειαν τήν τε δημαρχικὴν ἐξουσίαν δεύτερον ἤδη παρειληφώς, ἁπάντων ἥκιστα τῶν δημαγωγῶν ἑαυτῷ συμφέρειν ὁμονοῆσαι οἰόμενος τὴν πόλιν καὶ τὸν ἀρχαῖον ἀναλαβεῖν κόσμον.
当梅内尼乌斯说完这些话后,护民官们看到群众被他言辞的温和与诺言的仁慈所吸引,感到不满并极为恼怒,尤其是盖乌斯·西基尼乌斯·贝鲁图斯,他曾说服穷人背离贵族,并在他们武装起义期间被他们推举为将军,此人对贵族制极为敌视,并因此被平民推举到显赫地位,如今已是第二次出任护民官之职,在所有煽动家之中,他最认为城邦达成和解并恢复旧有秩序对自己而言最无利益。
§7.33.2οὐ γὰρ ὅσον τὰς τιμὰς καὶ τὰς δυνάμεις ἕξειν ἔτι τὰς αὐτὰς ὑπελάμβανεν ἀριστοκρατίας πολιτευομένης, γεγονώς τε κακῶς καὶ τεθραμμένος ἀδόξως καὶ λαμπρὸν οὐθὲν ἀποδειξάμενος οὔτε κατὰ πολέμους οὔτʼ ἐν εἰρήνῃ, ἀλλὰ καὶ περὶ τῶν ἐσχάτων κινδυνεύσειν, ὡς διεστασιακὼς τὴν πόλιν καὶ πολλῶν αὐτῇ κακῶν γεγονὼς αἴτιος.
因为他不仅认为,在贵族执政的情况下自己将无法再保有同样的名誉和权力,且因出身寒微、成长于无名之中,无论在战争还是和平时期都未曾展现过任何辉煌的功绩,而且由于他分裂了城邦并成为城邦诸多灾难的始作俑者,他还将面临极端的危险。
§7.33.3ἐνθυμηθεὶς δὴ ὅσα χρῆν λέγειν τε καὶ πράττειν καὶ μετὰ τῶν συναρχόντων βουλευσάμενος, ἐπειδὴ κἀκείνους ἔσχεν ὁμογνώμονας, ἀνέστη καὶ μικρὰ περὶ τῆς κατεχούσης τὸν δῆμον ἀτυχίας ἀποδυράμενος τούς θʼ ὑπάτους ἐπῄνεσεν, ὅτι λόγον ἠξίωσαν ὑποσχεῖν τοῖς δημόταις οὐχ ὑπεριδόντες αὐτῶν τῆς ταπεινότητος, καὶ τοῖς πατρικίοις εἰδέναι χάριν ἔφησεν, εἴ τις αὐτοῖς ἤδη ποτὲ φροντὶς εἰσέρχεται τῆς σωτηρίας τῶν πενήτων· καὶ ἔτι μᾶλλον ἔφη μετὰ πάντων ἐκμαρτυρήσειν, ἐὰν ὅμοια παράσχωνται τοῖς λόγοις τὰ ἔργα.
于是,在深思熟虑了所有该说该做的事并与同僚们商议,且在得知他们也持相同意见之后,他站起身来,在简短地哀叹了笼罩着平民的厄运之后,称赞了执政官们,因为他们没有蔑视平民的卑微,而是认为应当给市民们一个交代,并表示对贵族们心怀感激,如果他们如今终于开始关心起穷人的救生问题;并且他还说,如果他们能使自己的行动与言辞相符,他将与所有人一起更加予以证明。

词汇与语法注释

  1. 7.33.1ὁμονοῆσαι τὴν πόλιν — “城邦达成和解”之意。代格 τὴν πόλιν 作为自动词不定式 ὁμονοῆσαι 的主语(代格加不定式结构)。该不定式短语与后面的 καὶ τὸν ἀρχαῖον ἀναλαβεῖν κόσμον(恢复旧有秩序)一同构成了非人称动词 συμφέρειν(对某人有利)的实际主语。
  2. 7.33.2οὐ γὰρ ὅσον — οὐχ ὅσον... ἀλλὰ καί...(不仅……而且……)的关联结构。主动词 ὑπελάμβανεν 支配两个将来不定式:ἕξειν(伴随 οὐχ ὅσον)和 κινδυνεύσειν(伴随 ἀλλὰ καί)。这里 οὐχ ὅσον 带有“远非……”的否定意味,表示他不仅认为自己无法维持原有的名誉和权力,而且还认为自己甚至会面临生命危险(τὰ ἔσχατα)。
  3. 7.33.3εἰδέναι χάριν — 意为“感激”的习惯用语 χάριν εἰδέναι 后面接了一个表示原因的 εἴ 从句(“如果说……”)。在希腊语中,表示情感或态度的词语后面,往往用 εἴ 从句代替 ὅτι 从句,以一种委婉或带有假设语气的方式来引出原因。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §7.33.1-7.33.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:7.33.1-7.33.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。