§7.34.1εἰπὼν δὲ ταῦτα καὶ δόξας μέτριος ὀργὴν εἶναι καὶ διαλλακτικὸς ἐπιστρέφει πρὸς τὸν Μάρκιον παρεστηκότα τοῖς ὑπάτοις καὶ λέγει·
このように語り、怒りにおいて穏健であり協調的であると思われた後、彼は執政官たちの傍らに立っていたマルキウスの方へ向き直って言った。
σὺ δέ, τί οὐκ ἀπολογῇ πρὸς τοὺς σαυτοῦ πολίτας, ὦ γενναῖε, περὶ ὧν εἶπας ἐν τῇ βουλῇ;
「一方であなた、高貴なる方よ、あなたが元老院で語ったことについて、なぜ自分の市民たちに対して弁明しないのですか。
μᾶλλον δὲ τί οὐκ ἀντιβολεῖς καὶ παραιτῇ τὰς ὀργὰς αὐτῶν, ἵνα μετριωτέραν ἐπιθῶσί σοι ζημίαν;
むしろ、なぜ彼らに懇願し、彼らの怒りを宥めて、彼らがあなたにより軽い罰を科すようにしないのですか。
ἀρνεῖσθαι μὲν γὰρ οὐκ ἂν ἀξιώσαιμί σε τοσούτων ἀνδρῶν εἰδότων οὐδʼ εἰς ἀναισχύντους καταφεύγειν ἀπολογίας, Μάρκιον ὄντα καὶ φρόνημα μεῖζον ἢ κατʼ ἰδιώτην ἔχοντα·
なぜなら、これほど多くの人々が知っているのに、あなたが否定したり、恥知らずな弁明に逃げ込んだりすることは、マルキウスであり私人を超える高い自負を持っているあなたには、私は求めないからです。
εἰ μὴ ἄρα τοῖς μὲν ὑπάτοις καὶ τοῖς πατρικίοις καλῶς ἔχει πείθειν ὑπὲρ σοῦ τὸν δῆμον, σοὶ δʼ οὐκ ἄρα καλῶς ἕξει ταὐτὸ
もしや、執政官たちやパトリキたちにとって、あなたのために民衆を説得することがふさわしいことでありながら、あなた自身にとっては同じことを自分自身のために行うことが、ふさわしくないとでもいうのでなければ。
§7.34.2τοῦτο περὶ σεαυτοῦ ποιήσαντι; ταῦτα δʼ ἔλεγεν οὐκ ἀγνοῶν, ὅτι μεγαλόφρων ἀνὴρ οὐχ ὑπομενεῖ κατήγορος ἑαυτοῦ γενόμενος ὡς ἡμαρτηκὼς ἄφεσιν αἰτεῖσθαι τῆς τιμωρίας, οὐδʼ εἰς ὀλοφυρμοὺς καὶ δεήσεις καταφεύξεται παρὰ τὸν ἑαυτοῦ τρόπον, ἀλλʼ ἤτοι καὶ τὸ παράπαν ἀπαξιώσει τὴν ἀπολογίαν, ἢ τὴν ἔμφυτον αὐθάδειαν φυλάττων οὐθὲν ὑποθωπεύσει τὸν δῆμον μετριάσας περὶ τοὺς λόγους·
」彼がこれらのことを言ったのは、気高い男が、自分が過ちを犯した者として自らの告発者となり、刑罰の免除を求めるようなことには耐えられないだろうということ、また、自分の性分に反して嘆願や哀願に逃げ込むことはないだろうということ、むしろ、弁明を完全に拒絶するか、あるいは生まれつきの傲慢さを保ったまま、言葉を穏やかにして民衆に媚びるようなことは一切しないだろうということを、彼が知らなかったからではない。
ὅπερ καὶ συνέβη.
そして、まさにその通りのことが起こった。
§7.34.3γενομένης γὰρ ἡσυχίας καὶ πολλῆς ἐμπεσούσης ὀλίγου δεῖν πᾶσι τοῖς δημοτικοῖς προθυμίας ἀπολύειν αὐτόν, εἰ τὸν παρόντα θεραπεύσειε καιρόν, τοιαύτην αὐθάδειαν ἐπεδείξατο λόγων, καὶ τοσοῦτον αὐτῶν κατεφρόνησεν, ὥστε παρελθὼν ἔξαρνος μὲν ὑπὲρ οὐθενὸς ἦν τῶν πρὸς τὴν βουλὴν εἰρημένων κατὰ τοῦ πλήθους, οὐδʼ ὡς μεταγινώσκων ἐπʼ αὐτοῖς εἰς οἴκτους καὶ παραιτήσεις ἐτρέπετο·
静寂が訪れ、もし彼が現在の好機をうまく利用するなら、彼を無罪放免にしようという強い意向が、ほとんどすべての民衆の間に生じたとき、彼は言葉においてそれほどの傲慢さを示し、彼らを大いに侮蔑したため、前に進み出たものの、元老院で民衆に対して語ったことの何一つとして否定せず、それらを後悔しているかのように哀願や弁解に転じることもなかった。
ἀρχὴν δʼ οὐδὲ δικασταῖς αὐτοῖς ἠξίου χρῆσθαι περὶ οὐδενὸς πράγματος, ὡς οὐδεμίαν ἔχουσιν ἐξουσίαν νόμιμον·
そもそも、いかなる事柄についても彼らを裁判官として仰ぐことすら良しとせず、彼らには何の合法的な権限もないものとした。
εἰ δὲ βουλήσεταί τις ἐπὶ τῶν ὑπάτων αὐτοῦ κατηγορεῖν εἴτʼ ἔργων εὐθύνας ἀπαιτῶν εἴτε λόγων, §7.34.4ἔνθα νόμος ἐστὶν ἕτοιμος εἶναι δίκην ὑπέχειν.
もし誰かが執政官たちの前で、行いの責任を問うにせよ、言葉の責任を問うにせよ、彼を告発したいと望むなら、法律の存する場所で裁判を受ける用意がある、と語った。
παρεληλυθέναι δὲ πρὸς τοὺς δημότας ἔλεγεν, ἐπειδὴ καλοῦσιν αὐτοί, τὰ μὲν ἐπιτιμήσων ταῖς παρανομίαις αὐτῶν καὶ πλεονεξίαις, αἷς ἐχρήσαντο περί τε τὴν ἀπόστασιν καὶ μετὰ τὴν κάθοδον· τὰ δὲ συμβουλεύσων ἐπισχεῖν ἤδη ποτὲ καὶ συστεῖλαι τὰς ἀδίκους ἐπιθυμίας.
そして、自分が民衆の前に進み出たのは、彼ら自身が呼んでいるからであり、一つには、彼らが離反の際、また帰還の後に犯した不法行為や貪欲さを非難するためであり、もう一つには、不義な欲望を今こそ抑制し、縮小するよう勧告するためである、と語った。
§7.34.5καὶ μετὰ τοῦτʼ ἐπιστρεφῶς πάνυ καὶ θρασέως ἁπάντων αὐτῶν καθήπτετο καὶ μάλιστα τῶν δημάρχων.
この後、彼は極めて激しく、また不敵に、彼ら全員を、とりわけ護民官たちを攻撃した。
προσῆν δʼ αὐτοῦ τοῖς λόγοις οὐχ ὡς πολίτου δῆμον ἀναδιδάσκοντος εὐλόγιστος αἰδώς, οὐδʼ ὡς ἰδιώτου πολλοῖς ἀπεχθομένου σώφρων εὐλάβεια πρὸς τὰς τοῦ κρατοῦντος ὀργάς, ἀλλʼ ὡς ἐχθροῦ προπηλακίζοντος ἀδεῶς τοὺς ὑπὸ χεῖρας ἄκρατός τις χολὴ καὶ βαρεῖα τοῦ κακῶς πάσχοντος ὑπεροψία.
彼の言葉には、民衆を諭す市民にふさわしい道理ある慎み深さはなく、多くの人に憎まれている私人が、支配者の怒りに対して抱くような思慮深い用心深さもなかった。 むしろ、自らの配下にある者たちを恐れることなく罵倒する敵にふさわしい、純然たる怒りと、害を被っている者に対する傲慢な軽蔑があった。