§7.27.1τῇ δʼ ἑξῆς ἡμέρᾳ πρῶτοι καταβάντες εἰς τὴν ἀγορὰν οἱ δήμαρχοι συνεκάλουν τὸν δῆμον εἰς ἐκκλησίαν καὶ παριόντες ἐκ διαδοχῆς πολλὰ μὲν τῶν πατρικίων κατηγόρουν ὡς ἐψευσμένων τὰς συνθήκας καὶ παραβεβηκότων τοὺς ὅρκους, οὓς ἐποιήσαντο πρὸς τὸν δῆμον ὑπὲρ ἀμνηστίας τῶν πάλαι, πίστεις παραφέροντες τοῦ μὴ βεβαίως αὐτοὺς διηλλάχθαι πρὸς τὸ δημοτικὸν τήν τε τοῦ σίτου σπάνιν, ἣν αὐτοὶ κατέσκευσαν, καὶ τὰς ἀποστολὰς τῶν κληρουχιῶν ἀμφοτέρων καὶ τἆλλα ὅσα ἐμηχανήσαντο μειώσεως τοῦ πλήθους ἕνεκα.
翌日、護民官たちは最初に広場に降りて、民衆を民会に召集した。 そして代わる代わる壇上に進み出て、貴族たちが協定を偽り、かつての免責に関して民衆と交わした誓いに違反したとして彼らを激しく非難し、彼らが平民と確固として和解したわけではないことの証拠として、彼ら自身が仕組んだ穀物の不足、二つの植民地への派遣、および大衆を弱体化させるために彼らが画策したその他のあらゆる事柄を提示した。
§7.27.2πολλὰ δὲ τοῦ Μαρκίου καθήπτοντο τοὺς ῥηθέντας ὑπʼ αὐτοῦ λόγους ἐν τῇ βουλῇ διεξιόντες, καὶ ὅτι καλούμενος εἰς ἀπολογίαν ὑπὸ τοῦ δήμου οὐ μόνον οὐκ ἠξίωσεν ἐλθεῖν, ἀλλὰ καὶ τοὺς ἀφικομένους ἐπʼ αὐτὸν ἀγορανόμους τύπτων ἀπήλασεν.
また彼らは、マルキウスが元老院で語った言葉を詳細に語りながら、彼を激しく非難し、さらに彼は民衆によって弁明のために召喚された際、出頭することをよしとしなかったばかりか、自分を連行するためにやって来た市場監督官たちを打ち据えて追い払ったと(語った)。
ἐκάλουν δὲ μάρτυρας τῶν ἐν τῇ βουλῇ γενομένων τοὺς ἐντιμοτάτους τῶν ἐκεῖ, τῆς δὲ περὶ τοὺς ἀγορανόμους ὕβρεως ἅπαντας τοὺς τότε παρόντας κατὰ τὴν ἀγορὰν δημοτικούς.
そして、元老院で行われたことについてはそこにいた者たちのうち最も高貴な人々を証人として呼び、市場監督官たちに対する侮辱については、当時広場に居合わせた平民全員を(証人として呼んだ)。
§7.27.3ταῦτα δʼ εἰπόντες ἐδίδοσαν, εἰ βουλομένοις εἴη, τοῖς πατρικίοις ἀπολογίαν, κατέχοντες ἐπὶ τῆς ἐκκλησίας τὸν δῆμον, ἕως ἡ βουλὴ διαλυθείη.
これらを述べた後、彼らは貴族たちに、もし彼らが望むなら弁明の機会を与え、元老院が解散されるまで、民会に民衆を留め置いた。
ἔτυχον γὰρ ὑπὲρ αὐτῶν τούτων συνεδρεύοντες οἱ πατρίκιοι διαποροῦντες, εἴτʼ ἀπολογητέον αὐτοῖς εἴη πρὸς τὸν δῆμον ὑπὲρ ὧν διεβλήθησαν,
というのも、貴族たちはちょうどまさにこれらの事柄について会議を開いており、自分たちが非難されている事柄について民衆に対して弁明すべきか、あるいは静穏を保つべきか、思い悩んでいたからである。
§7.27.4εἴτε μενετέον ἐφʼ ἡσυχίας. ἐπεὶ δʼ αἱ πλείους γνῶμαι τὰ φιλανθρωπότερα τῶν αὐθαδεστέρων προείλοντο, διαλύσαντες οἱ ὕπατοι τὸν σύλλογον προῆλθον εἰς τὴν ἀγορὰν τάς τε κοινὰς ἀπολυσόμενοι διαβολὰς καὶ περὶ τοῦ Μαρκίου τὸν δῆμον ἀξιώσοντες μηθὲν βουλεῦσαι ἀνήκεστον.
しかし、多数の意見が傲慢な態度よりも融和的な態度を選択したため、執政官たちは集会を解散し、広場へと進み出た。 それは、共同体に対する嫌疑を晴らし、かつ、マルキウスに関しては、民衆に取り返しのつかない決定を下さないよう求めるためであった。
καὶ παρελθὼν ὁ πρεσβύτερος αὐτῶν Μηνύκιος ἔλεξε τοιάδε.
そして、彼らのうち年長の方であるミヌキウスが進み出て、次のように語った。