Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §7.27.1-7.27.4

护民官的指控与执政官米努基乌斯的登场

第 529 段,共 962 段 · 希腊语

内容简介

第二天,护民官召集民会,谴责贵族的虚伪以及马尔基乌斯的无礼,并召集了证人。经过讨论,选择温和路线的执政官们来到广场,年长的执政官米努基乌斯开始发表讲话。

§7.27.1τῇ δʼ ἑξῆς ἡμέρᾳ πρῶτοι καταβάντες εἰς τὴν ἀγορὰν οἱ δήμαρχοι συνεκάλουν τὸν δῆμον εἰς ἐκκλησίαν καὶ παριόντες ἐκ διαδοχῆς πολλὰ μὲν τῶν πατρικίων κατηγόρουν ὡς ἐψευσμένων τὰς συνθήκας καὶ παραβεβηκότων τοὺς ὅρκους, οὓς ἐποιήσαντο πρὸς τὸν δῆμον ὑπὲρ ἀμνηστίας τῶν πάλαι, πίστεις παραφέροντες τοῦ μὴ βεβαίως αὐτοὺς διηλλάχθαι πρὸς τὸ δημοτικὸν τήν τε τοῦ σίτου σπάνιν, ἣν αὐτοὶ κατέσκευσαν, καὶ τὰς ἀποστολὰς τῶν κληρουχιῶν ἀμφοτέρων καὶ τἆλλα ὅσα ἐμηχανήσαντο μειώσεως τοῦ πλήθους ἕνεκα.
第二天,护民官们最先来到广场,召集平民召开民会,并轮流上前,极力指责贵族欺骗协定、违背了他们就过去的事大赦而对平民所作的誓言。 他们提出,贵族自身制造的粮食短缺、向两处派遣殖民以及为了削弱大众而策划的其他一切阴谋,都是贵族没有与平民真正和解的证据。
§7.27.2πολλὰ δὲ τοῦ Μαρκίου καθήπτοντο τοὺς ῥηθέντας ὑπʼ αὐτοῦ λόγους ἐν τῇ βουλῇ διεξιόντες, καὶ ὅτι καλούμενος εἰς ἀπολογίαν ὑπὸ τοῦ δήμου οὐ μόνον οὐκ ἠξίωσεν ἐλθεῖν, ἀλλὰ καὶ τοὺς ἀφικομένους ἐπʼ αὐτὸν ἀγορανόμους τύπτων ἀπήλασεν.
他们还严厉谴责了马尔基乌斯,详细列举了他在元老院所说的话,并指出,当他被平民传唤前来辩护时,他不仅不屑于前来,甚至还殴打并驱逐了前来拘捕他的市场监督官。
ἐκάλουν δὲ μάρτυρας τῶν ἐν τῇ βουλῇ γενομένων τοὺς ἐντιμοτάτους τῶν ἐκεῖ, τῆς δὲ περὶ τοὺς ἀγορανόμους ὕβρεως ἅπαντας τοὺς τότε παρόντας κατὰ τὴν ἀγορὰν δημοτικούς.
他们召集了当时在场的、地位最尊贵的元老作为元老院中所发生之事的证人,并召集当时在广场上的所有平民作为市场监督官所受侮辱的证人。
§7.27.3ταῦτα δʼ εἰπόντες ἐδίδοσαν, εἰ βουλομένοις εἴη, τοῖς πατρικίοις ἀπολογίαν, κατέχοντες ἐπὶ τῆς ἐκκλησίας τὸν δῆμον, ἕως ἡ βουλὴ διαλυθείη.
说完这些后,他们给贵族们提供了辩护的机会(如果他们愿意的话),并在民会上留住平民,直到元老院解散。
ἔτυχον γὰρ ὑπὲρ αὐτῶν τούτων συνεδρεύοντες οἱ πατρίκιοι διαποροῦντες, εἴτʼ ἀπολογητέον αὐτοῖς εἴη πρὸς τὸν δῆμον ὑπὲρ ὧν διεβλήθησαν, §7.27.4εἴτε μενετέον ἐφʼ ἡσυχίας.
因为贵族们当时正巧在为这些事情开会讨论,苦恼于他们应当就受指责的事向平民进行辩护,还是应当保持沉默。
ἐπεὶ δʼ αἱ πλείους γνῶμαι τὰ φιλανθρωπότερα τῶν αὐθαδεστέρων προείλοντο, διαλύσαντες οἱ ὕπατοι τὸν σύλλογον προῆλθον εἰς τὴν ἀγορὰν τάς τε κοινὰς ἀπολυσόμενοι διαβολὰς καὶ περὶ τοῦ Μαρκίου τὸν δῆμον ἀξιώσοντες μηθὲν βουλεῦσαι ἀνήκεστον.
当多数意见选择较温和而非较傲慢的方案时,执政官们解散了会议,来到广场,旨在洗清对共同体的指控,并要求平民不要对马尔基乌斯做出任何无法挽回的决定。
καὶ παρελθὼν ὁ πρεσβύτερος αὐτῶν Μηνύκιος ἔλεξε τοιάδε.
他们之中年长的一位米努基乌斯上前,发表了如下讲话。

词汇与语法注释

  1. §7.27.1ὡς ἐψευσμένων τὰς συνθήκας καὶ παραβεβηκότων τοὺς ὅρκους — 由连词 `ὡς` 引导的属格绝对结构(`ἐψευσμένων` 和 `παραβεβηκότων` 是以 `τῶν πατρικίων` 为逻辑主语的完成时分词)。表示护民官们提出的主观谴责理由(“指责他们……诈骗、违背”)。
  2. §7.27.1τοῦ μὴ βεβαίως αὐτοὺς διηλλάχθαι — 带有冠词属格(`τοῦ` 与不定式 `διηλλάχθαι` 连用)的不定式从句,作为同位语或解释性属格修饰名词 `πίστεις`(“证据”)。
  3. §7.27.3εἰ βουλομένοις εἴη — 省略了与格代词 `αὐτοῖς` 的条件从句。这是一种习惯用法,其中与格的意愿分词与 `εἰμί` 连用,表示“如果他们愿意”(字面意为“如果这对他们来说是所期望的”)。
  4. §7.27.3εἴτʼ ἀπολογητέον αὐτοῖς εἴη ... εἴτε μενετέον — 由 `-τέος` 动形容词的中性单数非人称用法(`ἀπολογητέον` 与 `μενετέον`)组成的长句间接疑问从句。动作的发出者(“他们必须……”)由与格 `αὐτοῖς` 表示。在以 `μενετέον` 结尾的后一分句中,省略了 `εἴη` 和 `αὐτοῖς`。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §7.27.1-7.27.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:7.27.1-7.27.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。