§7.28.1ἡ μὲν ὑπὲρ τῆς σιτοδείας ἀπολογία πάνυ βραχεῖά ἐστιν, ὦ δημόται, καὶ οὐκ ἄλλους τινὰς παρεξόμεθα ὧν ἂν λέγωμεν ἢ ὑμᾶς μάρτυρας.
市民の皆さん、穀物不足に関する弁明は非常に短いものであり、私たちが語る事柄について、あなたがた以外のいかなる人々をも証人として提示することはありません。
τήν τε γὰρ ἀφορίαν τῶν σιτικῶν καρπῶν ἐπίστασθε δήπου καὶ αὐτοὶ διὰ τὸν ἐκλειφθέντα σπόρον γενομένην·
なぜなら、穀物の不作が播種が放棄されたことによって生じたことを、あなたがた自身ももちろん知っているからです。
τήν τʼ ἄλλην καταφθορὰν τῆς χώρας οὐ παρʼ ἑτέρων ὑμᾶς δεῖ μαθεῖν, ἀφʼ ἧς αἰτίας συνέβη,.
また、土地のその他の荒廃が、いかなる原因から生じたのかを、あなたがたは他者から学ぶ必要はありません。
καὶ ὡς τελευτῶσα ἡ πλείστη τε καὶ ἀρίστη γὴ πάντων ἐσπάνικε καρπῶν τε καὶ ἀνδραπόδων καὶ βοσκημάτων τὰ μὲν ὑπὸ τῶν πολεμίων διαρπαζομένη, τὰ δʼ ὑμῖν μὴ ἐπιχορηγοῦσα τοσούτοις οὖσι καὶ μηδεμίαν ἄλλην ἀποστροφὴν ἔχουσιν.
そして、最終的に、土地の大部分および最も肥沃な土地が、一方では敵によって略奪され、他方では、これほど大人数で他に頼るもののないあなたがたに(糧を)供給しないことで、作物や奴隷や家畜をことごとく欠くに至ったことも(他から学ぶ必要はありません)。
§7.28.2ὥστʼ οὐκ ἐξ ὧν οἱ δημαγωγοὶ διαβάλλουσιν, ἀλλʼ ἐξ ὧν αὐτοὶ ἴστε, τὸν λιμὸν ἡγούμενοι γεγονέναι παύσασθε προσάπτοντες ἐπιβουλὴν ἡμετέραν τῷ πάθει καὶ §7.28.3δι’ ὀργῆς ἔχοντες ἡμᾶς οὐθὲν ἀδικοῦντας.
したがって、民衆指導者たちが中傷する事柄からではなく、あなたがた自身が知っている事柄から、飢饉が生じたのだと考えて、この厄災を私たちの陰謀のせいにするのをやめ、何の罪もない私たちに怒りを抱くのをやめなさい。
αἱ δʼ ἀποστολαὶ τῶν κληρούχων ἐκ τοῦ ἀναγκαίου ἐγένοντο, κοινῇ δόξαν ὑμῖν ἅπασι διὰ φυλακῆς ἔχειν χωρία εἰς πόλεμον ἐπιτήδεια, καὶ μεγάλα ὤνησαν ἐν καιρῷ σφόδρα ἀναγκαίῳ γενόμεναι τούς τʼ ἐξιόντας καὶ τοὺς ὑπολειπομένους ὑμῶν.
また、植民者の派遣は、戦争に適した土地を守備下に置くことが、あなたがた全員に共同で決定されたため、必要に迫られてなされたものであり、極めて危機的な時期に行われ、去って行く人々にとっても、あとに残るあなたがたにとっても、大いなる恩恵となりました。
οἱ μὲν γὰρ ἀφθονωτέρων εὐποροῦσιν ἐκεῖ τῶν ἐπιτηδείων· οἱ δʼ ἐνθάδε ὑπομείναντες ἧττον σπανίζουσι τῆς ἀγορᾶς·
というのも、一方の人々はあちらでより豊富な生活必需品を得ており、他方、ここに残った人々は、市場の(物資の)不足に苦しむことがより少ないからです。
ἥ τʼ ἰσομοιρία τῆς τύχης ἧς μετέσχομεν ὑμῖν τοῖς δημοτικοῖς οἱ πατρίκιοι κλήρῳ ποιησάμενοι τὴν ἔξοδον, οὐ ψέγεται.
また、私たち貴族が抽選によって出発を決定し、あなたがた平民と分かち合った運命の公平な分配も、非難されるべきではありません。