§7.26.1ἠγριωμένης δὲ τῆς βουλῆς, ὡς ἔμαθον οἱ δήμαρχοι πλείους ὄντας τοὺς βουλομένους ἀφελέσθαι τὴν δοθεῖσαν ἐξουσίαν τῷ δήμῳ τῶν ἐμμένειν ταῖς ὁμολογίαις ἀξιούντων, ἐξέδραμον ἐκ τοῦ βουλευτηρίου κεκραγότες καὶ θεοὺς τοὺς ὁρκίους ἐπικαλούμενοι.
元老院が激昂する中で、護民官たちは、民衆に与えられた権限を奪い取ることを望む者たちの方が、協定を守ることを求める者たちよりも多数であることを知ると、叫び声を上げ、誓いの神々を呼び求めながら、元老院議事堂から飛び出した。
καὶ μετὰ τοῦτο συναγαγόντες εἰς ἐκκλησίαν τὸν δῆμον ἐδήλωσαν αὐτῷ τοὺς ἐν τῇ βουλῇ ῥηθέντας λόγους ὑπὸ τοῦ Μαρκίου, καὶ τὸν ἄνδρα εἰς ἀπολογίαν ἐκάλουν.
そしてこの後、民衆を民会に集めて、マルキウスによって元老院で語られた言葉を民衆に明らかにし、その男を弁明のために召喚した。
§7.26.2ὡς δʼ οὐ προσεῖχεν αὐτοῖς, ἀλλὰ καὶ τοὺς ὑπηρέτας, ὑφʼ ὧν ἐκαλεῖτο, προπηλακίζων τοῖς λόγοις ἀνεῖρξεν, ἀγανακτήσαντες ἔτι μᾶλλον οἱ δήμαρχοι παραλαβόντες τούς τʼ ἀγορανόμους καὶ τῶν ἄλλων πολιτῶν συχνοὺς ὥρμησαν ἐπʼ αὐτόν·
しかし彼が彼らに耳を貸さず、それどころか、自分を召喚した下役たちをも言葉で侮辱して追い払ったので、護民官たちはさらに憤慨し、市場監督官たちや多くの他の市民を引き連れて彼のもとへと突進した。
ὁ δʼ ἔτυχεν ἔτι διατρίβων πρὸ τοῦ βουλευτηρίου τῶν τε πατρικίων πολλοὺς ἐπαγόμενος καὶ τὴν ἄλλην ἑταιρίαν περὶ αὑτὸν ἔχων.
他方、彼はたまたままだ元老院議事堂の前に留まっており、貴族たちの多くを従え、その他の仲間を周囲にはべらせていた。
§7.26.3ὡς δὲ συνεῖδον αὐτὸν οἱ δήμαρχοι, προσέταξαν τοῖς ἀγορανόμοις ἐπιλαβέσθαι τοῦ σώματος καί, εἰ μὴ ἑκὼν βούλεται ἀκολουθεῖν, βίᾳ ἄγειν·
護民官たちは彼を見つけると、市場監督官たちに彼の身柄を拘束し、もし自発的に従うことを望まないなら力ずくで連行するように命じた。
εἶχον δὲ τότε τὴν ἀγορανομικὴν ἐξουσίαν Τῖτος Ἰούνιος Βροῦτος καὶ Γάιος Οὐισέλλιος Ῥοῦγας.
当時、市場監督官の職権を持っていたのは、ティトゥス・ユニウス・ブルトゥスとガイウス・ウィセリウス・ルガスであった。
οἱ μὲν δὴ προσῄεσαν ὡς ἐπιληψόμενοι τοῦ ἀνδρός, οἱ δὲ πατρίκιοι δεινὸν ἡγησάμενοι τοὖργον ὑπὸ τῶν δημάρχων πρὸ δίκης ἄγεσθαί τινα σφῶν βίᾳ προὔστησαν τοῦ Μαρκίου καὶ τύπτοντες τοὺς ὁμόσε χωροῦντας ἀπήλασαν.
彼らはその男を拘束しようと近づいたが、貴族たちは、自分たちのうちの誰かが裁判の前に護民官たちによって力ずくで連行されることを不当なことと考えてマルキウスの前に立ちふさがり、立ち向かってくる者たちを打ち据えて追い払った。
§7.26.4διαβοηθέντος δὲ τοῦ πάθους ἀνὰ τὴν πόλιν ὅλην ἐξεπήδων ἅπαντες ἐκ τῶν οἰκιῶν·
この出来事が街中に知れ渡ると、全員が家々から飛び出してきた。
οἱ μὲν ἐν τοῖς ἀξιώμασιν ὄντες καὶ χρημάτων ἔχοντες εὖ τὸν Μάρκιον ὑπερασπιοῦντες ἅμα τοῖς πατρικίοις καὶ τὴν ἀρχαίαν ἀνακτησόμενοι πολιτείαν, οἱ δὲ ταπεινοὶ ταῖς τύχαις καὶ βίου σπανίζοντες ἀμύνειν παρεσκευασμένοι τοῖς δημάρχοις καὶ ποιεῖν, ὅ τι ἂν ἐκεῖνοι κελεύσωσιν·
名誉ある地位にあり富裕な者たちは、貴族たちとともにマルキウスを擁護し、かつての国制を取り戻そうとして(飛び出し)、他方で境遇が卑しく生活に困窮している者たちは、護民官たちを助け、彼らが命じることは何でも行う覚悟をして(飛び出した)。
ἥ τʼ αἰδώς, ὑφʼ ἧς κρατούμενοι τέως οὐδὲν ἐτόλμων εἰς ἀλλήλους παρανομεῖν, τότʼ ἀνῄρητο ὑπʼ αὐτῶν.
そして、それまで彼らを支配して互いに不法なことを行うのをとどめていた「慎み」は、その時彼らによって取り払われていた。
οὐ μὴν ἔδρασάν γʼ οὐδὲν ἀνήκεστον τὴν ἡμέραν ἐκείνην, ἀλλʼ εἰς τὴν ἐπιοῦσαν ἀνεβάλοντο, γνώμῃ τε καὶ παρακλήσει τῶν ὑπάτων εἴξαντες.
もっとも、彼らはその日には取り返しのつかないことは何も行わず、執政官たちの意向と説得に屈して、翌日に延期した。