§7.20.1οἱ δὲ μετʼ αὐτοὺς ἀποδειχθέντες ὕπατοι Μάρκος Μηνύκιος Αὐγουρῖνος καὶ Αὖλος Σεμπρώνιος Ἀτρατῖνος δεύτερον καταστάντες ἐπὶ τὴν ἀρχήν, ἄνδρες οὔθʼ ὅπλων οὔτε λόγων ἄπειροι, προνοίᾳ μὲν ἐχρήσαντο πολλῇ σίτου τε καὶ τῆς ἄλλης ἀγορᾶς ἐμπλῆσαι τὴν πόλιν, ὡς ἐν τῇ κατʼ αὐτὴν εὐετηρίᾳ τῆς ὁμονοίας τοῦ πλήθους κειμένης·
彼らの後に任命された執政官マルクス・ミヌキウス・アウグリヌスとアウルス・センプロニウス・アトラティヌスは、二度目の就任であったが、軍事にも言論にも不慣れではない男たちであり、市場の豊かさの中に大衆の和解がかかっていると考えて、穀物やその他の市場の品々で都市を満たすために多大の配慮を用いた。
οὐ μὴν ἐξεγένετό γʼ αὐτοῖς ἀμφοτέρων ἅμα τούτων τυχεῖν, ἀλλὰ συνεισῆλθεν ἅμα τῷ κόρῳ τῶν ἀγαθῶν ἡ τῶν χρησαμένων αὐτοῖς ὕβρις.
しかし、彼らにこれら両方を同時に得ることは叶わず、むしろ、物資の過剰とともに、それらを利用する者たちの傲慢が入り込んできた。
§7.20.2καὶ τότε δὴ μέγιστος κατέλαβε τὴν Ῥώμην κίνδυνος ἐξ ἀρχῆς, ὅτε ἥκιστʼ ἐδόκει.
そしてまさにその時、最も予期されていなかった時に、最大の危機が最初からローマを襲った。
οἵ τε γὰρ ἐπὶ τὴν σιτωνίαν ἀποσταλέντες ὑπʼ αὐτῶν πρέσβεις πολὺν ἐκ τῶν παραθαλαττίων τε καὶ μεσογείων ἐμπορίων σῖτον ὠνησάμενοι κατήγαγον δημοσίᾳ, οἵ τε διαμείβεσθαι τὰς ἀγορὰς εἰωθότες ἐκ παντὸς τόπου συνῆλθον, παρʼ ὧν ἡ πόλις ὠνησαμένη τὸν φόρτον ἐκ τῶν κοινῶν χρημάτων εἶχεν ἐν φυλακῇ.
というのも、穀物買付けのために彼らによって派遣されていた使節たちが、沿岸部や内陸の市場から多くの穀物を購入して公に持ち帰り、また、各地から市場の交易を常とする商人たちも集まってきたので、国家は彼らから公金によってその積荷を買い取り、保管していたからである。
§7.20.3ἦλθον δὲ καὶ οἱ πρότερον ἀποσταλέντες πρέσβεις εἰς Σικελίαν Γεγάνιος καὶ Οὐαλέριος πολλὰς ἄγοντες ὁλκάδας, ἐν αἷς ἐκομίζοντο πυρῶν πέντε μυριάδες μεδίμνων Σικελικῶν, ὧν τὸ μὲν ἥμισυ μέρος ὠνητὸν ἦν βραχείας πάνυ τιμῆς, τὸ δὲ λοιπὸν ὁ τύραννος ἀπεστάλκει προῖκα δοὺς καὶ τέλεσι παρακομίσας τοῖς ἰδίοις.
さらに、以前シチリアに派遣されていた使節ゲガニウスとウァレリウスも、多くの商船を率いて到着した。 それらの船にはシチリアのメディムノスで五万メディムノスの小麦が積まれており、その半分はきわめて安い価格で購入されたものであり、残りの半分は僭主が無償で贈り、自らの費用で輸送して送ってきたものであった。
§7.20.4ὡς δʼ ἀπηγγέλθη τοῖς ἐν τῇ πόλει ὁ κατάπλους τῶν σιτηγῶν ὁλκάδων τῶν ἀπὸ Σικελίας, πολλὴ ζήτησις ἐνέπιπτε τοῖς πατρικίοις ὑπὲρ τῆς διαθέσεως αὐτοῦ.
シチリアからの穀物輸送船の入港が市内の人々に報じられると、その処置をめぐって貴族たちの間で大きな議論が起こった。
οἱ μὲν γὰρ ἐπιεικέστατοι αὐτῶν καὶ φιλοδημότατοι πρὸς τὰς κατεχούσας τὸ κοινὸν ἀνάγκας ἀποβλέποντες τήν τε παρὰ τοῦ τυράννου δωρεὰν παρῄνουν ἅπασαν διανεῖμαι τοῖς δημοτικοῖς, καὶ τὸν ὠνηθέντα ἐκ τῶν δημοσίων χρημάτων σῖτον ὀλίγης αὐτοῖς ἀπεμπολῆσαι τιμῆς, διδάσκοντες ὡς ἐκ τούτων ἂν γένοιντο μάλιστα τῶν χαρίτων ἐπιεικέστεραι πρὸς τοὺς εὐπόρους αἱ τῶν πενήτων ὀργαί·
彼らのうちで最も穏健で親平民的な者たちは、国家を襲っている困窮に目を向け、僭主からの贈り物をすべて平民たちに分配し、また公金から購入された穀物を安値で彼らに売り払うよう勧め、このような恩恵によってこそ、富裕層に対する貧困層の怒りが最も和らぐだろうと説いた。
οἱ δʼ αὐθαδέστεροι καὶ ὀλιγαρχικώτεροι πάσῃ προθυμίᾳ τε καὶ μηχανῇ κακοῦν ᾤοντο δεῖν τοὺς δημοτικοὺς καὶ συνεβούλευον τιμίας ὡς ἔνι μάλιστα ποιεῖν αὐτοῖς τὰς ἀγοράς, ἵνα σωφρονέστεροι διὰ τὴν ἀνάγκην γένοιντο καὶ πρὸς τὰ λοιπὰ τῆς πολιτείας δίκαια νομιμώτεροι.
一方、より不遜で寡頭政を好む者たちは、あらゆる熱意と手段をもって平民たちを困窮させるべきだと考え、彼らのために市場価格をできるだけ高く設定するよう助言した。 困窮によって彼らがより思慮深くなり、国制の他の権利に対してもより法を遵守するようになるためにである。