§7.21.1τούτων ἦν τῶν ὀλιγαρχικῶν καὶ ὁ Μάρκιος ἐκεῖνος ὁ Κοριολάνος ἐπικληθείς, οὐχ ὥσπερ οἱ λοιποὶ κρύφα καὶ διʼ εὐλαβείας τὴν ἑαυτοῦ γνώμην ἀποφαινόμενος, ἀλλʼ ἄντικρυς καὶ θρασέως, ὥστε πολλοὺς ἀκοῦσαι καὶ τῶν δημοτικῶν.
これら寡頭政派の中には、あのコリオラヌスと呼ばれるマルキウスもいた。 彼は他の人々のように密かに、かつ慎重に自らの意見を表明するのではなく、公然と、かつ大胆に表明したため、平民たちの多くもそれを耳にするほどであった。
εἶχε γάρ τινας ἔξω τῶν κοινῶν ἐγκλημάτων καὶ ἰδίας προφάσεις νεωστὶ γενομένας, ἐξ ὧν εἰκότως ἐδόκει μισεῖν τοὺς δημοτικούς.
というのも、彼は共通の怨恨とは別に、最近生じた私的な動機をいくつか持っており、それゆえに彼が平民たちを憎むのも当然であると思われたからである。
§7.21.2ὑπατείαν γὰρ αὐτῷ μετιόντι ταῖς ἔγγιστα γενομέναις ἀρχαιρεσίαις καὶ τοὺς πατρικίους ἔχοντι συναγωνιζομένους ὁ δῆμος ἐναντιωθεὶς οὐκ εἴασε δοῦναι τὴν ἀρχὴν τήν τε λαμπρότητα τοῦ ἀνδρὸς καὶ τὴν τόλμαν δι’ εὐλαβείας ἔχων, μή τι διὰ ταῦτα νεωτερίσῃ περὶ τὴν τῶν δημάρχων κατάλυσιν, καὶ μάλιστα δεδιώς, ὅτι συνελάμβανεν αὐτῷ πάσῃ προθυμίᾳ τὸ τῶν πατρικίων πλῆθος ὡς οὐδενὶ τῶν πρότερον.
というのも、直近に行われた選挙で彼が執政官職を求め、貴族たちが彼を支持して共に戦っていた際、民衆は彼に反対してその職を与えることを許さなかったからである。 民衆は、この男の輝かしさと大胆さを警戒し、これらによって彼が護民官制度の廃止に関して何か不穏な動きを起こしはしないかと恐れ、また何よりも、貴族の群衆がかつてないほどあらゆる熱意をもって彼を助けていたことを恐れたのである。
§7.21.3ταύτης τʼ οὖν τῆς ὕβρεως ὀργῇ ἐπαρθεὶς ὁ ἀνὴρ καὶ τὴν μεταβολὴν τοῦ πολιτεύματος εἰς τὸν ἐξ ἀρχῆς κόσμον ἀποκαταστῆσαι προθυμούμενος αὐτός τʼ ἀναφανδόν, ὥσπερ καὶ πρότερον ἔφην, ἔπραττε τὴν τοῦ δήμου κατάλυσιν, καὶ τοὺς ἄλλους ἐνῆγεν.
それゆえ、この屈辱に対する怒りに駆られ、また国制の変革を元の秩序へと戻すことを熱望して、彼自身、先に私が述べたように、公然と民衆の権利の解体を画策し、また他の人々をも促した。
ἦν δὲ περὶ αὐτὸν ἑταιρία μεγάλη νέων εὐγενῶν, οἷς ἦν τὰ μέγιστα τιμήματα βίων καὶ πελάται συχνοὶ συνεστηκότες ἐπὶ ταῖς ἐκ τῶν πολέμων ὠφελείαις·
彼の周囲には名門の若者たちの大きな一派があり、彼らは最大の資産を持ち、戦争の利益を当てにして結束している多くの被護民を抱えていた。
οἷς ἐπαιρόμενος ἐφρυάττετο καὶ λαμπρὸς ἦν καὶ προῆλθεν ἐπὶ μήκιστον ἐπιφανείας.
彼らによって気勢を得た彼は不遜に振る舞い、頭角を現し、名声の絶頂へと達した。
§7.21.4οὐ μὴν εὐτυχοῦς γε διὰ ταῦτα καταστροφῆς ἔτυχε·
しかし、それゆえに彼が幸運な結末を迎えることはなかった。
συναχθείσης γὰρ ὑπὲρ τούτων βουλῆς καὶ τῶν πρεσβυτέρων, ὡς ἔθος ἦν αὐτοῖς, πρώτων ἀποφηναμένων τὰς ἑαυτῶν διανοίας, ἐν οἷς οὐ πολλοί τινες ἦσαν οἱ τὰς κατὰ τοῦ δήμου γνώμας ἄντικρυς ἀγορεύσαντες, ἐπειδὴ καθῆκεν εἰς τοὺς νεωτέρους ὁ λόγος, αἰτησάμενος ἐξουσίαν παρὰ τῶν ὑπάτων εἰπεῖν ὅσα βούλεται, καὶ τυχὼν ἐπισημασίας τε μεγάλης καὶ προσοχῆς λόγον διεξῆλθε κατὰ τοῦ δήμου τοιόνδε.
というのも、これらの件について元老院が召集され、彼らの慣習通り、長老たちが最初に自らの意見を表明したが、その中には、民衆に敵対する意見を公然と主張する者は多くはなかった。 そして発言の順序が若い者たちに回ってきた時、彼は執政官たちに自分が望むだけのことを語る許可を求め、大きな賛同と注目を得て、民衆に対して次のような演説を行ったのである。