Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §7.20.1-7.20.4

粮食运抵罗马与贵族关于分配的分歧

第 522 段,共 962 段 · 希腊语

内容简介

在新执政官米努基乌斯和阿特拉提努斯任内,大批粮食从西西里及其他市场运抵罗马。然而,在如何处置这些粮食的问题上,贵族内部产生了严重分歧:温和派主张低价分发以安抚平民,而寡头强硬派则建议维持高价以迫使平民屈服。

§7.20.1οἱ δὲ μετʼ αὐτοὺς ἀποδειχθέντες ὕπατοι Μάρκος Μηνύκιος Αὐγουρῖνος καὶ Αὖλος Σεμπρώνιος Ἀτρατῖνος δεύτερον καταστάντες ἐπὶ τὴν ἀρχήν, ἄνδρες οὔθʼ ὅπλων οὔτε λόγων ἄπειροι, προνοίᾳ μὲν ἐχρήσαντο πολλῇ σίτου τε καὶ τῆς ἄλλης ἀγορᾶς ἐμπλῆσαι τὴν πόλιν, ὡς ἐν τῇ κατʼ αὐτὴν εὐετηρίᾳ τῆς ὁμονοίας τοῦ πλήθους κειμένης·
在他们之后被任命的执政官马尔库斯·米努基乌斯·奥古里努斯和奥卢斯·塞姆普罗尼乌斯·阿特拉提努斯第二次就任该职。 他们是既不缺乏军事经验也不缺乏辞令的男子,他们付出了极大的远见,用粮食和市场上其他物资填满城市,因为他们认为民众的和谐取决于市场的富足。
οὐ μὴν ἐξεγένετό γʼ αὐτοῖς ἀμφοτέρων ἅμα τούτων τυχεῖν, ἀλλὰ συνεισῆλθεν ἅμα τῷ κόρῳ τῶν ἀγαθῶν ἡ τῶν χρησαμένων αὐτοῖς ὕβρις.
然而,他们未能同时获得这两者,相反,随着物资的过剩,使用这些物资之人的傲慢也一同侵入。
§7.20.2καὶ τότε δὴ μέγιστος κατέλαβε τὴν Ῥώμην κίνδυνος ἐξ ἀρχῆς, ὅτε ἥκιστʼ ἐδόκει.
正是在那个时候,当最出人意料之际,自始以来最大的危险降临到了罗马。
οἵ τε γὰρ ἐπὶ τὴν σιτωνίαν ἀποσταλέντες ὑπʼ αὐτῶν πρέσβεις πολὺν ἐκ τῶν παραθαλαττίων τε καὶ μεσογείων ἐμπορίων σῖτον ὠνησάμενοι κατήγαγον δημοσίᾳ, οἵ τε διαμείβεσθαι τὰς ἀγορὰς εἰωθότες ἐκ παντὸς τόπου συνῆλθον, παρʼ ὧν ἡ πόλις ὠνησαμένη τὸν φόρτον ἐκ τῶν κοινῶν χρημάτων εἶχεν ἐν φυλακῇ.
因为由他们派遣去采购粮食的使者们,从沿海和内陆的市场上购买了大量粮食,并在公家主持下运了回来;同时,习惯于在各地市场进行交易的商人们也从四面八方聚集而来,城邦用公款从他们手中购得货物,并予以保管。
§7.20.3ἦλθον δὲ καὶ οἱ πρότερον ἀποσταλέντες πρέσβεις εἰς Σικελίαν Γεγάνιος καὶ Οὐαλέριος πολλὰς ἄγοντες ὁλκάδας, ἐν αἷς ἐκομίζοντο πυρῶν πέντε μυριάδες μεδίμνων Σικελικῶν, ὧν τὸ μὲν ἥμισυ μέρος ὠνητὸν ἦν βραχείας πάνυ τιμῆς, τὸ δὲ λοιπὸν ὁ τύραννος ἀπεστάλκει προῖκα δοὺς καὶ τέλεσι παρακομίσας τοῖς ἰδίοις.
此外,先前被派往西西里的使者格加尼乌斯和瓦莱里乌斯也率领着许多商船抵达,船上装载着五万西西里麦斗的麦子。 其中一半是以极低的价格购买的,而其余的部分则是僭主免费赠送、并自费运送过来的。
§7.20.4ὡς δʼ ἀπηγγέλθη τοῖς ἐν τῇ πόλει ὁ κατάπλους τῶν σιτηγῶν ὁλκάδων τῶν ἀπὸ Σικελίας, πολλὴ ζήτησις ἐνέπιπτε τοῖς πατρικίοις ὑπὲρ τῆς διαθέσεως αὐτοῦ.
当来自西西里的运粮船入港的消息传到城内时,贵族们对于如何处置这些粮食展开了激烈的讨论。
οἱ μὲν γὰρ ἐπιεικέστατοι αὐτῶν καὶ φιλοδημότατοι πρὸς τὰς κατεχούσας τὸ κοινὸν ἀνάγκας ἀποβλέποντες τήν τε παρὰ τοῦ τυράννου δωρεὰν παρῄνουν ἅπασαν διανεῖμαι τοῖς δημοτικοῖς, καὶ τὸν ὠνηθέντα ἐκ τῶν δημοσίων χρημάτων σῖτον ὀλίγης αὐτοῖς ἀπεμπολῆσαι τιμῆς, διδάσκοντες ὡς ἐκ τούτων ἂν γένοιντο μάλιστα τῶν χαρίτων ἐπιεικέστεραι πρὸς τοὺς εὐπόρους αἱ τῶν πενήτων ὀργαί·
其中最温和、最亲平民的人,着眼于国家正面临的困境,建议将僭主赠送的所有礼品全部分发给平民,并将用公款购买的粮食以低廉的价格卖给他们,指出正是通过这些恩惠,穷人对富人的愤怒才会最有效地得到缓和。
οἱ δʼ αὐθαδέστεροι καὶ ὀλιγαρχικώτεροι πάσῃ προθυμίᾳ τε καὶ μηχανῇ κακοῦν ᾤοντο δεῖν τοὺς δημοτικοὺς καὶ συνεβούλευον τιμίας ὡς ἔνι μάλιστα ποιεῖν αὐτοῖς τὰς ἀγοράς, ἵνα σωφρονέστεροι διὰ τὴν ἀνάγκην γένοιντο καὶ πρὸς τὰ λοιπὰ τῆς πολιτείας δίκαια νομιμώτεροι.
然而,那些更为傲慢、更倾向于寡头政治的人则认为应当竭尽全力和手段去惩治平民,并建议尽可能提高他们的市场价格,以便他们因迫于生计而变得更加规矩,在国家体制的其他权利方面也更加守法。

词汇与语法注释

  1. p.v.3p.33ὡς ἐν τῇ κατʼ αὐτὴν εὐετηρίᾳ τῆς ὁμονοίας τοῦ πλήθους κειμένης — 独立属格结构(genitive absolute)“ὡς ... κειμένης”(其中 κειμένης 是 κεῖμαι“依赖、取决于”的属格阴性单数分词),其逻辑主语是后置的 τῆς ὁμονοίας。连词 ὡς 表示行为者(执政官)的主观意图或理由,意为“认为……”。
  2. §7.20.1οὐ μὴν ἐξεγένετό γʼ αὐτοῖς ἀμφοτέρων ἅμα τούτων τυχεῖν — 无人称动词 ἐξεγένετο(源自 ἐκγίγ诺迈“允许、可能”的直说法语过去时)带与格行为者 αὐτοῖς,并以不定式短语 τυχεῖν(源自 τυγχάνω“获得”,支配属格 ἀμφοτέρων τούτων)作为逻辑主语,意为“他们未能同时获得这两者(物富与民和)”。
  3. 1359ἐξ ἀρχῆς — 副词短语 ἐξ ἀρχῆς 的理解。字面意为“自始、从头”,在此处语境中,它暗示了这场危险是“从城邦的根本(或最初的源头)”产生,或者是“源自政权(执政官的统治)本身”。这强调了随后发生的危机具有根本性,动摇了罗马国家的根基。
  4. 1360ὡς ἐκ τούτων ἂν γένοιντο μάλιστα τῶν χαρίτων ἐπιεικέστεραι πρὸς τοὺς εὐπόρους αἱ τῶν πενήτων ὀργαί — 间接引语中的潜在希求法(γένοιντο ἄν)。主语是置于后方的名词短语 αἱ τῶν π演变·奥尔盖(穷人的愤怒),比较级形容词 ἐπιεικέστεραι(更温和的)作表语。介词短语 ἐκ τούτων ... τῶν χαρίτων(由于这些恩惠)被主动词分隔开,形成超前排布(hyperbaton)以示强调。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §7.20.1-7.20.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:7.20.1-7.20.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。