Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §7.10.1-7.10.6

市民の子息たちの山中での蜂起と僭主の失策

512 / 962 箇所 · ギリシア語

要旨

かつて死罪を免れた市民の息子たちが、成長後に再び殺害されそうになったため逃亡して山中で武装蜂起する。彼らはカプアの追放者らの支援を得て各地を襲撃し、困惑した僭主は偽の脱走兵の罠にかかって軍を遠方に派遣してしまう。

§7.10.1οἱ δʼ ἐπαναστάντες αὐτῷ καὶ τὴν πόλιν ἐλευθερώσαντες ἀπὸ τῆς τυραννίδος οἱ παῖδες τῶν πεφονευμένων ὑπʼ αὺτοῦ πολιτῶν ἦσαν, οὕς κατʼ ἀρχὰς ἅπαντας ἀποκτεῖναι ἐν ἡμέρᾳ μιᾷ προελόμενος ἐπέσχεν, ὥσπερ ἔφην, ὑπὸ τῶν σωματοφυλάκων, οἷς ἔδωκε τὰς μητέρας αὐτῶν, ἐκλιπαρηθείς, κατʼ ἀγροὺς κελεύσας διατρίβειν.
彼に対して反乱を起こし、この市を僭主政治から解放した者たちは、彼によって殺害された市民たちの子供たちであった。 彼らを彼は、かつて私が述べたように、一日のうちに全員殺害することを選んだものの、彼らの母親たちを彼が与えた護衛兵たちから熱心に懇願されたため思いとどまり、田舎で暮らすように命じたのであった。
§7.10.2ὀλίγοις δʼ ἔτεσιν ὕστερον, ἐπειδὴ τὰς κώμας διεξιὼν πολλὴν καὶ ἀγαθὴν εἶδεν αὐτῶν νεότητα, δείσας, μὴ συμφρονήσαντες ἐπαναστῶσιν αὐτῷ, φθάσαι διαχειρισάμενος ἅπαντας ἐβούλετο, πρὶν αἰσθέσθαι τινά·
しかし数年後、彼が村々を巡回した際、彼らの数が多く頑健な若者となっているのを見て、彼らが心を一つにして自分に対して反乱を起こすのではないかと恐れ、誰かが気づく前に、先手を打って全員を処分してしまいたいと考えた。
καὶ παραλαβὼν τοὺς φίλους ἐσκόπει μετʼ αὐτῶν, διʼ οἵου τρόπου ῥᾷστά τε καὶ τάχιστα λαθόντες ἀναιρεθήσονται.
そして、友人たちを呼び寄せ、彼らとともに、どのようにすれば最も容易かつ迅速に、気づかれずに彼らを抹殺できるかを検討した。
§7.10.3τοῦτο καταμαθόντες οἱ παῖδες, εἴτε μηνυθὲν ὑπὸ τῶν συνειδότων τινός, εἴτʼ αὐτοὶ κατὰ τὸν ἐκ τῶν εἰκότων λογισμὸν ὑποτοπήσαντες, φεύγουσιν εἰς τὰ ὄρη τὸν γεωργικὸν ἁρπάσαντες σίδηρον.
このことを知った子供たちは、共謀者の一人から密告されたのか、あるいは自ら蓋然的な推論によって疑いを抱いたのか、農耕用の鉄器を手にして山々へと逃れた。
ἧκον δʼ αὐτοῖς ἐπίκουροι κατὰ τάχος ἐνδιατρίβοντες ἐν Καπύῃ Κυμαίων φυγάδες, ὧν ἦσαν ἐπιφανέστατοί τε καὶ πλείστους Καμπανῶν ἔχοντες ξένους οἱ Ἱππομέδοντος παῖδες τοῦ κατὰ τὸν Τυρρηνικὸν ἱππαρχήσαντος πόλεμον, αὐτοί θʼ ὡπλισμένοι κἀκείνοις κομίζοντες ὅπλα Καμπανῶν τε μισθοφόρων καὶ φίλων χεῖρα συγκροτήσαντες οὐκ ὀλίγην.
クマイ人の追放者たちで、カプアに滞在していた者たちが急ぎ彼らのもとに援軍としてやって来た。 その中には、ティレニア戦争において騎兵長官を務めたヒッポメドンの子供たちが最も著名であり、かつ最も多くのカンパニア人の客友を抱えていたが、彼ら自身も武装し、また彼らのためにも武器を携えて、カンパニア人の傭兵や友人たちの小さからぬ一隊を組織していた。
§7.10.4ἐπεὶ δὲ καθʼ ἓν ἅπαντες ἐγένοντο, τοὺς ἀγροὺς τῶν ἐχθρῶν καταθέοντες ἐφόδοις λῃστρικαῖς ἐλεηλάτουν καὶ τοὺς δούλους ἀφίστασαν ἀπὸ τῶν δεσποτῶν καὶ τοὺς ἐκ τῶν δεσμωτηρίων λύοντες καθώπλιζον, καὶ ὅσα μὴ δύναιντο φέρειν τε καὶ ἄγειν τὰ μὲν ἐνεπίμπρασαν, τὰ δὲ κατέσφαττον.
全員が一堂に会すると、彼らは敵の領地を襲撃し、略奪を行い、奴隷たちを主人から離反させ、牢獄から解放した者たちを武装させた。 そして、持ち運んで奪い去ることができないほどのものは火を放ち、あるいは屠殺した。
ἀπορουμένῳ δὲ τῷ τυράννῳ, τίνα χρὴ
僭主は、どのように彼らと戦うべきか途方に暮れた。
§7.10.5τρόπον αὐτοῖς πολεμεῖν διὰ τὸ μήτʼ ἐκ τοῦ φανεροῦ τὰς ἐπιχειρήσεις αὐτοὺς ποιεῖσθαι μήτʼ ἐν τοῖς αὐτοῖς χρονίζειν τόποις, ἀλλὰ νυκτὶ μὲν εἰς ὄρθρον, ἡμέρᾳ δʼ εἰς νύκτα συμμετρεῖσθαι τὰς ἐφόδους, καὶ πολλάκις ἀποστείλαντι τοὺς στρατιώτας ἐπὶ τὴν βοήθειαν τῆς χώρας διὰ κενῆς, παραγίνεταί τις ἐξ αὐτῶν ᾐκισμένος τὸ σῶμα μάστιξιν ἀποσταλεὶς ὑπὸ τῶν φυγάδων ὡς αὐτόμολος, ὃς ἄδειαν αἰτησάμενος ὑπέσχετο τῷ τυράννῳ παραλαβὼν τὴν ἀποσταλησομένην σὺν αὐτῷ δύναμιν ἄξειν ἐπὶ τὸν τόπον, ἐν ᾧ τὴν ἐπιοῦσαν ἔμελλον αὐλίζεσθαι νύκτα οἱ φυγάδες.
というのも、彼らは公然と攻撃を仕掛けることもなく、同じ場所に長く留まることもせず、夜の襲撃は夜明けに合わせて、昼の襲撃は日没に合わせて時間を調整し、彼が国土の救援のために幾度となく兵を派遣しても徒労に終わったからである。 その時、彼らの中から、体が鞭で傷つけられた男が一人やって来た。 彼は追放者たちから偽の脱走兵として送り込まれており、身の安全を求めた上で、自分とともに派遣される部隊を引き連れて、追放者たちが次の夜に宿営する予定の場所へと案内することを僭主に約束した。
§7.10.6ᾧ πιστεῦσαι προαχθεὶς ὁ τύραννος αἰτοῦντι οὐθὲν καὶ τὸ ἑαυτοῦ σῶμα ὅμηρον παρεχομένῳ πέμπει τοὺς πιστοτάτους τῶν ἡγεμόνων ἄγοντας ἱππεῖς τε πολλοὺς καὶ τὴν μισθοφόρον δύναμιν, οἷς ἐνετείλατο μάλιστα μὲν ἅπαντας τοὺς φυγάδας, εἰ δὲ μή γʼ ὡς πλείστους ἐξ αὐτῶν δήσαντας πρὸς αὐτὸν ἄγειν.
その男を信じるように仕向けられた僭主は、その男が何も要求せず、自らの体を人質として差し出したため、最も信頼する将軍たちに多くの騎兵と傭兵部隊を率いさせて派遣した。 彼らに対し、できれば追放者を全員、そうでなくとも、できる限り多くの者を縛り上げて自分の前に連れてくるように命じた。
ὁ μὲν οὖν κατασκευαστὸς αὐτόμολος κατά τʼ ἀτριβεῖς ὁδοὺς καὶ διὰ δρυμῶν ἐρήμων ἦγε τὴν στρατιὰν ταλαιπωροῦσαν διʼ ὅλης νυκτὸς ἐπὶ τὰ πλεῖστον ἀπέχοντα τῆς πόλεως μέρη.
こうして、この仕組まれた脱走兵は、踏み慣らされていない道や無人の森を通って、一晩中苦難を強いる形で、市内から最も離れた地域へと軍を導いた。

語釈・文法注

  1. 7.10.1ὑπὸ τῶν σωματοφυλάκων — 受動の意味を持つ過去分詞 `ἐκλιπαρηθείς`(熱心に懇願されて)の行為者を指す前置詞句。文脈上、かつて母親たちを護衛兵に与えていたため、その護衛兵たちが母親たちに懇願され、さらに彼らが僭主に懇願したという複雑な経緯を示している。
  2. 7.10.3μηνυθὲν — 非人称の対格絶対(accusative absolute)。「(何者かによってその陰謀が)暴露されたため」という事由を示す。通常の属格絶対ではなく、中性単数の対格形が非人称的に用いられている。
  3. 7.10.5διὰ τὸ μήτʼ... ποιεῖσθαι — 前置詞 `διά`(対格支配で「〜のゆえに」)の目的語となっている冠詞付き不定詞(articular infinitive)。不定詞 `ποιεῖσθαι` の意味上の主語として、対格の `αὐτούς`(彼らが)が置かれている。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §7.10.1-7.10.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:7.10.1-7.10.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。