§7.10.1οἱ δʼ ἐπαναστάντες αὐτῷ καὶ τὴν πόλιν ἐλευθερώσαντες ἀπὸ τῆς τυραννίδος οἱ παῖδες τῶν πεφονευμένων ὑπʼ αὺτοῦ πολιτῶν ἦσαν, οὕς κατʼ ἀρχὰς ἅπαντας ἀποκτεῖναι ἐν ἡμέρᾳ μιᾷ προελόμενος ἐπέσχεν, ὥσπερ ἔφην, ὑπὸ τῶν σωματοφυλάκων, οἷς ἔδωκε τὰς μητέρας αὐτῶν, ἐκλιπαρηθείς, κατʼ ἀγροὺς κελεύσας διατρίβειν.
反抗他并将城市从僭主统治中解放出来的,是那些被他杀害的市民的孩子们。 正如我所说,他起初决定在一天之内将他们全部杀害,但由于将他们母亲赐予的卫兵们向他苦苦哀求,他便罢手,命令他们在田间生活。
§7.10.2ὀλίγοις δʼ ἔτεσιν ὕστερον, ἐπειδὴ τὰς κώμας διεξιὼν πολλὴν καὶ ἀγαθὴν εἶδεν αὐτῶν νεότητα, δείσας, μὴ συμφρονήσαντες ἐπαναστῶσιν αὐτῷ, φθάσαι διαχειρισάμενος ἅπαντας ἐβούλετο, πρὶν αἰσθέσθαι τινά· καὶ παραλαβὼν τοὺς φίλους ἐσκόπει μετʼ αὐτῶν, διʼ οἵου τρόπου ῥᾷστά τε καὶ τάχιστα λαθόντες ἀναιρεθήσονται.
但几年后,当他巡视各村庄,看到他们人数众多且强壮的青年时,担心他们会暗中联合并反抗他,便希望在任何人发觉之前先发制人,将他们全部除掉;于是他召集朋友,与他们商议如何以最容易、最迅速、且不为人知的方式将他们消灭。
§7.10.3τοῦτο καταμαθόντες οἱ παῖδες, εἴτε μηνυθὲν ὑπὸ τῶν συνειδότων τινός, εἴτʼ αὐτοὶ κατὰ τὸν ἐκ τῶν εἰκότων λογισμὸν ὑποτοπήσαντες, φεύγουσιν εἰς τὰ ὄρη τὸν γεωργικὸν ἁρπάσαντες σίδηρον.
孩子们获悉了此事——无论是由于知情者之一的密告,还是他们自己根据合理的推算产生了怀疑——便夺过农具铁器逃往山中。
ἧκον δʼ αὐτοῖς ἐπίκουροι κατὰ τάχος ἐνδιατρίβοντες ἐν Καπύῃ Κυμαίων φυγάδες, ὧν ἦσαν ἐπιφανέστατοί τε καὶ πλείστους Καμπανῶν ἔχοντες ξένους οἱ Ἱππομέδοντος παῖδες τοῦ κατὰ τὸν Τυρρηνικὸν ἱππαρχήσαντος πόλεμον, αὐτοί θʼ ὡπλισμένοι κἀκείνοις κομίζοντες ὅπλα Καμπανῶν τε μισθοφόρων καὶ φίλων χεῖρα συγκροτήσαντες οὐκ ὀλίγην.
而在卡普亚逗留的库迈流亡者迅速前来援助他们,其中最著名、且拥有最多坎帕尼亚客友的是在第勒尼安战争中担任骑兵长官的希波墨冬的孩子们,他们自己武装起来,并为其他人带来了武器,组织起了一支人数不少的坎帕尼亚雇佣兵和朋友的队伍。
§7.10.4ἐπεὶ δὲ καθʼ ἓν ἅπαντες ἐγένοντο, τοὺς ἀγροὺς τῶν ἐχθρῶν καταθέοντες ἐφόδοις λῃστρικαῖς ἐλεηλάτουν καὶ τοὺς δούλους ἀφίστασαν ἀπὸ τῶν δεσποτῶν καὶ τοὺς ἐκ τῶν δεσμωτηρίων λύοντες καθώπλιζον, καὶ ὅσα μὴ δύναιντο φέρειν τε καὶ ἄγειν τὰ μὲν ἐνεπίμπρασαν, τὰ δὲ κατέσφαττον.
当所有人聚集到一处时,他们通过强盗式的袭击席卷敌人的田地进行掠夺,并使奴隶脱离主人,还释放并武装了监狱中的人;而凡是他们无法带走或运走的东西,有的放火烧毁,有的则予以宰杀。
ἀπορουμένῳ δὲ τῷ τυράννῳ, τίνα χρὴ §7.10.5τρόπον αὐτοῖς πολεμεῖν διὰ τὸ μήτʼ ἐκ τοῦ φανεροῦ τὰς ἐπιχειρήσεις αὐτοὺς ποιεῖσθαι μήτʼ ἐν τοῖς αὐτοῖς χρονίζειν τόποις, ἀλλὰ νυκτὶ μὲν εἰς ὄρθρον, ἡμέρᾳ δʼ εἰς νύκτα συμμετρεῖσθαι τὰς ἐφόδους, καὶ πολλάκις ἀποστείλαντι τοὺς στρατιώτας ἐπὶ τὴν βοήθειαν τῆς χώρας διὰ κενῆς, παραγίνεταί τις ἐξ αὐτῶν ᾐκισμένος τὸ σῶμα μάστιξιν ἀποσταλεὶς ὑπὸ τῶν φυγάδων ὡς αὐτόμολος, ὃς ἄδειαν αἰτησάμενος ὑπέσχετο τῷ τυράννῳ παραλαβὼν τὴν ἀποσταλησομένην σὺν αὐτῷ δύναμιν ἄξειν ἐπὶ τὸν τόπον, ἐν ᾧ τὴν ἐπιοῦσαν ἔμελλον αὐλίζεσθαι νύκτα οἱ φυγάδες.
僭主对此无计可施,不知该用什么方式与他们交战,因为他们既不公开进行袭击,也不在同一地点逗留,而是将夜间的袭击调整到黎明,白天的袭击调整到夜间,以至于他多次派遣士兵前去救援乡村,结果都是徒劳。 这时,他们中的一个人,身体被鞭笞得伤痕累累,作为脱走者被流亡者派遣而来,他请求免受惩罚,并向僭主保证,如果带上随他一同派遣的部队,他将把他们带到流亡者们准备在接下来的夜里露宿的地方。
§7.10.6ᾧ πιστεῦσαι προαχθεὶς ὁ τύραννος αἰτοῦντι οὐθὲν καὶ τὸ ἑαυτοῦ σῶμα ὅμηρον παρεχομένῳ πέμπει τοὺς πιστοτάτους τῶν ἡγεμόνων ἄγοντας ἱππεῖς τε πολλοὺς καὶ τὴν μισθοφόρον δύναμιν, οἷς ἐνετείλατο μάλιστα μὲν ἅπαντας τοὺς φυγάδας, εἰ δὲ μή γʼ ὡς πλείστους ἐξ αὐτῶν δήσαντας πρὸς αὐτὸν ἄγειν.
僭主由于那人毫无要求且将自己的身体作为人质而信以为真,便派出了最亲信的将领,带领许多骑兵和雇佣兵部队,命令他们最好能将所有流亡者,如果不能,也尽可能多地将他们绑到他面前。
ὁ μὲν οὖν κατασκευαστὸς αὐτόμολος κατά τʼ ἀτριβεῖς ὁδοὺς καὶ διὰ δρυμῶν ἐρήμων ἦγε τὴν στρατιὰν ταλαιπωροῦσαν διʼ ὅλης νυκτὸς ἐπὶ τὰ πλεῖστον ἀπέχοντα τῆς πόλεως μέρη.
于是,这个伪装的脱走者带着这支整夜受苦的军队,沿着荒僻的小道和荒凉的林地,走向距离城市最偏远的地区。