§6.93.1ὁ δὲ Μάρκιος ὁ πρῶτος καὶ πρὸ πολλῶν ὑποστὰς τοὺς πολεμίους καὶ λαμπρότατος ἁπάντων γενόμενος Ῥωμαίων ἔν τε τῇ τειχομαχίᾳ καὶ τοῖς ἐντὸς τείχους ἀγῶσι, λαμπρότερος ἐν τῷ δευτέρῳ ἀγῶνι τῷ πρὸς τοὺς Ἀντιάτας συστάντι ἐφάνη.
一方、真っ先に、そして多くの者に先んじて敵を阻み、城壁をめぐる戦闘においても城壁内での戦いにおいてもすべてのローマ人の中で最も輝かしい働きを見せたマルキウスは、アンティウム人との間で発生した第二の戦闘においては、さらに輝かしい者として現れた。
οὐδὲ γὰρ ταύτης ἐδικαίωσεν ἀπολειφθῆναι τῆς μάχης, ἀλλʼ ἅμα τῷ κρατηθῆναι τὴν πόλιν ὀλίγους τοὺς ἀκολουθῆσαι δυνηθέντας ἐπαγόμενος ἐχώρει δρόμῳ, καὶ καταλαβὼν παρατεταγμένας ἤδη τὰς δυνάμεις καὶ μελλούσας εἰς χεῖρας ἰέναι, τήν τε ἅλωσιν τῆς πόλεως πρῶτος ἀναγγέλλει τοῖς σφετέροις, τεκμήριον αὐτῆς ἀποδεικνὺς τὸν καπνόν, ὃς ἀπὸ τῶν ἐμπρησθεισῶν οἰκιῶν πολὺς ἐφέρετο, καὶ δεηθεὶς τοῦ ὑπάτου κατὰ τὸ καρτερώτατον τῶν πολεμίων εἱλεῖτο.
というのも、彼はこの戦闘からも取り残されるべきではないと考え、都市が制圧されるやいなや、彼に従うことのできただの少数の者たちを伴って駆け、すでに布陣を終えて白兵戦に入ろうとしていた軍勢のもとに追いついた。 そして彼は、放火された家々から大量に立ち上る煙をその証拠として示しつつ、都市の陥落を味方に真っ先に知らせ、執政官に懇願して敵の最も強力な布陣の場所に身を置いた。
§6.93.2καὶ ἐπειδὴ τὰ σημεῖα ἤρθη τῆς μάχης, πρῶτος ὁμόσε τοῖς ἐναντίοις ἐχώρει καὶ πολλοὺς τῶν εἰς χεῖρας ἐλθόντων ἀποκτείνας εἰς μέσην αὐτῶν τὴν φάλαγγα ὠθεῖται.
そして戦闘の合図が掲げられると、彼は真っ先に敵に向かって進み、肉薄してきた者の多くを殺害して、彼らのファランクスの中央へと突き進んだ。
οἱ δʼ Ἀντιάται συστάδην μὲν οὐκέτι μάχεσθαι πρὸς αὐτὸν ὑπέμενον, ἀλλʼ ἐξέλειπον τὰς τάξεις καθʼ οὓς γένοιτο ἐπιών, κύκλῳ δὲ περιίσταντο ἀθρόοι καὶ ἔβαλλον ὑποχωροῦντες ἐπιόντα τε καὶ ἑπόμενον.
アンティウム人たちは、もはや彼と接近して戦うことに耐えられず、彼が逆襲してくる場所の隊列を放棄したが、集団で周囲を囲み、彼が突撃し追撃してくるのに対して、退却しつつ武器を投げつけた。
ὁ δὲ Πόστουμος ὡς ἔγνω τοῦτο, δείσας μή τι μονωθεὶς ὁ ἀνὴρ πάθῃ, τοὺς κρατίστους τῶν νέων ἀρωγοὺς αὐτῷ πέμπει·
ポストゥムスはこれを知ると、その男が孤立して何らかの災いに遭うことを恐れ、若者たちの中で最も優れた者たちを彼への救援として派遣した。
κἀκεῖνοι ποιήσαντες πυκνοὺς τοὺς λόχους ἐμβάλλουσι τοῖς πολεμίοις.
彼らは部隊を密に編成して敵に突撃した。
οὐ δεξαμένων δʼ αὐτοὺς τῶν κατὰ μέτωπον, ἀλλʼ εἰς φυγὴν τραπέντων, προσωτέρω προχωροῦντες εὑρίσκουσι τὸν Μάρκιον τραυμάτων μεστὸν καὶ περὶ αὐτὸν ὁρῶσι νεκρούς τε κειμένους πολλοὺς καὶ ἡμιθανεῖς.
正面の敵は彼らを受け止めることができずに敗走し、彼らがさらに前進すると、傷だらけになったマルキウスを見出し、彼の周りに多くの死者や瀕死の者が横たわっているのを目にした。
§6.93.3μετὰ τοῦτʼ ἤδη κοινῶς ἐχώρουν ἡγεμόνα τὸν Μάρκιον ἔχοντες ἐπὶ τοὺς ἔτι διαμένοντας ἐν τάξει, κτείνοντες τοὺς ὑφισταμένους καὶ ὥσπερ ἀνδραπόδοις παραχρώμενοι.
この後、彼らはすでにマルキウスを指導者として共同で、いまだ隊列を維持している者たちに向かって進み、抵抗する者を殺戮し、まるで奴隷をあしらうかのように彼らを蹂躙した。
ἄξιοι μὲν δὴ λόγου καὶ οἱ ἄλλοι Ῥωμαῖοι ἐν ταύτῃ τῇ μάχῃ ἐγένοντο, κράτιστοι δʼ αὐτῶν οἱ προασπίσαντες τὸν Μάρκιον·
この戦闘においては他のローマ人たちも賞賛に値したが、彼らの中で最も優れていたのはマルキウスを盾で守った者たちであった。
ὑπὲρ ἅπαντας δʼ αὐτὸς ὁ Μάρκιος, ὃς καὶ τῆς νίκης ἀναμφιλόγως αἰτιώτατος ἦν.
しかし何よりも優れていたのはマルキウス自身であり、彼は疑いなく勝利の最大の立役者であった。
ἐπεὶ δὲ συνεσκόταζεν ἤδη, οἱ μὲν Ῥωμαῖοι ἀνεχώρουν ἐπὶ τὸ στρατόπεδον μέγα ἐπὶ τῇ νίκῃ φρονοῦντες καὶ πολλοὺς μὲν ἀνῃρηκότες τῶν Ἀντιατῶν, πολλοὺς δʼ αἰχμαλώτους ἄγοντες.
すでに暗くなり始めたので、ローマ人は勝利に大いに意気揚々としながら、多くのアンティウム人を殺害し、また多くの捕虜を連れて陣営へと退却した。