§6.94.1τῇ δʼ ἑξῆς ἡμέρᾳ συγκαλέσας ὁ Πόστουμος εἰς ἐκκλησίαν τὸν στρατὸν ἔπαινον τοῦ Μαρκίου διεξῆλθε πολὺν καὶ στεφάνοις αὐτὸν ἀριστείοις ἀνέδησεν ἀμφοτέρων χαριστήρια τῶν ἀγώνων ἀποδιδούς.
翌日、ポストゥムスは軍勢を集会に召集して、マルキウスへの多大なる称賛の言葉を述べ、両方の戦闘に対する恩賞として武功の冠で彼を戴冠した。
ἐδωρήσατο δʼ αὐτὸν ἵππῳ πολεμιστῇ στρατηγικοῖς ἐπισήμοις κεκοσμημένῳ καὶ δέκα σώμασιν αἰχμαλώτοις, ἐπʼ ἐκείνῳ ποιήσας, οὕς βούλοιτο λαβεῖν, ἀργυρίῳ τε, ὅσον ἂν ἐξενέγκασθαι δύναιτο αὐτός, καὶ ἀπὸ τῆς ἄλλης λείας πολλαῖς καὶ καλαῖς ἀπαρχαῖς.
そして、将軍用の装飾で飾られた戦馬と、彼が望むものを選び取る権利を彼に与えた上で10人の捕虜、また彼自身が持ち出しうる限りの銀、そしてその他の戦利品から多くの美しい初物を彼に贈った。
§6.94.2βοῆς δὲ γενομένης ἐξ ἁπάντων μεγάλης, ὡς ἂν ἐπαινούντων τε καὶ συνηδομένων, προσελθὼν ὁ Μάρκιος τῷ τε ὑπάτῳ χάριν εἰδέναι μεγάλην ἔφη καὶ τοῖς ἄλλοις ἅπασιν ἐπὶ ταῖς τιμαῖς, ὧν αὐτὸν ἠξίουν·
全員から、称賛しともに喜んでいるかのような大きな歓声が上がると、マルキウスは進み出て、執政官および他の全員に対して、彼らが自分に与えてくれた名誉に大いに感謝していると述べた。
οὐ μέντοι καταχρήσεσθαί γʼ αὐταῖς, ἀρκεσθήσεσθαι δὲ τῷ θʼ ἵππῳ τῆς λαμπρότητος τῶν σημείων ἕνεκεν καὶ ἑνὶ αἰχμαλώτῳ, ὃς ἔτυχεν αὐτῷ ξένος ὤν.
しかし、それらを過分に受け取ることはせず、その装飾の輝かしさゆえに馬だけで満足し、また、たまたま自分の客人であった一人の捕虜だけで満足すると言った。
οἱ δὲ στρατιῶται καὶ πρότερον ἀγάμενοι τὸν ἄνδρα τῆς γενναιότητος, ἔτι μᾶλλον ἐθαύμασαν τῆς ὑπεροψίας τοῦ πλούτου καὶ ὅτι μετρίως ἤνεγκε τὴν τοσαύτην εὐτυχίαν.
兵士たちは以前からも彼の高潔さゆえにこの男を称賛していたが、富に対するその無頓着さと、これほどの幸運を控えめに受け止めたことに、さらにいっそう驚嘆した。
ἐκ τούτου Κοριολανὸς ἐπεκλήθη τοῦ ἔργου, καὶ πάντων ἐγεγόνει τῶν κατὰ τὴν αὐτὴν ἡλικίαν ἐπιφανέστατος.
この功績から、彼は「コリオラヌス」と名付けられ、同世代のすべての人の中で最も高名な人物となった。
§6.94.3τῆς δὲ πρὸς τοὺς Ἀντιάτας μάχης τοῦτο λαβούσης τὸ τέλος αἱ λοιπαὶ τῶν Οὐολούσκων πόλεις διελύοντο τὴν πρὸς τοὺς Ῥωμαίους ἔχθραν, καὶ ὅσοι τὰ ὅμοια ἐκείνοις ἐφρόνουν, οἵ τʼ ἐν τοῖς ὅπλοις ἤδη ὄντες, καὶ οἱ παρασκευαζόμενοι τὸν πόλεμον ἐπέπαυντο.
アンティウム人との戦いがこのような結末を迎えると、ウォルスキ人の他の都市はローマ人に対する敵意を解き、彼らと同じ志を抱いていた者たちも、すでに武器を手にしていた者たちも、戦争の準備をしていた者たちも、戦いをやめた。
οἷς ἅπασιν ὁ Πόστουμος ἐπιεικῶς χρησάμενος, ἀνέστρεψεν ἐπὶ τὰ οἰκεῖα, καὶ διαφῆκε τὴν στρατιάν.
ポストゥムスは彼ら全員を寛大に扱い、本国へと帰還して軍勢を解散した。
Κάσσιος δʼ ὁ ἕτερος τῶν ὑπάτων ὁ καταλειφθεὶς ἐν τῇ Ῥώμῃ τὸν νεὼν τῆς τε Δήμητρος καὶ Διονύσου καὶ Κόρης ἐν τῷ μεταξὺ χρόνῳ καθιέρωσεν, ὅς ἐστιν ἐπὶ τοῖς τέρμασι τοῦ μεγίστου τῶν ἱπποδρόμων ὑπὲρ αὐτὰς ἱδρυμένος τὰς ἀφέσεις, εὐξαμένου μὲν αὐτὸν Αὔλου Ποστουμίου τοῦ δικτάτορος ὑπὲρ τῆς πόλεως ἀναθήσειν τοῖς θεοῖς, καθʼ ὃν χρόνον ἔμελλεν ἀγωνίζεσθαι πρὸς τὴν Λατίνων στρατιάν, τῆς τε βουλῆς μετὰ τὸ νίκημα τὴν κατασκευὴν αὐτοῦ ψηφισαμένης ἐκ τῶν λαφύρων ποιήσασθαι πᾶσαν, τότε δὲ τοῦ ἔργου λαβόντος τὴν συντέλειαν.
一方、ローマに残されていたもう一人の執政官カッシウスは、その間にデメテルとディオニュソスとコレーの神殿を献堂した。 この神殿は大戦車競技場の端、そのスタート台の真上に建立されており、かつて独裁官アウルス・ポストゥムスがラティウム人の軍勢と戦おうとしていた時に、国家のために神々にこれを奉納すると誓ったもので、勝利の後に元老院がその建設のすべてを戦利品からまかなうことを決議し、その時になってこの事業が完成を見たものであった。