Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §6.85.1-6.85.3

共通の利益による団結と祖国への帰還の呼びかけ

491 / 962 箇所 · ギリシア語

要旨

演説者は、元老院と平民が互いを必要とする最大の保証は「共通の利益」であると説き、不必要な疑念を捨てて祖国へ帰還するよう促す。

§6.85.1μίαν εἰπὼν ἔτι τὴν οὔτε ἀγνοουμένην ὑπʼ οὐδενὸς ἀνθρώπων οὔτε ἀμφισβητουμένην παύσομαι.
誰一人知らぬ者もなく、誰も異論を唱えない、もう一つの誓約を述べて、私は話をやめることにしましょう。
τίς δʼ ἐστὶν αὕτη;
では、それは何でしょうか。
ἡ τὸ κοινὸν συμφέρον εἰσάγουσα καὶ διʼ ἀλλήλων ἀμφότερα ποιοῦσα σώζεσθαι τὰ μέρη.
共通の利益をもたらし、双方の部分をお互いを通じて救われるようにするものです。
αὕτη μέντοι πρώτη καὶ μόνη συνάγει τε ἡμᾶς εἰς τὸ αὐτὸ καὶ οὐκ ἐάσει ποτὲ δίχʼ ἀλλήλων γενέσθαι.
これこそが、何よりもまず、そして唯一、我々を一体へと結びつけ、決してお互いから離れることを許さないものです。
δεήσεται γὰρ ἀεὶ καὶ οὐδέποτε παύσεται δεόμενον τὸ μὲν ἀμαθὲς πλῆθος ἔμφρονος ἡγεμονίας, τὸ δʼ ἡγεῖσθαι δυνάμενον βουλευτήριον τῶν ἄρχεσθαι βουλομένων ὄχλων·
なぜなら、無知な群衆は思慮深い指導を常に必要とし、決して必要とすることをやめず、また指導する能力のある元老院は支配されることを望む群衆を常に必要とし、決して必要とすることをやめないからです。
καὶ οὐ δόξῃ μόνον τοῦτʼ εἰκάσαντες, §6.85.2ἀλλὰ καὶ ἔργῳ πειραθέντες ἴσμεν.
そして、我々はこれを単なる推測によって推し量っただけでなく、実際に経験したことによって知っているのです。
τί οὖν δεδιττόμεθα καὶ πράγματα παρέχομεν ἀλλήλοις;
では、なぜ我々は互いに怯え合い、面倒をかけ合っているのでしょうか。
τί δὲ λόγους πονηροὺς λέγομεν χρηστὰ πράγματα ἔχοντες ἐν χερσίν, ἀλλʼ οὐκ ἀναπτύξαντες αὑτοὺς καὶ τὼ χεῖρε περιβάλλοντες ἀλλήλοις ἄπιμεν εἰς τὴν πατρίδα παλαιὰν τέρψιν τῶν ἡδίστων καὶ πόθον ἁπάντων γλυκύτατον ἀποληψόμενοι, ἀλλʼ ἐπιζητοῦμεν ἀσφαλείας ἀγενήτους καὶ πίστεις ἀπίστους, ὥσπερ οἱ πολεμιώτατοι καὶ πάντα ὑποπτεύοντες ἐπὶ τὸ χεῖρον.
有益な事柄を手中に収めていながら、なぜ非難の言葉を口にするのでしょうか。 (そうではなく)心を開き、お互いに両腕を回し合って祖国へと帰り、最も喜ばしい古くからの歓びと、何よりも甘美な憧れを取り戻そうとしないのでしょうか。 むしろ、最悪の敵同士のように、またすべてのことを悪い方へと疑う者のように、生じるはずもない安全や、信用できない保証を求めようとするのでしょうか。
ἡμῖν μέν, ὦ δημόται, τοῖς ἐκ τοῦ συνεδρίου μία πίστις ἀπόχρη περὶ τοῦ μὴ ἄν ποτε ὑμᾶς γενέσθαι περὶ ἡμᾶς, εἰ κατέλθοιτε, κακοὺς τροφάς τε ὑμῶν ἀγαθὰς εἰδόσι καὶ ἐπιτηδεύματα νόμιμα τήν τε ἄλλην ἀρετήν, ἣν πολλάκις ἀπεδείξασθε καὶ ἐν εἰρήνῃ καὶ κατὰ πολέμους.
平民諸君よ、元老院の我々にとっては、あなた方が帰還したとしても、我々に対して決して不誠実にはならないという保証は、一つだけで十分です。 なぜなら我々は、あなた方の優れた教育や、伝統的な習慣、そして、平和なときにも戦争のときにも度々示してきたその他の美徳を知っているからです。
§6.85.3καὶ εἴ τι διʼ ἀνάγκην τῆς πίστεως καὶ ἐλπίδος τὰ συμβόλαια κοινῆς ἐπανορθώσεως τύχοι, τὰ γοῦν ἄλλα πιστεύομεν ὑμῖν ἔσεσθαι ἀγαθοὺς καὶ οὐδὲν δεόμεθα οὔτε ὅρκων οὔτε ὁμήρων οὔτε ἄλλης πίστεως παρὰ τοῦ πλήθους οὐδεμιᾶς·
そして、もし契約が、共通の再建への信頼と希望のために、必要に迫られて何らかの修正を得ることになるとしても、少なくともその他の点において、あなた方が我々に対して誠実であると信じており、誓いも人質も、群衆からの他のいかなる保証もまったく必要としません。
ὑμῖν μέντοι γε πρὸς οὐδὲν τῶν ἀξιουμένων ἐναντιωσόμεθα.
しかしながら、あなた方が要求する事柄に対しては、我々は一つとして反対するつもりはありません。
καὶ περὶ μὲν τῆς πίστεως, ἐφʼ ᾗ διαβάλλειν ἡμᾶς Βροῦτος ἐπεχείρει, ταῦτα ἱκανά.
さて、ブルートゥスが我々を中傷しようと企てたその保証については、これで十分でしょう。
εἰ δέ τις ὑμῖν φθόνος οὐ δίκαιος ἐγκάθηται πονηρὰ περὶ τῆς βουλῆς διανοεῖσθαι πείθων, βούλομαί τινα καὶ πρὸς τοῦτον εἰπεῖν λόγον, ὦ δημόται·
しかし、もし元老院について悪く考えるようそそのかす不当な敵意があなた方の心に巣食っているなら、平民諸君、私はこれに対しても一言述べたいと思います。
καί μου πρὸς θεῶν μεθʼ ἡσυχίας καὶ προσοχῆς ἀκούσατε.
神々に免じて、静かに、そして注意深く私の言葉を聞いてください。

語釈・文法注

  1. §6.85.1μίαν εἰπὼν ἔτι ... παύσομαι — 動詞 παύομαι(やめる)が主格の分詞 εἰπών を補語に伴い、「...を述べ終えてから(話を)やめる」という限定的な意味を表す構文。
  2. §6.85.1δεόμενον τὸ μὲν ἀμαθὲς πλῆθος ἔμφρονος ἡγεμονίας, τὸ δʼ ἡγεῖσθαι δυνάμενον βουλευτήριον τῶν ἄρχεσθαι βουλομένων ὄχλων — 動詞 δέομαι(必要とする)が属格(ἡγεμονίας および ὄχλων)を支配する構文。πλῆθος(主語)と ἡγεμονίας(属格目的語)、βουλευτήριον(主語)と ὄχλων(属格目的語)の対称構造をなしている。分詞 δεόμενον は主動詞 δεήσεται とともに意味を強調・補完する。
  3. §6.85.2περὶ τοῦ μὴ ἄν ποτε ὑμᾶς γενέσθαι περὶ ἡμᾶς ... κακοὺς — 前置詞 περὶ に導かれた属格冠詞付き不定詞句 περὶ τοῦ ... γενέσθαι において、否定辞 μή と助辞 ἄν が不定詞に付随している。ἄν + 不定詞は、直接法+ἄν または希求法+ἄν の間接言明(「決して不誠実になることはないだろう」という確信)を表す。
  4. §6.85.3εἴ τι διʼ ἀνάγκην τῆς πίστεως καὶ ἐλπίδος τὰ συμβόλαια κοινῆς ἐπανορθώσεως τύχοι — 条件節 εἰ ... τύχοι は希求法を用い、潜在的な仮定(「万一〜となるとしても」)を表す。動詞 τυγχάνω は属格目的語(ἐπανορθώσεως)を支配して「〜を得る、受ける」の意味になる。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §6.85.1-6.85.3. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:6.85.1-6.85.3

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。