§6.85.1μίαν εἰπὼν ἔτι τὴν οὔτε ἀγνοουμένην ὑπʼ οὐδενὸς ἀνθρώπων οὔτε ἀμφισβητουμένην παύσομαι.
I shall cease after speaking of one more pledge, which is neither unknown to anyone nor disputed by any.
τίς δʼ ἐστὶν αὕτη;
And what is this?
ἡ τὸ κοινὸν συμφέρον εἰσάγουσα καὶ διʼ ἀλλήλων ἀμφότερα ποιοῦσα σώζεσθαι τὰ μέρη.
It is that which introduces the common interest and causes both parts to be saved through each other.
αὕτη μέντοι πρώτη καὶ μόνη συνάγει τε ἡμᾶς εἰς τὸ αὐτὸ καὶ οὐκ ἐάσει ποτὲ δίχʼ ἀλλήλων γενέσθαι.
This indeed, first and alone, both gathers us into the same place and will never permit us to exist apart from one another.
δεήσεται γὰρ ἀεὶ καὶ οὐδέποτε παύσεται δεόμενον τὸ μὲν ἀμαθὲς πλῆθος ἔμφρονος ἡγεμονίας, τὸ δʼ ἡγεῖσθαι δυνάμενον βουλευτήριον τῶν ἄρχεσθαι βουλομένων ὄχλων· καὶ οὐ δόξῃ μόνον τοῦτʼ εἰκάσαντες, §6.85.2ἀλλὰ καὶ ἔργῳ πειραθέντες ἴσμεν.
For the ignorant multitude will always need, and will never cease needing, wise leadership, and the senate, which is capable of leading, will always need a multitude that is willing to be ruled; and knowing this not by conjecture alone, but also having experienced it in practice.
τί οὖν δεδιττόμεθα καὶ πράγματα παρέχομεν ἀλλήλοις;
Why then do we frighten ourselves and cause trouble to one another?
τί δὲ λόγους πονηροὺς λέγομεν χρηστὰ πράγματα ἔχοντες ἐν χερσίν, ἀλλʼ οὐκ ἀναπτύξαντες αὑτοὺς καὶ τὼ χεῖρε περιβάλλοντες ἀλλήλοις ἄπιμεν εἰς τὴν πατρίδα παλαιὰν τέρψιν τῶν ἡδίστων καὶ πόθον ἁπάντων γλυκύτατον ἀποληψόμενοι, ἀλλʼ ἐπιζητοῦμεν ἀσφαλείας ἀγενήτους καὶ πίστεις ἀπίστους, ὥσπερ οἱ πολεμιώτατοι καὶ πάντα ὑποπτεύοντες ἐπὶ τὸ χεῖρον.
And why do we speak bad words when we have good things in our hands, instead of opening ourselves and, throwing our arms around one another, departing to our fatherland to recover that ancient delight, the sweetest of all, and our sweetest longing, but rather seek impossible securities and untrustworthy pledges, like the bitterest enemies who suspect everything for the worse?
ἡμῖν μέν, ὦ δημόται, τοῖς ἐκ τοῦ συνεδρίου μία πίστις ἀπόχρη περὶ τοῦ μὴ ἄν ποτε ὑμᾶς γενέσθαι περὶ ἡμᾶς, εἰ κατέλθοιτε, κακοὺς τροφάς τε ὑμῶν ἀγαθὰς εἰδόσι καὶ ἐπιτηδεύματα νόμιμα τήν τε ἄλλην ἀρετήν, ἣν πολλάκις ἀπεδείξασθε καὶ ἐν εἰρήνῃ καὶ κατὰ πολέμους.
To us of the senate, O citizens, one pledge is sufficient that you will never behave badly toward us if you return, since we know your good upbringing, your lawful customs, and your other virtue, which you have often displayed both in peace and in war.
§6.85.3καὶ εἴ τι διʼ ἀνάγκην τῆς πίστεως καὶ ἐλπίδος τὰ συμβόλαια κοινῆς ἐπανορθώσεως τύχοι, τὰ γοῦν ἄλλα πιστεύομεν ὑμῖν ἔσεσθαι ἀγαθοὺς καὶ οὐδὲν δεόμεθα οὔτε ὅρκων οὔτε ὁμήρων οὔτε ἄλλης πίστεως παρὰ τοῦ πλήθους οὐδεμιᾶς· ὑμῖν μέντοι γε πρὸς οὐδὲν τῶν ἀξιουμένων ἐναντιωσόμεθα.
And if, through the necessity of trust and hope, the contracts should happen to receive some common correction, in other respects at least we trust that you will be good to us, and we have no need of oaths, hostages, or any other pledge from the multitude; we, however, will oppose none of your demands.
καὶ περὶ μὲν τῆς πίστεως, ἐφʼ ᾗ διαβάλλειν ἡμᾶς Βροῦτος ἐπεχείρει, ταῦτα ἱκανά.
And as for the pledge, concerning which Brutus attempted to slander us, let this suffice.
εἰ δέ τις ὑμῖν φθόνος οὐ δίκαιος ἐγκάθηται πονηρὰ περὶ τῆς βουλῆς διανοεῖσθαι πείθων, βούλομαί τινα καὶ πρὸς τοῦτον εἰπεῖν λόγον, ὦ δημόται· καί μου πρὸς θεῶν μεθʼ ἡσυχίας καὶ προσοχῆς ἀκούσατε.
But if some unjust ill-will is seated in your minds, persuading you to think evil of the senate, I wish to say a few words also against this, O citizens; and by the gods, hear me with quietness and attention.