§6.7.1πρῶτον μὲν τὸ παρʼ ἀλλήλων πιστόν, οὗ μάλιστα δεῖ τοῖς μέλλουσι τῶν ἐχθρῶν κρατήσειν.
第一に、互いに対する信頼であり、これは敵を打ち負かそうとする者たちに最も必要なものである。
οὐ γὰρ ἀρξαμένους ὑμᾶς τήμερον ἀλλήλοις εἶναι βεβαίους φίλους δεῖ καὶ πιστοὺς συμμάχους, ἀλλʼ ἡ πατρὶς ἐκ πολλοῦ τοῦθʼ ἅπασι παρεσκεύακε τἀγαθόν.
汝らは今日になってから互いに確固たる友人であり、信頼できる同盟者であり始めねばならぬのではない。 むしろ、祖国がずっと前からこの良きものを全員に備えてくれていた。
καὶ γὰρ ἐτράφητε ὁμοῦ καὶ παιδείας ἐτύχετε κοινῆς καὶ θεοῖς ἐπὶ τῶν αὐτῶν βωμῶν ἐθύετε καὶ πολλῶν μὲν ἀγαθῶν ἀπολελαύκατε, πολλῶν δὲ κακῶν πεπείρασθε κοινῇ, ἐξ ὧν ἰσχυραὶ καὶ ἀδιάλυτοι πεφύκασι συγκεράννυσθαι πᾶσιν ἀνθρώποις φιλίαι·
実際、汝らは共に育ち、共通の教育を受け、同じ祭壇で神々に犠牲を捧げ、多くの良きものを享受し、多くの苦難を共に経験してきた。 これらからこそ、すべての人々の間に、強固で断ち切ることのできない友情が育まれるのが常なのである。
ἔπειτα δʼ ὁ περὶ τῶν μεγίστων κοινὸς ἅπασιν ὑπάρχων ἀγών.
第二に、最も重要な事柄を巡る、全員に共通して存する戦いである。
§6.7.2εἰ γὰρ ὑποχείριοι γενήσεσθε τοῖς ἐχθροῖς, οὐχὶ τοῖς μὲν ὑμῶν ὑπάρξει μηδενὸς πειραθῆναι δεινοῦ, τοῖς δὲ τὰ ἔσχατα παθεῖν, ἀλλὰ τὸ μὲν ἀξίωμα καὶ τὴν ἡγεμονίαν καὶ τὴν ἐλευθερίαν ἅπασιν ὁμοίως ἀπολωλεκέναι, καὶ μήτε γυναικῶν μήτε παίδων μήτʼ οὐσίας μήτʼ ἄλλου τινὸς ὧν ἔχετε ἀπολαύσειν ἀγαθῶν, τοῖς δʼ ἡγουμένοις τῆς πόλεως καὶ τὰ κοινὰ διοικοῦσι τὸν οἴκτιστον μόρον ἀποθανεῖν σὺν αἰκίαις καὶ βασάνοις.
もし汝らが敵の手に落ちるなら、汝らのうちある者たちには何ら恐ろしいことを経験せずに済むということがあり、他の者たちには最悪の目に遭うというのではなく、むしろ、名誉も、支配権も、自由も、全員が同様に失い、妻も、子供も、財産も、汝らが持っている他のいかなる良きものも享受できなくなる一方で、都市を指導し公務を司る者たちにとっては、虐待と拷問を伴う最も悲惨な死を遂げることになるからである。
§6.7.3ὅπου γὰρ οὐδὲν πεπονθότες ὑφʼ ἡμῶν κακὸν οὔτε μεῖζον οὔτʼ ἔλαττον πολλὰ καὶ παντοδαπὰ ἐξύβρισαν εἰς ὑμᾶς ἅπαντας, τί χρὴ προσδοκᾶν ποιήσειν αὐτούς, ἂν νῦν κρατήσωσι τοῖς ὅπλοις, μνησικακοῦντας, ὅτι τῆς πόλεως μὲν αὐτοὺς ἀπεστήσατε καὶ τὰς οὐσίας ἀφείλεσθε καὶ οὐδʼ §6.7.4ἐπιβῆναι τῆς πατρῴας γῆς ἐᾶτε;
というのも、我々から大小何ら害を被っていない時でさえ、彼らは汝ら全員に対して多くの、そしてあらゆる種類の暴挙を働いたのであるから、もし今、彼らが武力によって勝利を収め、汝らが彼らを都市から追い出し、財産を奪い、祖国の地に足を踏み入れることさえ許さなかったことを根に持っているとしたら、彼らが何をするであろうと予想すべきであろうか。
τελευταῖον δὲ τῶν εἰρημένων οὐδενὸς ἑτέρου φήσαιτʼ ἂν εἶναι πλεονεκτημάτων ἔλασσον, ἐὰν ὀρθῶς σκοπῆτε, τὸ μὴ τοιαῦτα ἡμῖν ἀπηντῆσθαι παρὰ τῶν πολεμίων, οἷα ὑπελάβομεν, ἀλλὰ πολλῷ τῆς δόξης ἐνδεέστερα.
そして、これまでに述べた利点の中で、正しく考えるなら、他のどれにも劣らないと汝らも言うであろう最後(三番目)の点は、我々が敵から、想定していたような事態ではなく、予想を遥かに下回るものに直面したということである。
ἔξω γὰρ τῆς Ἀντιατῶν ἐπικουρίας οὐδένας ἄλλους ὁρᾶτε κοινωνοὺς παρόντας αὐτοῖς τοῦ πολέμου·
アンティウム人の援軍を除けば、彼らに加わってこの戦争に参加している者を、汝らは他に一人も目にしていない。
ἡμεῖς δʼ ἅπαντας Οὐολούσκους ἥξειν αὐτοῖς ὑπελαμβάνομεν συμμάχους καὶ Σαβίνων τε καὶ Ἑρνίκων συχνοὺς καὶ μυρίους ἄλλους διὰ κενῆς ἀνεπλάττομεν ἡμῖν αὐτοῖς φόβους.
これに対し我々は、ウォルスキ人全員が同盟軍として彼らのもとにやって来ると想定し、サビニ人やヘルニキ人の多くの者たち、その他無数の敵を想定して、自ら理由のない恐怖をでっち上げていたのである。
πάντα δʼ ἦν ἄρα ταῦτα Λατίνων ὀνείρατα, ὑποσχέσεις ἔχοντα κενὰς καὶ ἐλπίδας ἀτελεῖς.
だが、これらすべては結局のところ、ラティウム人の夢であり、虚しい約束と、果たされることのない期待を伴うものであった。
οἱ μὲν γὰρ ἐγκαταλελοίπασιν αὐτῶν τὴν ἐπικουρίαν καταφρονήσαντες τῶν στρατηγῶν ἐπὶ τῆς στρατολογίας, οἱ δὲ μελλήσουσι μᾶλλον ἢ βοηθήσουσι τρίβοντες ἐν ταῖς ἐλπίσι τὸν χρόνον, οἱ δὲ νῦν ὄντες ἐν παρασκευαῖς ὑστερήσαντες τῆς μάχης οὐδὲν ἔτι αὐτοῖς χρήσιμοι γενήσονται.
ある者たちは、徴兵の際に将軍たちを軽蔑して彼らへの援助を放棄し、他の者たちは、期待の中で時間を浪費して、援助するよりもむしろぐずぐずするであろうし、現在準備中である別の者たちは、戦闘に遅れをとって、もはや彼らの役に立たなくなるであろう。