Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §6.7.1-6.7.4

波斯图米乌斯强调罗马团结并指出拉丁敌军的弱小

第 413 段,共 962 段 · 希腊语

内容简介

奥卢斯·波斯图米乌斯通过强调罗马士兵之间的相互信任和共同成长来鼓舞士气,警告战败将带来全员奴役和领袖受刑的惨痛后果,并指出拉丁同盟实际上比预期要弱小且正在瓦解。

§6.7.1πρῶτον μὲν τὸ παρʼ ἀλλήλων πιστόν, οὗ μάλιστα δεῖ τοῖς μέλλουσι τῶν ἐχθρῶν κρατήσειν.
第一,彼此之间的信任,这是意图战胜敌人者最需要的东西。
οὐ γὰρ ἀρξαμένους ὑμᾶς τήμερον ἀλλήλοις εἶναι βεβαίους φίλους δεῖ καὶ πιστοὺς συμμάχους, ἀλλʼ ἡ πατρὶς ἐκ πολλοῦ τοῦθʼ ἅπασι παρεσκεύακε τἀγαθόν.
因为你们并不需要在今天才开始成为彼此坚实的友人与忠实的盟友,而是祖国早就为所有人准备好了这份美好的礼物。
καὶ γὰρ ἐτράφητε ὁμοῦ καὶ παιδείας ἐτύχετε κοινῆς καὶ θεοῖς ἐπὶ τῶν αὐτῶν βωμῶν ἐθύετε καὶ πολλῶν μὲν ἀγαθῶν ἀπολελαύκατε, πολλῶν δὲ κακῶν πεπείρασθε κοινῇ, ἐξ ὧν ἰσχυραὶ καὶ ἀδιάλυτοι πεφύκασι συγκεράννυσθαι πᾶσιν ἀνθρώποις φιλίαι·
事实上,你们在一起成长,接受共同的教育,在相同的祭坛上向神明献祭,共同享受了许多美好,也共同经历了许多苦难。 正是在这些经历中,所有人的心中自然而然融合成了牢不可破、无法拆散的友谊。
ἔπειτα δʼ ὁ περὶ τῶν μεγίστων κοινὸς ἅπασιν ὑπάρχων ἀγών.
第二,则是关于最重要事物的、所有人共同面临的战斗。
§6.7.2εἰ γὰρ ὑποχείριοι γενήσεσθε τοῖς ἐχθροῖς, οὐχὶ τοῖς μὲν ὑμῶν ὑπάρξει μηδενὸς πειραθῆναι δεινοῦ, τοῖς δὲ τὰ ἔσχατα παθεῖν, ἀλλὰ τὸ μὲν ἀξίωμα καὶ τὴν ἡγεμονίαν καὶ τὴν ἐλευθερίαν ἅπασιν ὁμοίως ἀπολωλεκέναι, καὶ μήτε γυναικῶν μήτε παίδων μήτʼ οὐσίας μήτʼ ἄλλου τινὸς ὧν ἔχετε ἀπολαύσειν ἀγαθῶν, τοῖς δʼ ἡγουμένοις τῆς πόλεως καὶ τὰ κοινὰ διοικοῦσι τὸν οἴκτιστον μόρον ἀποθανεῖν σὺν αἰκίαις καὶ βασάνοις.
因为如果你们落入敌人手中,结果绝不会是你们中的一些人不会经历任何可怕的事,而另一些人则遭受最惨痛的待遇,而是尊严、统治权与自由都将同样地在所有人身上丧失,你们将无法享有妻子、孩子、财产或你们所拥有的任何其他美好事物,而那些领导城邦、掌管公职的人,则将在遭受凌辱与酷刑中,以最悲惨的方式死去。
§6.7.3ὅπου γὰρ οὐδὲν πεπονθότες ὑφʼ ἡμῶν κακὸν οὔτε μεῖζον οὔτʼ ἔλαττον πολλὰ καὶ παντοδαπὰ ἐξύβρισαν εἰς ὑμᾶς ἅπαντας, τί χρὴ προσδοκᾶν ποιήσειν αὐτούς, ἂν νῦν κρατήσωσι τοῖς ὅπλοις, μνησικακοῦντας, ὅτι τῆς πόλεως μὲν αὐτοὺς ἀπεστήσατε καὶ τὰς οὐσίας ἀφείλεσθε καὶ οὐδʼ §6.7.4ἐπιβῆναι τῆς πατρῴας γῆς ἐᾶτε;
因为既然他们在没有受到我们任何大小伤害的情况下,依然对你们所有人犯下了许多且各种各样的暴行,那么如果他们现在用武力取得胜利,心里又怀恨你们将他们逐出城邦、夺走他们的财产、甚至不允许他们踏上祖先的土地,我们又该期待他们做出什么样的事情来呢?
τελευταῖον δὲ τῶν εἰρημένων οὐδενὸς ἑτέρου φήσαιτʼ ἂν εἶναι πλεονεκτημάτων ἔλασσον, ἐὰν ὀρθῶς σκοπῆτε, τὸ μὴ τοιαῦτα ἡμῖν ἀπηντῆσθαι παρὰ τῶν πολεμίων, οἷα ὑπελάβομεν, ἀλλὰ πολλῷ τῆς δόξης ἐνδεέστερα.
最后,在所提到的所有优势中,如果你们正确地看待,你们会说没有一项比这更小:那就是我们并未遇到如我们所预期的那般强大的敌人,而是远低于我们的估计。
ἔξω γὰρ τῆς Ἀντιατῶν ἐπικουρίας οὐδένας ἄλλους ὁρᾶτε κοινωνοὺς παρόντας αὐτοῖς τοῦ πολέμου·
因为除了安提乌姆人的援助之外,你们没有看到任何其他人作为这场战争的合伙人与他们并肩作战。
ἡμεῖς δʼ ἅπαντας Οὐολούσκους ἥξειν αὐτοῖς ὑπελαμβάνομεν συμμάχους καὶ Σαβίνων τε καὶ Ἑρνίκων συχνοὺς καὶ μυρίους ἄλλους διὰ κενῆς ἀνεπλάττομεν ἡμῖν αὐτοῖς φόβους.
而我们曾以为所有的沃尔斯奇人都会作为盟友来到他们身边,并为自己虚构了萨宾人和赫尔尼奇人的大批人马,以及无数其他的敌人,从而凭空制造了恐慌。
πάντα δʼ ἦν ἄρα ταῦτα Λατίνων ὀνείρατα, ὑποσχέσεις ἔχοντα κενὰς καὶ ἐλπίδας ἀτελεῖς.
但这一切终究不过是拉丁人的空梦,包含着虚无的诺言和无法实现的期望。
οἱ μὲν γὰρ ἐγκαταλελοίπασιν αὐτῶν τὴν ἐπικουρίαν καταφρονήσαντες τῶν στρατηγῶν ἐπὶ τῆς στρατολογίας, οἱ δὲ μελλήσουσι μᾶλλον ἢ βοηθήσουσι τρίβοντες ἐν ταῖς ἐλπίσι τὸν χρόνον, οἱ δὲ νῦν ὄντες ἐν παρασκευαῖς ὑστερήσαντες τῆς μάχης οὐδὲν ἔτι αὐτοῖς χρήσιμοι γενήσονται.
因为其中一些人在征兵时蔑视他们的将军,放弃了援助;另一些人则在期望中虚度光阴,与其说是提供帮助,不如说是拖延时间;而那些目前正在准备中的人,则会因为在战斗中迟到,而不再对他们有任何用处。

词汇与语法注释

  1. 6.7.1οὗ μάλιστα δεῖ τοῖς μέλλουσι τῶν ἐχθρῶν κρατήσειν — 属格关系代词 οὗ 以 τὸ ... πιστόν 为先行词,受无人称动词 δεῖ 支配,该动词通常要求表示所需事物的属格(οὗ)与表示需要主体的与格(τοῖς μέλλουσι)。τῶν ἐχθρῶν 是受不定式 κρατήσειν 支配的属格宾语。
  2. 6.7.1ἀρξαμένους ὑμᾶς — 宾格代词 ὑμᾶς 是受 δεῖ 支配的不定式 εἶναι 的逻辑主语,而 ἀρξαμένους 是与其保持一致的第一不定过去时中动分词。
  3. 6.7.2ἀλλὰ τὸ μὲν ἀξίωμα... — 与 οὐχὶ τοῖς μὲν ...(并非某些人……)相对比,连词 ἀλλά 引导了一系列不定式:ἀπολωλεκέναι、ἀπολαύσειν 与 ἀποθανεῖν。这些不定式充当前文无人称动词 ὑπάρξει(意为“结果将会是……”)的主语,或者作为说明战败最终结果的结果不定式。
  4. 6.7.3μνησικακοῦντας — 此现在活动分词与宾格代词 αὐτούς 保持一致,后者是不定式 ποιήσειν(在 προσδοκᾶν 的宾语从句中)的逻辑主语。其后的 ὅτι 从句表示他们心怀怨恨的原因。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §6.7.1-6.7.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:6.7.1-6.7.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。