§6.6.1ὡς δʼ εἰς χεῖρας ἥξειν ἔμελλον, οἵ τε τῶν Λατίνων στρατηγοὶ συγκαλέσαντες τοὺς σφετέρους πολλὰ εἰς τὸ ἀνδρεῖον ἐπαγωγὰ καὶ δεήσεις τῶν στρατιωτῶν μακρὰς διεξῆλθον, ὅ τε Ῥωμαῖος ὀρρωδοῦντας ὁρῶν τοὺς σφετέρους, ὅτι πλήθει συνοίσονται μακρῷ προὔχοντι τοῦ σφετέρου, ἐξελέσθαι τὸ δέος αὐτῶν ἐκ τῆς διανοίας βουλόμενος συνεκάλεσεν εἰς ἐκκλησίαν·
そして両軍が相まみえようとしたとき、ラティウム人の将軍たちは自軍を招集して、彼らを奮起させる多くの言葉を尽くし、兵士たちに長々と訴えかけた。 一方、ローマ人の将軍は、自軍の兵士たちが自分たちの数よりも遥かに勝る大軍と衝突することになるために恐れを抱いているのを見て、彼らの心からその不安を取り除きたいと望み、民会に招集した。
καὶ παραστησάμενος τοὺς πρεσβυτάτους τῶν ἐκ τοῦ βουλευτικοῦ συνεδρίου καὶ τιμιωτάτους ἔλεξε τοιάδε·
そして、元老院議会の中で最も年長かつ最も重んぜられている者たちを自分の傍らに立たせ、次のように語りかけた。
§6.6.2θεοὶ μὲν ἡμῖν ὑπισχνοῦνται διʼ οἰωνῶν τε καὶ σφαγίων καὶ τῆς ἄλλης μαντικῆς ἐλευθερίαν τῇ πόλει παρέξειν καὶ νίκην εὐτυχῆ, ἀμοιβάς τε ἡμῖν ἀποδιδόντες ἀγαθάς, ἀνθʼ ὧν αὐτοὺς σέβοντες καὶ τὰ δίκαια ἀσκοῦντες ἐν παντὶ τῷ βίῳ διετελέσαμεν, καὶ τοῖς ἐχθροῖς ἡμῶν νεμεσῶντες κατὰ τὸ εἰκός, ὅτι πολλὰ καὶ μεγάλα πεπονθότες ὑφʼ ἡμῶν ἀγαθὰ συγγενεῖς τε ὄντες καὶ φίλοι καὶ τοὺς αὐτοὺς ὀμωμοκότες ἕξειν ἐχθροὺς καὶ φίλους, ἁπάντων ὑπεριδόντες τούτων πόλεμον ἐπιφέρουσιν ἡμῖν ἄδικον, οὐχ ὑπὲρ ἀρχῆς καὶ δυναστείας, ὁποτέρους ἡμῶν μᾶλλον αὐτὴν ἔχειν προσῆκεν·
「神々は、鳥占い、犠牲獣、その他の占いを通じて、我々の都市に自由と幸運な勝利を与えると約束してくださっている。 それは、我々がこれまでの全生涯において神々を敬い、正義を実践し続けてきたことに対して、神々が善き報いをもたらしてくださるからであり、また我々の敵に対して当然のごとく怒りを燃やしておられるからである。 というのも、彼らは我々から多くの大いなる恩恵を受け、親族であり友人でもあり、我々と友も敵も同じくすると誓い合った仲でありながら、これらすべてを無視して、我々に対して不当な戦争を仕掛けているからである。 しかもそれは、我々のどちらが支配権や覇権を握るにふさわしいかという争いのためではない。
ἧττον γὰρ ἂν ἦν δεινόν·
――それならばまだ恐ろしさも少なかったであろうが。
ἀλλʼ ὑπὲρ τῆς Ταρκυνίων τυραννίδος, ἵνα δούλην ἀντʼ ἐλευθέρας τὴν πόλιν αὐτοῖς ποιήσωσι.
――そうではなく、タルクィニウス一族の僭主政治のために他ならない。 彼らは我々の都市を自由な状態から、自分たちの奴隷にしようとしているのである。
§6.6.3χρὴ δὲ καὶ ὑμᾶς, ἄνδρες λοχαγοί τε καὶ στρατιῶται, μαθόντας, ὅτι συμμάχους ἔχετε τοὺς θεούς, οἵπερ αἰεὶ τὴν πόλιν σώζουσιν, ἄνδρας ἀγαθοὺς γενέσθαι περὶ τόνδε τὸν ἀγῶνα·
だから、隊長たち、そして兵士たちよ、汝らも、この都市を常に救ってくださる神々を味方に持っていることを知ったからには、この戦いにおいて勇者となるべきである。
ἐπισταμένους, ὅτι τῆς παρὰ θεῶν βοηθείας ὑπάρχει τυγχάνειν τοῖς γενναίως ἀγωνιζομένοις καὶ πάντα τὰ παρʼ ἑαυτοῖς εἰς τὸ νικᾶν πρόθυμα παρεχομένοις, οὐ τοῖς φεύγουσιν ἐκ τῶν κινδύνων, ἀλλὰ τοῖς βουλομένοις ὑπὲρ ἑαυτῶν ταλαιπωρεῖν.
神々からの助けは、雄々しく戦い、勝利のために自己の最善を尽くして励む者たちにこそ与えられるのであり、危険から逃れようとする者たちにではなく、自分自身のために労苦を厭わぬ者たちにこそ与えられるのだと心得よ。
ὑπάρχει δʼ ἡμῖν πολλὰ μὲν καὶ ἄλλα πλεονεκτήματα πρὸς τὸ νικᾶν ὑπὸ τῆς τύχης παρεσκευασμένα, τρία δὲ πάντων κάλλιστα καὶ φανερώτατα.
我々には、運命によって勝利のためにもたらされた他にも多くの利点があるが、なかでも三つのことが最も素晴らしく、かつ明白である。 」