§6.66.1λωφήσαντος δὲ τοῦ θορύβου καὶ σιωπῆς γενομένης σὺν χρόνῳ διαλεχθέντες τι πρὸς αὑτοὺς οἱ ὕπατοι τέλος ἐξήνεγκαν τῆς ἑαυτῶν γνώμης τοιόνδε·
騒ぎが収まり、やがて静寂が訪れると、執政官たちは互いに少し言葉を交わし、最後に自分たちの決定を以下のように表明した。
ἡμεῖς, ὦ βουλή, μάλιστα μὲν ἠξιοῦμεν ἅπαντας ὑμᾶς ὁμογνωμονεῖν, ἄλλως τε καὶ ταῦτα περὶ κοινῆς σωτηρίας βουλευομένους·
「元老院の諸君、我々としては、最も望ましくは諸君全員が同じ意見になることを求めていた、特に共通の救済について議論しているときには。
εἰ δὲ μή, τοῖς πρεσβυτέροις ὑμῶν εἴκειν τοὺς νεωτέρους καὶ μὴ φιλονεικεῖν ἐνθυμουμένους, ὅτι κἀκείνοις εἰς ταύτην ἐλθοῦσι τὴν ἡλικίαν τῆς ἴσης ὑπάρξει τυγχάνειν τιμῆς παρὰ τῶν ἐγγόνων.
もしそれが叶わぬなら、諸君のうち若き者たちは年長者たちに譲歩し、争わないことを求めていた。 若者たちもまたその年齢に達したときには、子孫から同様の敬意を受けることが彼ら自身にも約束されているのだと心に留めつつ。
ἐπεὶ δʼ ὁρῶμεν εἰς ἔριν ὑμᾶς ἐκπεπτωκότας ὀλεθριωτάτην τῶν ἀνθρωπίνων νόσων καὶ πολλὴν τὴν αὐθάδειαν ὁμιλοῦσαν ὑμῶν τοῖς νέοις, νῦν μὲν ἐπεὶ βραχὺ τὸ λειπόμενόν ἐστι τῆς ἡμέρας καὶ οὐκ ἂν δύναιτο τέλος ἐν τούτῳ λαβεῖν τὰ δόξαντα ὑμῖν, ἄπιτʼ ἐκ τοῦ συνεδρίου·
しかし、諸君が人間にとって最も破滅的な病である争いに陥っており、また、諸君の若者たちの間に多くの傲慢さがはびこっているのを目にしているので、今は、一日の残り時間もわずかであり、諸君の決議がこの間に結末を迎えることは不可能なのだから、議場から退場しなさい。
εἰς δὲ τὸν ἐπιόντα σύλλογον ἥξετε μετριώτεροι γενόμενοι καὶ γνώμας ἔχοντες ἀμείνους.
そして、次の集まりには、より理性的になって、より優れた考えを携えて来なさい。
§6.66.2εἰ δὲ παραμενεῖ τὸ φιλόνεικον ὑμῖν, νέοις μὲν οὔτε δικασταῖς οὔτε συμβούλοις ἔτι τῶν συμφερόντων χρησόμεθα, ἀλλὰ καὶ εἰς τὸ λοιπὸν ἀνείρξομεν αὐτῶν τὴν ἀκοσμίαν νόμῳ τάξαντες ἀριθμὸν ἐτῶν, ὃν δεήσει τοὺς βουλεύσοντας ἔχειν·
しかし、もし諸君に争いを好む態度が残り続けるならば、我々は若者たちを、もはや国益に関する裁判官としても助言者としても用いない。 それだけでなく、将来にわたっても彼らの無秩序を抑制するだろう、元老院議員となる者が備えねばならない年齢の数を法律によって規定することで。
τοῖς δὲ πρεσβυτέροις ἀποδόντες λόγον αὖθις, ἐὰν μηδὲν συμφέρωνται ταῖς γνώμαις, ταχείᾳ τὴν φιλονεικίαν αὐτῶν λύσομεν ὁδῷ, ἣν ἄμεινόν ἐστιν ὑμᾶς προακοῦσαι καὶ μαθεῖν.
他方、年長者たちに再び発言権を与えた上で、もし彼らが意見において少しも一致しないならば、迅速な方法によって彼らの争いを解決しよう。 その方法を、諸君があらかじめ聞いて知っておくことは、より良いことである。
§6.66.3ἴστε δήπου νόμον ἡμῖν ὑπάρχοντα, ἐξ οὗ τήνδε οἰκοῦμεν τὴν πόλιν, πάντων εἶναι κυρίαν τὴν βουλήν, πλὴν ἀρχὰς ἀποδεῖξαι καὶ νόμους ψηφίσαι καὶ πόλεμον ἐξενεγκεῖν ἢ τὸν συνεστῶτα καταλύσασθαι·
諸君は、我々がこの都市に住み始めて以来、我々に存している法律を知っているはずだ。 すなわち、元老院がすべてにおいて主権を有しているということを、ただし、政務官を任命すること、法律を議決すること、戦争を開始すること、あるいは継続中の戦争を終結させることを除いては。
τούτων δὲ τῶν τριῶν τὸν δῆμον ἔχειν τὴν ἐξουσίαν ψῆφον ἐπιφέροντα.
これら三つの事項については、民衆が投票を行うことでその権限を有しているのだ。
ἐν δὲ τῷ παρόντι οὐχ ὑπὲρ ἑτέρου τινὸς ἢ πολέμου καὶ εἰρήνης βουλευόμεθα, ὥστε πολλὴ ἀνάγκη τὸν δῆμον ἐπικυρῶσαι τὰς ἡμετέρας γνώμας ψήφου γενόμενον κύριον.
そして現在、我々が議論しているのは他の何事でもなく、まさに戦争と平和についてである。 それゆえ、民衆が投票によって主権者となり、我々の意見を承認することが大いに必要なのである。
§6.66.4παραγγείλαντες δὴ τῷ πλήθει παρεῖναι κατὰ τόνδε τὸν νόμον εἰς τὴν ἀγοράν, ἐπειδὰν ὑμεῖς ἀποδείξησθε τὰς γνώμας, ἀποδώσομεν αὐτῷ τὴν ψῆφον, οὕτως ἂν μάλιστα νομίσαντες ἀρθῆναι τὴν ἔριν ὑμῶν·
したがって、我々はこの法律に従って広場に集まるよう民衆に布告した上で、諸君が自らの意見を表明した後に、彼らに投票権を委ねるつもりである。 そのようにしてこそ、諸君の争いが最も確実に解消されると信じるからである。
ὅ τι δʼ ἂν οἱ πλείους ψηφίσωνται, τοῦθʼ ἡγησόμεθα κύριον.
そして、多数の者が議決したことを、我々は決定とみなす。
ἄξιοι δὲ δήπου ταύτης εἰσὶ τῆς τιμῆς τυγχάνειν οἱ διαμένοντες εὖνοι τῇ πόλει καὶ μέλλοντες ἰσομοιρεῖν ἡμῖν κακῶν τε καὶ ἀγαθῶν.
また、この光栄にあずかるに値するのは、当然ながら、国家に忠実であり続け、我々と災いも幸いも分かち合う覚悟のある人々である。 」