§6.66.1λωφήσαντος δὲ τοῦ θορύβου καὶ σιωπῆς γενομένης σὺν χρόνῳ διαλεχθέντες τι πρὸς αὑτοὺς οἱ ὕπατοι τέλος ἐξήνεγκαν τῆς ἑαυτῶν γνώμης τοιόνδε· ἡμεῖς, ὦ βουλή, μάλιστα μὲν ἠξιοῦμεν ἅπαντας ὑμᾶς ὁμογνωμονεῖν, ἄλλως τε καὶ ταῦτα περὶ κοινῆς σωτηρίας βουλευομένους·
在骚动平息、终于恢复安静之后,执政官们彼此商议了片刻,最后发表了他们的决定,内容如下:“元老院的诸位,我们确实最希望你们所有人能达成一致,特别是在商讨共同安全的时候。
εἰ δὲ μή, τοῖς πρεσβυτέροις ὑμῶν εἴκειν τοὺς νεωτέρους καὶ μὴ φιλονεικεῖν ἐνθυμουμένους, ὅτι κἀκείνοις εἰς ταύτην ἐλθοῦσι τὴν ἡλικίαν τῆς ἴσης ὑπάρξει τυγχάνειν τιμῆς παρὰ τῶν ἐγγόνων.
但若不然,我们希望你们年轻的人向年长者让步,不要争强好胜,要想到当他们自己达到那个年龄时,也将同样获得子孙的尊敬。
ἐπεὶ δʼ ὁρῶμεν εἰς ἔριν ὑμᾶς ἐκπεπτωκότας ὀλεθριωτάτην τῶν ἀνθρωπίνων νόσων καὶ πολλὴν τὴν αὐθάδειαν ὁμιλοῦσαν ὑμῶν τοῖς νέοις, νῦν μὲν ἐπεὶ βραχὺ τὸ λειπόμενόν ἐστι τῆς ἡμέρας καὶ οὐκ ἂν δύναιτο τέλος ἐν τούτῳ λαβεῖν τὰ δόξαντα ὑμῖν, ἄπιτʼ ἐκ τοῦ συνεδρίου· εἰς δὲ τὸν ἐπιόντα σύλλογον ἥξετε μετριώτεροι γενόμενοι καὶ γνώμας ἔχοντες ἀμείνους.
但是,既然我们看到你们已经陷入了人类最致命的疾病——争端之中,而且你们的年轻人中充满了傲慢,目前,由于今天剩下的时间不多,你们的决议无法在这段时间内得出结果,因此请离开元老院;在下一次集会时,你们要变得更加温和,带着更好的主张前来。
§6.66.2εἰ δὲ παραμενεῖ τὸ φιλόνεικον ὑμῖν, νέοις μὲν οὔτε δικασταῖς οὔτε συμβούλοις ἔτι τῶν συμφερόντων χρησόμεθα, ἀλλὰ καὶ εἰς τὸ λοιπὸν ἀνείρξομεν αὐτῶν τὴν ἀκοσμίαν νόμῳ τάξαντες ἀριθμὸν ἐτῶν, ὃν δεήσει τοὺς βουλεύσοντας ἔχειν·
但如果你们的争强好胜依然存在,我们将不再让年轻人担任裁判,也不再让他们作为国家利益的顾问,并且我们还将在未来通过法律规定担任元老院议员所必须达到的年龄,以约束他们的无秩序行为。
τοῖς δὲ πρεσβυτέροις ἀποδόντες λόγον αὖθις, ἐὰν μηδὲν συμφέρωνται ταῖς γνώμαις, ταχείᾳ τὴν φιλονεικίαν αὐτῶν λύσομεν ὁδῷ, ἣν ἄμεινόν ἐστιν ὑμᾶς προακοῦσαι καὶ μαθεῖν.
而将发言权再次还给年长者之后,如果他们的意见仍无法达成一致,我们将通过一种快捷的方法来解决他们的争端,关于这种方法,你们最好提前听取并予以了解。
§6.66.3ἴστε δήπου νόμον ἡμῖν ὑπάρχοντα, ἐξ οὗ τήνδε οἰκοῦμεν τὴν πόλιν, πάντων εἶναι κυρίαν τὴν βουλήν, πλὴν ἀρχὰς ἀποδεῖξαι καὶ νόμους ψηφίσαι καὶ πόλεμον ἐξενεγκεῖν ἢ τὸν συνεστῶτα καταλύσασθαι· τούτων δὲ τῶν τριῶν τὸν δῆμον ἔχειν τὴν ἐξουσίαν ψῆφον ἐπιφέροντα.
你们想必知道,自我们空间居住在这个城市以来,我们便有一条法律,即元老院在一切事务上都拥有决定权,唯独任命政务官、通过法律、以及宣战或结束正在进行的战争除外;而在这三项事务上,人民通过投票拥有权力。
ἐν δὲ τῷ παρόντι οὐχ ὑπὲρ ἑτέρου τινὸς ἢ πολέμου καὶ εἰρήνης βουλευόμεθα, ὥστε πολλὴ ἀνάγκη τὸν δῆμον ἐπικυρῶσαι τὰς ἡμετέρας γνώμας ψήφου γενόμενον κύριον.
目前,我们所商讨的不是别的,正是战争与和平,因此极有必要让人民通过投票成为决定者,来批准我们的意见。
§6.66.4παραγγείλαντες δὴ τῷ πλήθει παρεῖναι κατὰ τόνδε τὸν νόμον εἰς τὴν ἀγοράν, ἐπειδὰν ὑμεῖς ἀποδείξησθε τὰς γνώμας, ἀποδώσομεν αὐτῷ τὴν ψῆφον, οὕτως ἂν μάλιστα νομίσαντες ἀρθῆναι τὴν ἔριν ὑμῶν· ὅ τι δʼ ἂν οἱ πλείους ψηφίσωνται, τοῦθʼ ἡγησόμεθα κύριον.
因此,在你们发表完意见之后,我们将根据这条法律通知民众聚集在广场上,并把投票权交给他们,因为我们认为这样最能消除你们的争端;多数人投票决定的事情,我们就将其视为有效的决定。
ἄξιοι δὲ δήπου ταύτης εἰσὶ τῆς τιμῆς τυγχάνειν οἱ διαμένοντες εὖνοι τῇ πόλει καὶ μέλλοντες ἰσομοιρεῖν ἡμῖν κακῶν τε καὶ ἀγαθῶν.
当然,那些始终对城邦保持忠诚、并准备与我们同甘共苦的人,理应享有这项特权。 ”