Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §6.63.1-6.63.4

アッピウスによる外患の軽視と兵力確保策の提案

469 / 962 箇所 · ギリシア語

要旨

アッピウスは、逃亡者や異民族への恐れは無用であると論じ、奴隷の解放、残留平民への個別の債務免除、各地の守備隊の招集などによる兵力確保を提案する。さらに、ローマの豊富な人口とラティウム同盟都市への市民権付与による支援の可能性を強調する。

§6.63.1ὧν μὲν ὀὴ χάριν τὸν ἐκ τῶν φυγάδων πόλεμον οὐκ ἀξιῶ δεδιέναι ταῦτʼ ἐστι·
ὧν μὲν δὴ χάριν τὸν ἐκ τῶν φυγάδων πόλεμον οὐκ ἀξιῶ δεδιέναι ταῦτʼ ἐστι· 逃亡者たちとの戦争を恐れるに及ばないと私が考える理由は、まさにこれらである。
τὰ δʼ ἐκ τῶν ἀλλοεθνῶν φοβερὰ οὐ νῦν πρῶτον ἐξετασθήσεται μέχρι λόγου τοιαῦτα ὄντα, ἀλλὰ καὶ πρότερον, ὁσάκις ἡμῖν πεῖραν ἑαυτῶν ἔδωκαν, ἐλάττω τῆς δόξης διεφάνη.
τὰ δʼ ἐκ τῶν ἀλλοεθνῶν φοβερὰ οὐ νῦν πρῶτον ἐξετασθήσεται μέχρι λόγου τοιαῦτα ὄντα, ἀλλὰ καὶ πρότερον, ὁσάκις ἡμῖν πεῖραν ἑαυτῶν ἔδωκαν, ἐλάττω τῆς δόξης διεφάνη. 他方、異民族から受ける恐怖は、言葉のうえでそれほど恐ろしく見えるのが今回が初めてというわけではなく、以前にも、彼らが我々に刃を交えて自らの実力を示すたびに、その評判よりは劣っていることが明らかになってきたのである。
ὅσοι δʼ οὐχ ἱκανὴν οἴονται τὴν οἰκείαν δύναμιν τῆς πόλεως καὶ τῇδε μάλιστα ὀρρωδοῦσι τὸν πόλεμον, μαθέτωσαν οὐχ ἱκανῶς αὐτῆς ᾐσθημένοι.
ὅσοι δʼ οὐχ ἱκανὴν οἴονται τὴν οἰκείαν δύναμιν τῆς πόлеως καὶ τῇδε μάλιστα ὀρρωδοῦσι τὸν πόλεμον, μαθέτωσαν οὐχ ἱκανῶς αὐτῆς ᾐσθημένοι. また、わが国家自身の力が十分ではないと考えて、とりわけこの点から戦争を恐れる人々は、自分たちがその力を十分に理解していないということを知るがよい。
§6.63.2πρὸς μέν γε τοὺς ἀφεστηκότας τῶν πολιτῶν ἀντίπαλον χεῖρα ἕξομεν, εἰ βουλοίμεθα τῶν θεραπόντων ἐπιλεξάμενοι τοὺς ἀκμαιοτάτους ἐλευθερῶσαι.
πρὸς μέν γε τοὺς ἀφεστηκότας τῶν πολιτῶν ἀντίπαλον χεῖρα ἕξομεν, εἰ βουλοίμεθα τῶν θεραπόντων ἐπιλεξάμενοι τοὺς ἀκμαιοτάτους ἐλευθερῶσαι. 実際、反乱を起こした市民たちに対しては、我々には対抗しうる軍勢がある。 もし我々が奴隷たちの中から最も血気盛んな者たちを選び出して解放することを望むならばである。
κρεῖττον γὰρ τὴν ἐλευθερίαν χαρίσασθαι τούτοις ἢ τὴν ἡγεμονίαν ὑπʼ ἐκείνων ἀφαιρεθῆναι.
κρεῖττον γὰρ τὴν ἐλευθερίαν χαρίσασθαι τούτοις ἢ τὴν ἡγεμονίαν ὑπʼ ἐκείνων ἀφαιρεθῆναι. というのも、これら奴隷に自由を与える方が、あちらの反乱者によって支配権を奪われるよりも優れているからである。
ἔχουσι δὲ τῶν πολεμικῶν ἐμπειρίαν ἱκανὴν πολλάκις ἡμῖν παραγενόμενοι κατὰ τὰς στρατείας.
ἔχουσι δὲ τῶν πολεμικῶν ἐμπειρίαν ἱκανὴν πολλάκις ἡμῖν παραγενόμενοι κατὰ τὰς στρατείας. しかも、彼らは遠征の折に何度も我々に随行したため、軍事に関する十分な経験を有しているのだ。
§6.63.3πρὸς δὲ τοὺς ἔξωθεν πολεμίους αὐτοί τε χωρῶμεν ἁπάσῃ προθυμίᾳ καὶ τοὺς πελάτας ἅπαντας ἐπαγώμεθα καὶ τοῦ δημοτικοῦ τὸ περιόν.
πρὸς δὲ τοὺς ἔξωθεν πολεμίους αὐτοί τε χωρῶμεν ἁπάσῃ προθυμίᾳ καὶ τοὺς πελάτας ἅπαντας ἐπαγώμεθα καὶ τοῦ δημοτικοῦ τὸ περιόν. 他方、外部の敵に対しては、我々自身が全力の熱意をもって進軍し、すべての隷属民と平民の残存部分を率いていこう。
ἵνα δὲ πρόθυμον ᾗ πρὸς τοὺς ἀγῶνας, ἄφεσιν αὐτῷ χαρισώμεθα τῶν χρεῶν, μὴ κοινήν, ἀλλὰ κατʼ ἄνδρα.
ἵνα δὲ πρόθυμον ᾖ πρὸς τοὺς ἀγῶνας, ἄφεσιν αὐτῷ χαρισώμεθα τῶν χρεῶν, μὴ κοινήν, ἀλλὰ κατʼ ἄνδρα. そして、平民が戦いに熱意を抱くように、彼らに負債の免除を与えよう。 一律にではなく、個人ごとにである。
εἰ γάρ τι δεῖ τοῖς καιροῖς εἴξαντας μετριάσαι, μὴ πρὸς τοὺς πολεμίους τῶν πσλιτῶν τοῦτʼ ἔστω τὸ μέτριον, ἀλλὰ πρὸς τοὺς φίλους, οἷς οὐκ ἀναγκαζόμενοι τὰς χάριτας διδόναι δόξομεν, ἀλλὰ πειθόμενοι.
εἰ γάρ τι δεῖ τοῖς καιροῖς εἴξαντας μετριάσαι, μὴ πρὸς τοὺς πολεμίους τῶν πολιτῶν τοῦτʼ ἔστω τὸ μέτριον, ἀλλὰ πρὸς τοὺς φίλους, οἷς οὐκ ἀναγκαζόμενοι τὰς χάριτας διδόναι δόξομεν, ἀλλὰ πειθόμενοι. もし時局に屈して譲歩することが必要であるなら、この譲歩は市民のうち敵対する者たちに対してなされるのではなく、むしろ友好的な者たちに対してなされるべきである。 彼らに対してなら、我々は強制されて恩恵を与えるのではなく、納得して与えているように見えるだろうから。
ἐὰν δὲ καὶ ἄλλης ἐπιδέῃ βοηθείας, ὡς ταύτης οὐκ οὔσης ἱκανῆς, τούς τʼ ἐκ τῶν φρουρίων μεταπεμπώμεθα, καὶ τοὺς ἐν ταῖς ἀποικίαις ἀνακαλῶμεν.
ἐάν δὲ καὶ ἄλλης ἐπιδέῃ βοηθείας, ὡς ταύτης οὐκ οὔσης ἱκανῆς, τούς τʼ ἐκ τῶν φρουρίων μεταπεμπώμεθα, καὶ τοὺς ἐν ταῖς ἀποικίαις ἀνακαλῶμεν. そして、もしこれだけでは十分ではなく、さらに別の増援が必要となるならば、砦から守備隊を呼び寄せ、植民市にいる者たちを呼び戻そう。
§6.63.4τοῦτο δʼ ὅσον ἐστὶ πλῆθος ἐκ τῆς ἔγγιστα γενομένης τιμήσεως μαθεῖν ῥᾴδιον ἂν εἴη.
τοῦτο δʼ ὅσον ἐστὶ πλῆθος ἐκ τῆς ἔγγιστα γενομένης τιμήσεως μαθεῖν ῥᾴδιον ἂν εἴη. これがどれほどの数に上るかは、最も最近に行われた人口調査から知るのが容易であろう。
τρισκαίδεκα μυριάδες εἰσὶ Ῥωμαίων τῶν ἐν ἥβῃ τετιμημένων, ὧν οὐκ ἂν εἴη μέρος ἕβδομον τὸ φυγαδικόν.
τρισκαίδεκα μυριάδες εἰσὶ Ῥωμαίων τῶν ἐν ἥβῃ τετιμημένων, ὧν οὐκ ἂν εἴη μέρος ἕβδομον τὸ φυγαδικόν. 成年に達して登録されたローマ人は13万人おり、逃亡者の群れはその7分の1にも満たないであろう。
οὐ λέγω δὲ τὰς Λατίνων τριάκοντα πόλεις, αἳ μετὰ πολλῆς εὐχῆς δέξαιντʼ ἂν τοὺς ὑπὲρ ἡμῶν ἀγῶνας διὰ τὸ συγγενές, ἐὰν ψηφίσησθε αὐταῖς ἰσοπολιτείαν μόνον, ἧς αἰεὶ διατελοῦσι δεόμεναι.
οὐ λέγω δὲ τὰς Λατίνων τριάκοντα πόλεις, αἳ μετὰ πολλῆς εὐχῆς δέξαιντʼ ἂν τοὺς ὑπὲρ ἡμῶν ἀγῶνας διὰ τὸ συγγενές, ἐὰν ψηφίσησθε αὐταῖς ἰσοπολιτείαν μόνον, ἧς αἰεὶ διατελοῦσι δεόμεναι. また、ラティウムの30の都市については言うまでもない。 彼らは血縁関係のゆえに、あなたがたが彼らに、常に求め続けている市民権の平等を与えることさえ可決するなら、我々のために喜んで戦いを引き受けてくれるだろう。

語釈・文法注

  1. 6.63.1μαθέτωσαν οὐχ ἱκανῶς αὐτῆς ᾐσθημένοι — 動詞 μανθάνω は「〜であることを知る、理解する」という意味で分詞を補語に取ることがあり、ここでは ᾐσθημένοι(αἰσθάνομαι の完了中受動分詞・主格複数)がその補語として機能し、主語(μαθέτωσαν の主語)と性・数・格で一致している。
  2. 6.63.2εἰ βουλοίμεθα τῶν θεραπόντων ἐπιλεξάμενοι τοὺς ἀκμαιοτάτους ἐλευθερῶσαι — 条件節の接続辞 εἰ +希求法(βουλοίμεθα)が、帰結節の直説法未来(ἕξομεν)と組み合わされている。これは、奴隷の解放という大胆な手段が、現実に即座に行われることではなく、将来的な想定や婉曲な提案(潜在的な仮定)であることを示している。
  3. 6.63.3εἰ γάρ τι δεῖ τοῖς καιροῖς εἴξαντας μετριάσαι — アオリスト分詞 εἴξαντας(εἴκω「屈する、従う」)は対格複数男性形であり、非人称動詞 δεῖ の意味上の主語として省略されている対格(例えば ἡμᾶς 「我々が」)に一致している。
  4. 6.63.4ὧν οὐκ ἂν εἴη μέρος ἕβδομον τὸ φυγαδικόν — 関係代名詞 ὧν(属格複数男性)の先行詞は直前の Ῥωμαίων であり、 μέρος ἕβδομον(7分の1)に対する部分属格として機能している。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §6.63.1-6.63.4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:6.63.1-6.63.4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。