Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §6.63.1-6.63.4

阿皮乌斯驳斥外患威胁并提出募兵策略

第 469 段,共 962 段 · 希腊语

内容简介

阿皮乌斯论证对逃亡者和异族的恐惧是毫无根据的,并提议通过解放奴隶、对留存的平民进行个别债务免除、以及召回守备队和殖民者来确保兵力。他强调了罗马庞大的人口以及通过授予平等公民权获得拉丁同盟城邦支持的可能性。

§6.63.1ὧν μὲν ὀὴ χάριν τὸν ἐκ τῶν φυγάδων πόλεμον οὐκ ἀξιῶ δεδιέναι ταῦτʼ ἐστι· τὰ δʼ ἐκ τῶν ἀλλοεθνῶν φοβερὰ οὐ νῦν πρῶτον ἐξετασθήσεται μέχρι λόγου τοιαῦτα ὄντα, ἀλλὰ καὶ πρότερον, ὁσάκις ἡμῖν πεῖραν ἑαυτῶν ἔδωκαν, ἐλάττω τῆς δόξης διεφάνη.
ὧν μὲν δὴ χάριν τὸν ἐκ τῶν φυγάδων πόλεμον οὐκ ἀξιῶ δεδιέναι ταῦτʼ ἐστι· 因此,这些就是我认为不该惧怕来自逃亡者的战争的原因; τὰ δʼ ἐκ τῶν ἀλλοεθνῶν φοβερὰ οὐ νῦν πρῶτον ἐξετασθήσεται μέχρι λόγου τοιαῦτα ὄντα, ἀλλὰ καὶ πρότερον, ὁσάκις ἡμῖν πεῖραν ἑαυτῶν ἔδωκαν, ἐλάττω τῆς δόξης διεφάνη. 而来自异族的恐吓,这并非首次被证实只是口头上的,以往每当他们与我们交手、展现出自己的实力时,他们表现出来的都比名声要逊色得多。
ὅσοι δʼ οὐχ ἱκανὴν οἴονται τὴν οἰκείαν δύναμιν τῆς πόλεως καὶ τῇδε μάλιστα ὀρρωδοῦσι τὸν πόλεμον, μαθέτωσαν οὐχ ἱκανῶς αὐτῆς ᾐσθημένοι.
ὅσοι δʼ οὐχ ἱκανὴν οἴονται τὴν οἰκείαν δύναμιν τῆς πόλεως καὶ τῇδε μάλιστα ὀρρωδοῦσι τὸν πόλεμον, μαθέτωσαν οὐχ ἱκανῶς αὐτῆς ᾐσθημένοι. 至于那些认为本城邦自身的力量不足、并因此特别畏惧战争的人,让他们明白,他们并没有充分认识到这种力量。
§6.63.2πρὸς μέν γε τοὺς ἀφεστηκότας τῶν πολιτῶν ἀντίπαλον χεῖρα ἕξομεν, εἰ βουλοίμεθα τῶν θεραπόντων ἐπιλεξάμενοι τοὺς ἀκμαιοτάτους ἐλευθερῶσαι.
πρὸς μέν γε τοὺς ἀφεστηκότας τῶν πολιτῶν ἀντίπαλον χεῖρα ἕξομεν, εἰ βουλοίμεθα τῶν θεραπόντων ἐπιλεξάμενοι τοὺς ἀκμαιοτάτους ἐλευθερῶσαι. 实际上,对抗那些反叛的市民,我们必将拥有一支匹敌的军队,只要我们愿意从奴隶中挑选出最年富力强的人并给予他们自由。
κρεῖττον γὰρ τὴν ἐλευθερίαν χαρίσασθαι τούτοις ἢ τὴν ἡγεμονίαν ὑπʼ ἐκείνων ἀφαιρεθῆναι.
κρεῖττον γὰρ τὴν ἐλευθερίαν χαρίσασθαι τούτοις ἢ τὴν ἡγεμονίαν ὑπʼ ἐκείνων ἀφαιρεθῆναι. 因为,向这些人施予自由,也比被那些人剥夺我们的统治权要好得多。
ἔχουσι δὲ τῶν πολεμικῶν ἐμπειρίαν ἱκανὴν πολλάκις ἡμῖν παραγενόμενοι κατὰ τὰς στρατείας.
ἔχουσι δὲ τῶν πολεμικῶν ἐμπειρίαν ἱκανὴν πολλάκις ἡμῖν παραγενόμενοι κατὰ τὰς στρατείας. 而且,他们因多次随同我们出征,已拥有足够的军事经验。
§6.63.3πρὸς δὲ τοὺς ἔξωθεν πολεμίους αὐτοί τε χωρῶμεν ἁπάσῃ προθυμίᾳ καὶ τοὺς πελάτας ἅπαντας ἐπαγώμεθα καὶ τοῦ δημοτικοῦ τὸ περιόν.
πρὸς δὲ τοὺς ἔξωθεν πολεμίους αὐτοί τε χωρῶμεν ἁπάσῃ προθυμίᾳ καὶ τοὺς πελάτας ἅπαντας ἐπαγώμεθα καὶ τοῦ δημοτικοῦ τὸ περιόν. 而对抗外敌,让我们自己以饱满的热情出征,并带上所有的依附民以及平民留存的部分。
ἵνα δὲ πρόθυμον ᾗ πρὸς τοὺς ἀγῶνας, ἄφεσιν αὐτῷ χαρισώμεθα τῶν χρεῶν, μὴ κοινήν, ἀλλὰ κατʼ ἄνδρα.
ἵνα δὲ πρόθυμον ᾖ πρὸς τοὺς ἀγῶνας, ἄφεσιν αὐτῷ χαρισώμεθα τῶν χρεῶν, μὴ κοινήν, ἀλλὰ κατʼ ἄνδρα. 为了让他们在战斗中充满斗志,让我们免除他们的债务,不是一概而论,而是因人而异。
εἰ γάρ τι δεῖ τοῖς καιροῖς εἴξαντας μετριάσαι, μὴ πρὸς τοὺς πολεμίους τῶν πσλιτῶν τοῦτʼ ἔστω τὸ μέτριον, ἀλλὰ πρὸς τοὺς φίλους, οἷς οὐκ ἀναγκαζόμενοι τὰς χάριτας διδόναι δόξομεν, ἀλλὰ πειθόμενοι.
εἰ γάρ τι δεῖ τοῖς καιροῖς εἴξαντας μετριάσαι, μὴ πρὸς τοὺς πολεμίους τῶν πολιτῶν τοῦτʼ ἔστω τὸ μέτριον, ἀλλὰ πρὸς τοὺς φίλους, οἷς οὐκ ἀναγκαζόμενοι τὰς χάριτας διδόναι δόξομεν, ἀλλὰ πειθόμενοι. 因为,如果确实有必要向时局妥协而展现温和,那么这种温和不该施予市民中的敌人,而该施予朋友。 对朋友施恩,我们显得不是被迫,而是出于自愿的劝服。
ἐὰν δὲ καὶ ἄλλης ἐπιδέῃ βοηθείας, ὡς ταύτης οὐκ οὔσης ἱκανῆς, τούς τʼ ἐκ τῶν φρουρίων μεταπεμπώμεθα, καὶ τοὺς ἐν ταῖς ἀποικίαις ἀνακαλῶμεν.
ἐὰν δὲ καὶ ἄλλης ἐπιδέῃ βοηθείας, ὡς ταύτης οὐκ οὔσης ἱκανῆς, τούς τʼ ἐκ τῶν φρουρίων μεταπεμπώμεθα, καὶ τοὺς ἐν ταῖς ἀποικίαις ἀνακαλῶμεν. 如果因为这些力量不足而还需要其他援助,我们就把堡垒里的驻军召集过来,并将殖民地的居民召回。
§6.63.4τοῦτο δʼ ὅσον ἐστὶ πλῆθος ἐκ τῆς ἔγγιστα γενομένης τιμήσεως μαθεῖν ῥᾴδιον ἂν εἴη.
τοῦτο δʼ ὅσον ἐστὶ πλῆθος ἐκ τῆς ἔγγιστα γενομένης τιμήσεως μαθεῖν ῥᾴδιον ἂν εἴη. 至于这是多么庞大的人数,从最近一次的人口普查中很容易就能得知。
τρισκαίδεκα μυριάδες εἰσὶ Ῥωμαίων τῶν ἐν ἥβῃ τετιμημένων, ὧν οὐκ ἂν εἴη μέρος ἕβδομον τὸ φυγαδικόν.
τρισκαίδεκα μυριάδες εἰσὶ Ῥωμαίων τῶν ἐν ἥβῃ τετιμημένων, ὧν οὐκ ἂν εἴη μέρος ἕβδομον τὸ φυγαδικόν. 登记在册的、已达成年年龄的罗马人有十三万,而逃亡者的人数还不到其中的七分之一。
οὐ λέγω δὲ τὰς Λατίνων τριάκοντα πόλεις, αἳ μετὰ πολλῆς εὐχῆς δέξαιντʼ ἂν τοὺς ὑπὲρ ἡμῶν ἀγῶνας διὰ τὸ συγγενές, ἐὰν ψηφίσησθε αὐταῖς ἰσοπολιτείαν μόνον, ἧς αἰεὶ διατελοῦσι δεόμεναι.
οὐ λέγω δὲ τὰς Λατίνων τριάκοντα πόλεις, αἳ μετὰ πολλῆς εὐχῆς δέξαιντʼ ἂν τοὺς ὑπὲρ ἡμῶν ἀγῶνας διὰ τὸ συγγενές, ἐὰν ψηφίσησθε αὐταῖς ἰσοπολιτείαν μόνον, ἧς αἰεὶ διατελοῦσι δεόμεναι. 更不用说拉丁人的三十个城邦了,因为血缘关系,只要你们通过决议授予他们一直渴求的平等公民权,他们将极度渴望为我们承担战斗。

词汇与语法注释

  1. 6.63.1μαθέτωσαν οὐχ ἱκανῶς αὐτῆς ᾐσθημένοι — 动词 μανθάνω(得知、理解)常接分词作为间接陈述的补足语;此处 ᾐσθημένοι(αἰσθάνομαι 的完成时中被动分词主格复数)充当该补足分词,在性、数、格上与命令动词 μαθέτωσαν 的主语一致。
  2. 6.63.2εἰ βουλοίμεθα τῶν θεραπόντων ἐπιλεξάμενοι τοὺς ἀκμαιοτάτους ἐλευθερῶσαι — 条件从句中 εἰ 加上祈愿时(βουλοίμεθα)与归结从句中直陈式将来时(ἕξομεν)相搭配,表明解放奴隶这一大胆手段是以潜在的或委婉的假设方式提出的,而非既成事实。
  3. 6.63.3εἰ γάρ τι δεῖ τοῖς καιροῖς εἴξαντας μετριάσαι — 不定过去时主动分词 εἴξαντας(源自 εἴκω,“屈服”)为宾格复数,与无人称动词 δεῖ 的省略说明性主语宾格(如 ἡμᾶς,“我们”)相一致。
  4. 6.63.4ὧν οὐκ ἂν εἴη μέρος ἕβδομον τὸ φυγαδικόν — 关系代词 ὧν(属格复数阳性)指代前文的 Ῥωμαίων,在句中充当 μέρος ἕβδομον(七分之一)的部分属格。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §6.63.1-6.63.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:6.63.1-6.63.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。