§6.62.1ἀλλὰ πλεῖστον δὴ ἐν τούτῳ Μενήνιος ἐψεύσθη τῆς δόξης, ἀνὴρ σώφρων, ἐκ τῶν ἑαυτοῦ τρόπων τεκμαίρεται χρηστὰ ὑπὲρ ἑτέρων.
ἀλλὰ πλεῖστον δὴ ἐν τούτῳ Μενήνιος ἐψεύσθη τῆς δόξης, ἀνὴρ σώφρων, ἐκ τῶν ἑαυτοῦ τρόπων τεκμαίρεται χρηστὰ ὑπὲρ ἑτέρων. しかし、この点においてメネニウスは全くもって誤った考えを抱いている。 彼は思慮深い男であり、自らの品性から他人のことも善意をもって推し量っているのだ。
ἐγκείσεται γὰρ ὑμῖν πέρα τοῦ δέοντος βαρὺς ὑπό τʼ αὐθαδείας, ἣ φιλεῖ περὶ τὸ κρατοῦν ἀεὶ γίνεσθαι, καὶ ἀφροσύνης, ἧς πλεῖστον ὄχλος μετέχει μέρος·
ἐγκείσεται γὰρ ὑμῖν πέρα τοῦ δέοντος βαρὺς ὑπό τʼ αὐθαδείας, ἣ φιλεῖ περὶ τὸ κρατοῦν ἀεὶ γίνεσθαι, καὶ ἀφροσύνης, ἧς πλεῖστον ὄχλος μετέχει μέρος· というのも、支配的な立場に常に伴いがちな傲慢さと、群衆がその大部分を共有している愚かさによって、民衆は必要以上に重苦しくあなたがたに迫ってくるだろうからである。
κἂν εἰ μὴ ἐν ἀρχαῖς, χρόνῳ γοῦν ὕστερον καὶ ἐφʼ ἑκάστῳ χρήματι, ὧν ἂν δεηθεὶς μὴ τύχῃ, τὰ ὅπλα λαβὼν τὸν αὐτὸν τρόπον ὑμῖν σοβαρῶς ἐπιθήσεται.
κἂν εἰ μὴ ἐν ἀρχαῖς, χρόνῳ γοῦν ὕστερον καὶ ἐφʼ ἑκάστῳ χρήματι, ὧν ἂν δεηθεὶς μὴ τύχῃ, τὰ ὅπλα λαβὼν τὸν αὐτὸν τρόπον ὑμῖν σοβαρῶς ἐπιθήσεται. たとえ最初にはそうでなくとも、少なくともやがて後になって、彼らが求めて得られなかったあらゆる事柄について、同様に武器を手にしてあなたがたに傲慢に襲いかかるだろう。
ὥστʼ εἰ τὰ πρῶτα συγχωρήσετε συμφέροντα εἶναι νομίσαντες, ἕτερόν τι χεῖρον εὐθὺς ἐπιταχθήσεσθε καὶ αὖθις ἄλλο τούτου χαλεπώτερον, ὡς φόβῳ καὶ τὰ πρῶτα ὑπακούσαντες, ἕως ἐκβάλωσιν ὑμᾶς τελευτῶντες τῆς πόλεως, ὡς ἐν πολλαῖς ἄλλαις καὶ τὰ τελευταῖα ἐν Συρακούσαις οἱ γεωμόροι πρὸς τῶν πελατῶν ἐξηλάθησαν.
ὥστʼ εἰ τὰ πρῶτα συγχωρήσετε συμφέροντα εἶναι νομίσαντες, ἕτερόν τι χεῖρον εὐθὺς ἐπιταχθήσεσθε καὶ αὖθις ἄλλο τούτου χαλεπώτερον, ὡς φόβῳ καὶ τὰ πρῶτα ὑπακούσαντες, ἕως ἐκβάλωσιν ὑμᾶς τελευτῶντες τῆς πόλεως, ὡς ἐν πολλαῖς ἄλλαις καὶ τὰ τελευταῖα ἐν Συρακούσαις οἱ γεωμόροι πρὸς τῶν πελατῶν ἐξηλάθησαν. したがって、最初の要求を有益であると考えて譲歩するなら、ただちにより悪い別の要求を課され、さらにその後にはこれよりも困難な別の要求を突きつけられるだろう。 それはあなたがたが恐怖から最初の要求にも従ったのだと見なされるからであり、最後には彼らがあなたがたを国家から追い出すまでに至るだろう。 他の多くの都市においてそうであったように、また最近ではシラクサにおいて、地主たちがその隷属農民たちによって追放されたようにである。
§6.62.2εἰ δʼ ἐπʼ ἐκείνων ἀγανακτήσαντες ἐναντιώσεσθε τοῖς αἰτήμασι, τί δή ποτʼ οὐκ αὐτόθεν ἄρχεσθε ἐλεύθερα φρονήματα ἔχειν;
εἰ δʼ ἐπʼ ἐκείνων ἀγανακτήσαντες ἐναντιώσεσθε τοῖς αἰτήμασι, τί δή ποτʼ οὐκ αὐτόθεν ἄρχεσθε ἐλεύθερα φρονήματα ἔχειν; しかし、もしそれらの要求に対して憤慨して反対するつもりなら、なぜ今すぐに自由な精神を持ち始めないのか。
κρεῖττον γὰρ ἀπʼ ἐλάττονος αἰτίας ὁρμηθέντας πρὶν βλαβῆναί τι ἀποδείξασθαι τὸ γενναῖον, ἢ πολλὰ ὑπομείναντας τότε ἀγανακτεῖν περὶ τῶν γεγονότων καὶ μὴ ἐπιτρέπειν τὰ λοιπὰ καὶ ὀψὲ ἄρξασθαι νοῦν ἔχειν.
κρεῖττον γὰρ ἀπʼ ἐλάττονος αἰτίας ὁρμηθέντας πρὶν βλαβῆναί τι ἀποδείξασθαι τὸ γενναῖον, ἢ πολλά ὑπομείναντας τότε ἀγανακτεῖν περὶ τῶν γεγονότων καὶ μὴ ἐπιτρέπειν τὰ λοιπὰ καὶ ὀψὲ ἄρξασθαι νοῦν ἔχειν. なぜなら、小さな原因から出発し、何らの損害を被る前に気高さを示す方が、多くのことに耐え忍んだ後になって起こってしまったことに対して憤慨し、残りのことを許さず、遅まきながら分別を持ち始めるよりも優れているからである。
φοβείτω δʼ ὑμῶν μηδένα μήτε ὁ τῶν ἀποστατῶν ἀνασεισμὸς μήτε ὁ τῶν ἀλλοφύλων πόλεμος·
φοβείτω δʼ ὑμῶν μηδένα μήτε ὁ τῶν ἀποστατῶν ἀνασεισμὸς μήτε ὁ τῶν ἀλλοφύλων πόλεμος· μήτε καταγινώσκετε τῆς οἰκείας δυνάμεως ὡς οὐχ ἱκανῆς οὔσης διασῶσαι τὴν πόλιν. 反乱者たちの脅し(動揺を誘う行為)も、異民族との戦争も、あなたがたの誰も恐れさせてはならない。
μήτε καταγινώσκετε τῆς οἰκείας δυνάμεως ὡς οὐχ ἱκανῆς οὔσης διασῶσαι τὴν πόλιν.
また、自らの力量が国家を救うのに十分ではないとして、それを過小評価してはならない。
§6.62.3ἡ μὲν γὰρ τῶν φυγάδων βραχεῖά ἐστιν ἰσχὺς καὶ οὔτε πολὺν ἀνθέξει χρόνον διαμένουσα, ὥσπερ νῦν, ὑπαίθριος ὑπὸ καλύβαις ὥρᾳ ἔτους χειμερίῳ, πορίζεσθαι δὲ τὰ ἐπιτήδεια οὐχ ὅπως διʼ ἁρπαγῆς ἔτι δυνησομένη ἐπειδὰν τὰ ὄντα ἀναλώσῃ, ἀλλʼ οὐδʼ ἂν ἄλλοθεν ὠνητὰ ἐπεισάγεσθαι διὰ πενίαν, οἷς οὔτε ἰδίᾳ οὔτʼ ἐν κοινῷ χρήματά ἐστιν·
ἡ μὲν γὰρ τῶν φυγάδων βραχεῖα ἐστιν ἰσχὺς καὶ οὔτε πολὺν ἀνθέξει χρόνον διαμένουσα, ὥσπερ νῦν, ὑπαίθριος ὑπὸ καλύβαις ὥρᾳ ἔτους χειμερίῳ, πορίζεσθαι δὲ τὰ ἐπιτήδεια οὐχ ὅπως διʼ ἁρπαγῆς ἔτι δυνησομένη ἐπειδὰν τὰ ὄντα ἀναλώσῃ, ἀλλʼ οὐδʼ ἂν ἄλλοθεν ὠνητὰ ἐπεισάγεσθαι διὰ πενίαν, οἷς οὔτε ἰδίᾳ οὔτʼ ἐν κοινῷ χρήματά ἐστιν· というのも、逃亡者たちの力はわずかであり、今のように冬の季節に仮小屋の下で野外で暮らしながら、長く持ちこたえることはできないからである。 また、彼らは手持ちの蓄えを使い果たしてしまえば、略奪によって生活必需品を調達することなど到底できなくなるだけでなく、個人的にも共同体としても資金を持たないため、貧困ゆえに他から購入して持ち込むこともできないからである。
οἱ δὲ πόλεμοι ταῖς περιουσίαις τῶν χρημάτων ὡς τὰ πολλὰ ἀντέχουσιν·
οἱ δὲ πόλεμοι ταῖς περιουσίαις τῶν χρημάτων ὡς τὰ πολλά ἀντέχουσιν· ἀναρχία τʼ αὐτοῖς ὡς εἰκὸς καὶ στάσις ἐκ τῆς ἀναρχίας ἐμπεσοῦσα ταχὺ διαχεῖ τὰ βουλεύματα. 戦争というものは、多くの場合、資金の余力によって持ちこたえるものだ。
ἀναρχία τʼ αὐτοῖς ὡς εἰκὸς καὶ στάσις ἐκ τῆς ἀναρχίας ἐμπεσοῦσα ταχὺ διαχεῖ τὰ βουλεύματα.
そして彼らには、当然のことながら無秩序が生じ、その無秩序から生じる内紛が、彼らの計画を速やかに瓦解させるだろう。
§6.62.4οὐ γὰρ δὴ ἀξιώσουσιν οὔτε Σαβίνοις οὔτε Τυρρηνοῖς οὔτʼ ἄλλοις τισὶ τῶν ἀλλοφύλων παραδόντες σφᾶς αὐτούς, ἐκείνοις δουλεύειν, ὧν καὶ αὐτοί ποτʼ ἀφείλοντο τὴν ἐλευθερίαν σὺν ὑμῖν, καὶ μάλιστα οὐδὲ πιστευθήσονται πρὸς αὐτῶν οἱ κακῶς αὑτῶν τὴν πατρίδα καὶ αἰσχρῶς ἀπολέσαι προθυμηθέντες, μὴ οὐχὶ ὅμοια δράσειν τὴν ὑποδεξαμένην.
οὐ γὰρ δὴ ἀξιώσουσιν οὔτε Σαβίνοις οὔτε Τυρρηνοῖς οὔτʼ ἄλλοις τισὶ τῶν ἀλλοφύλων παραδόντες σφᾶς αὐτούς, ἐκείνοις δουλεύειν, ὧν καὶ αὐτοί ποτʼ ἀφείλοντο τὴν ἐλευθερίαν σὺν ὑμῖν, καὶ μάλιστα οὐδὲ πιστευθήσονται πρὸς αὐτῶν οἱ κακῶς αὑτῶν τὴν πατρίδα καὶ αἰσχρῶς ἀπολέσαι προθυμηθέντες, μὴ οὐχὶ ὅμοια δράσειν τὴν ὑποδεξαμένην. なぜなら、彼らはサビニ人やエトルリア人、あるいは他のいかなる異民族に身を委ねて、かつて自分たちもあなたがたとともにその自由を奪い取った相手に奴隷として仕えることを良しとはしないだろう。 そして何よりも、自らの祖国を不当にかつ不名誉に滅ぼそうと望んだ者たちが、彼らを受け入れた国に対しても同様の行為を働かないとは、それら異民族からも決して信じられないだろう。
ἀριστοκρατεῖται δὲ καὶ τα ἔθνη τὰ πέριξ ὑμῶν ᾶπαντα, καὶ το δημοτικὸν ἐν οὐδεμιᾷ πόλει μεταποιεῖται τῶν ἰσων, ὥστε οὐ δήπου οἱ προὔχοντες ἐν ἑκάστῃ πόλει τὸν οἰκεῖον οὐκ ἐῶντες παρακινεῖν ὄχλον, τοῦτον εἰσδέξονται τὸν ἔπηλυν καὶ στασιαστὴν εἰς τὴν ἑαυτῶν πατρίδα, μὴ μεταδόντες αὐτοὶ τῶν ὁμοίων σὺν χρόνῳ στερήσονται τῶν ἴσων.
ἀριστοκρατεῖται δὲ καὶ τὰ ἔθνη τὰ πέριξ ὑμῶν ἅπαντα, καὶ τὸ δημοτικὸν ἐν οὐδεμιᾷ πόλει μεταποιεῖται τῶν ἴσων, ὥστε οὐ δήπου οἱ προὔχοντες ἐν ἑκάστῃ πόλει τὸν οἰκεῖον οὐκ ἐῶντες παρακινεῖν ὄχλον, τοῦτον εἰσδέξονται τὸν ἔπηλυν καὶ στασιαστὴν εἰς τὴν ἑαυτῶν πατρίδα, μὴ μεταδόντες αὐτοὶ τῶν ὁμοίων σὺν χρόνῳ στερήσονται τῶν ἴσων. また、あなたがたの周囲のすべての民族は貴族政をとっており、いかなる都市においても民衆が対等の権利を要求することはない。 したがって、それぞれの都市の有力者たちが、自国の民衆が穏度を超えて動揺するのを許さないでおきながら、この外から来た不穏な暴徒を自らの祖国に受け入れるなどということはあり得ない。 彼らに同等の権利を分け与えることで、やがては自分たち自身の対等な地位を奪われることになるのを恐れてである。
§6.62.5εἰ δʼ ἄρα γε γνώμης ἁμάρτοιμι καὶ παραδέξαιτό τις αὐτοὺς πόλις, ἐνταῦθα δὴ διαγινώσκοινθʼ ὡς ἄν πολέμιοί τε ὄντες καὶ τὰ πολεμίων πεισόμενοι.
εἰ δʼ ἄρα γε γνώμης ἁμάρτοιμι καὶ παραδέξαιτό τις αὐτοὺς πόλις, ἐνταῦθα δὴ διαγινώσκοινθʼ ὡς ἂν πολέμιοί τε ὄντες καὶ τὰ πολεμίων πεισόμενοι. しかし、もし私が推測を誤り、どこかの都市が彼らを受け入れたとしても、その場合には、彼らは敵であり、敵にふさわしい仕打ちを受けることになると認識されるだろう。
ἔχομεν δʼ αὐτῶν ὅμηρα πατέρας καὶ γαμετὰς καὶ τὴν ἄλλην συγγένειαν, ὧν οὐδʼ ἂν εὐχόμενοι κρείττονα παρὰ θεῶν αἰτησαίμεθα·
ἔχομεν δʼ αὐτῶν ὅμηρα πατέρας καὶ γαμετὰς καὶ τὴν ἄλλην συγγένειαν, ὧν οὐδʼ ἂν εὐχόμενοι κρείττονα παρὰ θεῶν αἰτησαίμεθα· οὓς ἐν ὄψει τῶν συγγενῶν στήσαντες ἀπολοῦμεν, εἰ τολμήσαιεν ὁμόσε χωρεῖν, ὡς ταῖς ἐσχάταις λώβαις διαχρησόμενοι. 我々には、彼らの父親や妻、その他の親族という人質がおり、これは神々に祈ってもこれ以上望めないほどの優れた人質である。
οὓς ἐν ὄψει τῶν συγγενῶν στήσαντες ἀπολοῦμεν, εἰ τολμήσαιεν ὁμόσε χωρεῖν, ὡς ταῖς ἐσχάταις λώβαις διαχρησόμενοι.
彼らがこちらに立ち向かってくる大胆さを見せるなら、我々は彼らをその親族の目の前に立たせて殺し、極限の凌辱を加えるつもりであることを示すだろう。
καὶ αὐτούς, εἰ τοῦτο μάθοιεν, εὖ ἴστε, ὅτι λήψεσθε ἀντιβολοῦντας, ὀλοφυρομένους, παραδιδόντας σφᾶς αὐτοὺς ἡμῖν δίχα τῶν ὅπλων, ἅπαντα ὑπομένοντας.
καὶ αὐτούς, εἰ τοῦτο μάθοιεν, εὖ ἴστε, ὅτι λήψεσθε ἀντιβολοῦντας, ὀλοφυρομένους, παραδιδόντας σφᾶς αὐτούς ἡμῖν δίχα τῶν ὅπλων, ἅπαντα ὑπομένοντας. δειναὶ γὰρ αἱ τοιαίδε ἀνάγκαι πάντας τοὺς αὐθάδεις λογισμοὺς κλάσαι καὶ καταβαλεῖν εἰς τὸ μηδέν. そして彼らがこれを知れば、あなたがたは彼らが哀願し、泣き叫び、武器を捨てて身を委ね、あらゆることに耐え従うのを目にするだろうということを、よく知っておくがよい。
δειναὶ γὰρ αἱ τοιαίδε ἀνάγκαι πάντας τοὺς αὐθάδεις λογισμοὺς κλάσαι καὶ καταβαλεῖν εἰς τὸ μηδέν.
というのも、このような必然性は、あらゆる傲慢な考えを打ち砕き、無に帰せしめるほどに恐ろしいものだからである。