§6.6.1ὡς δʼ εἰς χεῖρας ἥξειν ἔμελλον, οἵ τε τῶν Λατίνων στρατηγοὶ συγκαλέσαντες τοὺς σφετέρους πολλὰ εἰς τὸ ἀνδρεῖον ἐπαγωγὰ καὶ δεήσεις τῶν στρατιωτῶν μακρὰς διεξῆλθον, ὅ τε Ῥωμαῖος ὀρρωδοῦντας ὁρῶν τοὺς σφετέρους, ὅτι πλήθει συνοίσονται μακρῷ προὔχοντι τοῦ σφετέρου, ἐξελέσθαι τὸ δέος αὐτῶν ἐκ τῆς διανοίας βουλόμενος συνεκάλεσεν εἰς ἐκκλησίαν· καὶ παραστησάμενος τοὺς πρεσβυτάτους τῶν ἐκ τοῦ βουλευτικοῦ συνεδρίου καὶ τιμιωτάτους ἔλεξε τοιάδε· §6.6.2θεοὶ μὲν ἡμῖν ὑπισχνοῦνται διʼ οἰωνῶν τε καὶ σφαγίων καὶ τῆς ἄλλης μαντικῆς ἐλευθερίαν τῇ πόλει παρέξειν καὶ νίκην εὐτυχῆ, ἀμοιβάς τε ἡμῖν ἀποδιδόντες ἀγαθάς, ἀνθʼ ὧν αὐτοὺς σέβοντες καὶ τὰ δίκαια ἀσκοῦντες ἐν παντὶ τῷ βίῳ διετελέσαμεν, καὶ τοῖς ἐχθροῖς ἡμῶν νεμεσῶντες κατὰ τὸ εἰκός, ὅτι πολλὰ καὶ μεγάλα πεπονθότες ὑφʼ ἡμῶν ἀγαθὰ συγγενεῖς τε ὄντες καὶ φίλοι καὶ τοὺς αὐτοὺς ὀμωμοκότες ἕξειν ἐχθροὺς καὶ φίλους, ἁπάντων ὑπεριδόντες τούτων πόλεμον ἐπιφέρουσιν ἡμῖν ἄδικον, οὐχ ὑπὲρ ἀρχῆς καὶ δυναστείας, ὁποτέρους ἡμῶν μᾶλλον αὐτὴν ἔχειν προσῆκεν·
当两军即将交手时,拉丁人的将领们召集起自己的士兵,极力鼓舞他们的斗志,并向士兵们作了冗长的动员。 而罗马的独裁官看到自己的士兵因为要与人数远超自己的大军交战而心生恐惧,为了将恐惧从他们的脑海中驱除,便召集他们举行大会;他让元老院议会中最年长、最受尊敬的成员们站在自己身旁,发表了如下讲话: “神明确实通过鸟卜、祭品及其他占卜向我们允诺,将赋予我们城邦自由与幸运的胜利。 这是为了回报我们,因为我们在整个生命中始终敬奉神明并履行正义;神明也理所当然地对我们的敌人感到愤怒,因为他们虽然从我们这里获得了许多巨大的恩惠,且身为亲属与朋友,并曾发誓与我们同敌友,却藐视所有这些,向我们发动了一场不义之战。
ἧττον γὰρ ἂν ἦν δεινόν· ἀλλʼ ὑπὲρ τῆς Ταρκυνίων τυραννίδος, ἵνα δούλην ἀντʼ ἐλευθέρας τὴν πόλιν αὐτοῖς ποιήσωσι.
这战争并非为了争夺国家的主权和统治权——如果是为了确定我们中哪一方更适合拥有它,那可怕的程度还会轻一些——而是为了塔奎尼乌斯家族的僭主统治,目的是使我们的城邦由自由变为他们的奴隶。
§6.6.3χρὴ δὲ καὶ ὑμᾶς, ἄνδρες λοχαγοί τε καὶ στρατιῶται, μαθόντας, ὅτι συμμάχους ἔχετε τοὺς θεούς, οἵπερ αἰεὶ τὴν πόλιν σώζουσιν, ἄνδρας ἀγαθοὺς γενέσθαι περὶ τόνδε τὸν ἀγῶνα·
因此,军官们、士兵们,既然你们得知一直守护着我们城邦的神明是你们的盟友,你们也应当在这场战斗中成为勇士。
ἐπισταμένους, ὅτι τῆς παρὰ θεῶν βοηθείας ὑπάρχει τυγχάνειν τοῖς γενναίως ἀγωνιζομένοις καὶ πάντα τὰ παρʼ ἑαυτοῖς εἰς τὸ νικᾶν πρόθυμα παρεχομένοις, οὐ τοῖς φεύγουσιν ἐκ τῶν κινδύνων, ἀλλὰ τοῖς βουλομένοις ὑπὲρ ἑαυτῶν ταλαιπωρεῖν.
你们应当明白,神明的帮助是降临在那些英勇战斗、并为胜利竭尽全力的人身上,而不是降临在那些逃避危险的人身上,只有那些甘愿为自己承受劳苦的人才能获得它。
ὑπάρχει δʼ ἡμῖν πολλὰ μὲν καὶ ἄλλα πλεονεκτήματα πρὸς τὸ νικᾶν ὑπὸ τῆς τύχης παρεσκευασμένα, τρία δὲ πάντων κάλλιστα καὶ φανερώτατα.
命运已经为我们的胜利准备了许多其他优势,而其中有三项是所有优势中最美好、最显而易见的。 ”