§6.5.1μαθόντες δʼ οἱ στρατηγοὶ τῶν πολεμίων καταλαμβανόμενα καὶ τὰ κατὰ νώτου σφῶν ἐρυμνὰ καὶ οὐδὲ περὶ τῆς οἴκοθεν ἀγορᾶς χρηστὰς ἔτι ἐλπίδας ἔχοντες ὡς ἀσφαλῶς σφίσι παρακομισθησομένης, ἀπαράξαι τοὺς Ῥωμαίους ἔγνωσαν ἀπὸ τοῦ λόφου, πρὶν ἢ χάρακι καὶ τάφρῳ κρατύνασθαι.
敵の将軍たちは、自分たちの背後にある堅固な地点さえも占領されつつあることを知り、また本国からの食糧が安全に自分たちに運ばれてくるという希望をもはや抱けなくなったため、ローマ人たちが柵や壕でその丘を強固にする前に、彼らをそこから撃退することを決意した。
§6.5.2ἀναλαβὼν δὲ τὴν ἵππον ἅτερος αὐτῶν Σέξτος ἤλαυνεν ἀνὰ κράτος ὡς οὐ δεξομένης αὐτὸν τῆς Ῥωμαϊκῆς ἵππου.
彼らのうちの一人であるセクストゥスは、騎兵を率いて、ローマの騎兵が自分たちを迎え撃つことはないだろうと考えて全速力で進撃した。
γενναίως δὲ τῶν Ῥωμαίων ἱππέων τοὺς ἐπιόντας ὑπομεινάντων μέχρι μέν τινος ἀντεῖχεν ὑποστρέφων τε καὶ αὖθις ἐπάγων·
しかしローマの騎兵たちが襲撃を雄々しく持ちこたえたため、セクストゥスは退却しては再び突撃させながらもしばらくの間は抵抗した。
ἐπεὶ δʼ ἥ τε φύσις τοῦ χωρίου τοῖς μὲν ἤδη κρατοῦσι τῶν ἄκρων μεγάλα πλεονεκτήματα παρεῖχε, τοῖς δὲ κάτωθεν ἐπιοῦσιν οὐδὲν ὅ τι μὴ πολλὰς πάνυ πληγὰς καὶ πόνους ἀνηνύτους ἔφερε, καὶ αὖθις ἑτέρα παρῆν δύναμις τοῖς Ῥωμαίοις ἐπιλέκτων ἀνδρῶν ἐκ τῆς πεζικῆς φάλαγγος ἐπίκουρος, ἣν ὁ Ποστόμιος κατὰ πόδας ἀπέστειλεν, οὐδὲν ἔτι πράττειν δυνάμενος ἀπῆγε τὴν ἵππον ἐπὶ τὸν χάρακα·
しかし、地形の性質が、すでに山頂を支配している者たちに多大な有利さを与える一方で、下から襲撃する者たちには多くの痛手と果てしない骨折り以外には何ももたらさなかったこと、そしてさらに、ポストゥムスがすぐ後に派遣した、重装歩兵のファランクスから選抜された者たちの別の応援部隊がローマ人に加わったことから、セクストゥスはもはや何も成し遂げることができずに騎兵を陣営の柵へと退かせた。
καὶ οἱ Ῥωμαῖοι βεβαίως κρατοῦντες τὸ χωρίον προφανῶς κρατύνονται τὴν φυλακήν.
こうしてローマ人はその場所を確実に保持し、その守備を明らかに強化した。
§6.5.3μετὰ τοῦτο τὸ ἔργον τοῖς περὶ Μαμίλιον καὶ Σέξτον ἐδόκει μὴ πολὺν διὰ μέσου ποιεῖν τὸν χρόνον, ἀλλʼ ὀξείᾳ κρῖναι τὰ πράγματα μάχῃ.
この戦闘の後、マミリウスやセクストゥスらは、時間をあまり置くことなく、迅速な戦いによって決着をつけることを決めた。
τῷ δὲ δικτάτορι τῶν Ῥωμαίων καταρχὰς οὕτως ἔχοντι προαιρέσεως ἀμαχητὶ καταλύσεσθαι τὸν πόλεμον καὶ παντὸς μάλιστα διὰ τὴν ἀπειρίαν τῶν ἀντιστρατήγων τοῦτο ποιήσειν ἐλπίσαντι, τότʼ ἐφάνη χωρεῖν ἐπὶ τὸν ἀγῶνα.
一方、当初は戦わずして戦争を終わらせる方針を抱き、何よりも敵の将軍たちの未熟さゆえにこれを成し遂げられると期待していたローマの独裁官にとっても、その時、戦いへと進むのがふさわしいと思われるようになった。
ἑάλωσαν γάρ τινες ὑπὸ τῶν φρουρούντων τὰς ὁδοὺς ἱππέων ἄγγελοι γράμματα φέροντες παρʼ Οὐολούσκων πρὸς τοὺς στρατηγοὺς τῶν Λατίνων δηλοῦντα, ὅτι πολλαὶ δυνάμεις αὐτοῖς ἐπὶ συμμαχίαν ἥξουσιν εἰς ἡμέραν τρίτην μάλιστα καὶ αὖθις ἕτεραι παρʼ Ἑρνίκων.
というのも、街道を警戒していた騎兵たちによって、ウォルスキ族からラティウムの将軍たちへ宛てた、およそ三日目のうちに多くの軍勢が援軍として到着し、さらにその後ヘルニキ族からも別の援軍が到着することを示す書簡を携えた使者たちが捕らえられたからである。
§6.5.4τὰ μὲν δὴ παρασχόντα τοῖς ἡγεμόσιν αὐτῶν ταχεῖαν παρατάξεως ἀνάγκην τέως οὐ προαιρουμένοις ταῦτʼ ἦν.
それまでは望んでいなかった彼らの指導者たちに、速やかな戦列構築を余儀なくさせたのはこれらの出来事であった。
ἐπειδὴ δὲ τὰ σημεῖα ἤρθη παρʼ ἑκατέρων τῆς μάχης, προῄεσαν εἰς τὸ μεταξὺ χωρίον ἀμφότεροι καὶ ἐξέτασσον τὰς δυνάμεις κατὰ τάδε·
阻むもののない平野において、双方から戦闘の合図が掲げられると、両軍は中間の地へと進み、以下の通りに軍勢を整列させた。
Σέξτος μὲν Ταρκύνιος ἐπὶ τοῦ λαιοῦ τῶν Λατίνων ἐτάχθη κέρατος, Ὀκταούιος δὲ Μαμίλιος ἐπὶ τοῦ δεξιοῦ, τὴν δὲ κατὰ μέσον στάσιν εἶχεν ὁ ἕτερος τῶν Ταρκυνίου παίδων Τῖτος, ἔνθα καὶ Ῥωμαίων οἵ τε αὐτόμολοι καὶ οἱ φυγάδες ἐτάχθησαν.
セクストゥス・タルクィニウスはラティウム軍の左翼に配置され、オクタウィウス・マミリウスは右翼に、そして中央の配置はタルクィニウスの息子のもう一人であるティトゥスが占め、そこにはローマ人の脱走兵や亡命者たちも配置された。
ἡ δʼ ἵππος ἅπασα τριχῇ διαιρεθεῖσα τοῖς κέρασιν ἀμφοτέροις προσενεμήθη καὶ τοῖς κατὰ μέσην τεταγμένοις §6.5.5τὴν φάλαγγα.
騎兵はすべて三つに分割され、両翼と中央に整列した者たちのファランクスにそれぞれ配備された。
τῆς δὲ Ῥωμαίων στρατιᾶς τὸ μὲν ἀριστερὸν κέρας εἶχεν ὁ ἱππάρχης Τῖτος Αἰβούτιος ἐναντίος Ὀκταουΐῳ Μαμιλίῳ, τὸ δὲ δεξιὸν Τῖτος Οὐεργίνιος ὁ ὕπατος Σέξτῳ Ταρκυνίῳ στάσιν ἐναντίαν ἐπέχων·
ローマ軍においては、左翼を騎兵長官ティトゥス・アエブティウスが率いてオクタウィウス・マミリウスと対峙し、右翼は執政官ティトゥス・ウェルギニウスがセクストゥス・タルクィニウスと対峙する位置を占めた。
τὰ δὲ μέσα τῆς φάλαγγος αὐτὸς ὁ δικτάτωρ Ποστόμιος ἐξεπλήρου Τίτῳ Ταρκυνίῳ καὶ τοῖς περὶ αὐτὸν φυγάσι χωρήσων ὁμόσε·
ファランクスの中央は、独裁官ポストゥムス自身が、ティトゥス・タルクィニウスおよび彼の周囲の亡命者たちと直接戦うために固めた。
πλῆθος δὲ τῆς συνελθούσης δυνάμεως εἰς τὴν παράταξιν ἀφʼ ἑκατέρου στρατεύματος ἦν Ῥωμαίων μὲν ἐπὶ δισμυρίοις τε καὶ τετρακισχιλίοις πεζοὶ τριακοσίων δέοντες, χίλιοι δʼ ἱππεῖς· Λατίνων δὲ σὺν τοῖς συμμάχοις τετρακισμύριοι μάλιστα πεζοὶ καὶ τρισχίλιοι ἱππεῖς.
この戦列に加わったそれぞれの軍勢の数は、ローマ軍が歩兵23,700人と騎兵1,000人であったのに対し、ラティウム軍は同盟軍を合わせて歩兵およそ40,000人と騎兵3,000人であった。