§6.57.1ταῦτʼ εἰπόντος τοῦ Μενηνίου θροῦς πολὺς ἐνέπεσε τῇ βουλῇ, καὶ διελάλουν ἕκαστοι κατὰ συμμορίας, οἱ μὲν οἰκείως διακείμενοι πρὸς τοὺς δημοτικοὺς παρακαλοῦντες ἀλλήλους πᾶσαν εἰσφέρεσθαι προθυμίαν, ὅπως κατάξουσι τὸν δῆμον εἰς τὴν πατρίδα, ἐπειδὴ προσειλήφεσαν ἡγεμόνα τῆς τότε γνώμης ἀνδρῶν ἀριστοκρατικῶν τὸν ἐπιφανέστατον·
メネニウスがこれらを語ると、元老院には大きなざわめきが沸き起こり、人々はそれぞれ小グループに分かれて話し合った。 民衆に対して好意的な態度をとる人々は、民衆を祖国に連れ戻すためにあらゆる熱意を注ぐよう互いに勧め合った。 それは、当時の彼らの意向の指導者として、貴族の中で最も著名な人物を味方に得たからである。
οἱ δʼ ἀριστοκρατικοὶ καὶ περὶ παντὸς θέλοντες μὴ κινεῖσθαι ἐκ τοῦ πατρίου κόσμου τὴν πολιτείαν ἀποροῦντες, ὅ τι χρήσονται τοῖς παροῦσι, μεταθέσθαι μὲν οὐκ ἀξιοῦντες τὰς προαιρέσεις, μένειν δʼ ἐπὶ τῶν ἐγνωσμένων οὐ δυνάμενοι·
一方、貴族たち、すなわち何よりも国制が祖伝の秩序から動かされないことを望んでいた人々は、現在の事態にどう対処すべきか途方に暮れ、自らの方針を変更することはよしとせず、さりとて決定されたことにとどまることもできずにいた。
οἱ δʼ ἀκέραιοί τε καὶ τῶν στάσεων οὐδετέρᾳ συμφιλονεικοῦντες εἰρήνην ἄγειν βουλόμενοι καὶ ὅπως μὴ τειχήρεις ἔσονται σκοπεῖν ἀξιοῦντες.
また、中立であり、どちらの党派にも荷担して争おうとしない人々は、平和を保つことを望み、包囲された状態にならないように配慮すべきだと考えていた。
§6.57.2σιωπῆς δὲ γενομένης ὁ πρεσβύτερος τῶν ὑπάτων ἐπαινέσας τὸν Μενήνιον τῆς γενναιότητος, καὶ τοὺς λοιποὺς ἀξιώσας ὁμοίους ἐκείνῳ γενέσθαι κηδεμόνας λέγοντάς τε ὅσα φρονοῦσι μετὰ παρρησίας καὶ πράττοντας δίχα ὄκνου τὰ δόξαντα, δεύτερον ἐκάλει τὸν αὐτὸν τρόπον ἐξ ὀνόματος, ἀξιῶν γνώμην ἀποφήνασθαι, Μάνιον Οὐαλέριον ἀδελφὸν τοῦ συνελευθερώσαντος ἀπὸ τῶν βασιλέων τὴν πόλιν, ἄνδρα παρʼ ὁντιναοῦν τῶν ἀριστοκρατικῶν τῷ δήμῳ κεχαρισμένον.
静寂が訪れると、執政官のうち年長の者がメネニウスをその高潔さのゆえに称賛し、他の人々にも彼と同様の国家の守護者となり、考えていることを忌憚なく語り、決定されたことを躊躇なく実行するよう求めた。 そして第二の者として同じように名前を呼んで指名し、意見を述べるよう求めた。 それはマニウス・ウァレリウスであり、王たちから都市を共同で解放した者の兄弟であって、貴族たちの誰よりも民衆に気に入られている人物であった。