Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §6.57.1-6.57.2

元老院内的纷争与请马尼乌斯·瓦莱里乌斯发言

第 463 段,共 962 段 · 希腊语

内容简介

美内尼乌斯演讲后,元老院内部各派系展开辩论。随后,年长的执政官赞扬了美内尼乌斯,并指名要求深受平民欢迎的马尼乌斯·瓦莱里乌斯发表意见。

§6.57.1ταῦτʼ εἰπόντος τοῦ Μενηνίου θροῦς πολὺς ἐνέπεσε τῇ βουλῇ, καὶ διελάλουν ἕκαστοι κατὰ συμμορίας, οἱ μὲν οἰκείως διακείμενοι πρὸς τοὺς δημοτικοὺς παρακαλοῦντες ἀλλήλους πᾶσαν εἰσφέρεσθαι προθυμίαν, ὅπως κατάξουσι τὸν δῆμον εἰς τὴν πατρίδα, ἐπειδὴ προσειλήφεσαν ἡγεμόνα τῆς τότε γνώμης ἀνδρῶν ἀριστοκρατικῶν τὸν ἐπιφανέστατον· οἱ δʼ ἀριστοκρατικοὶ καὶ περὶ παντὸς θέλοντες μὴ κινεῖσθαι ἐκ τοῦ πατρίου κόσμου τὴν πολιτείαν ἀποροῦντες, ὅ τι χρήσονται τοῖς παροῦσι, μεταθέσθαι μὲν οὐκ ἀξιοῦντες τὰς προαιρέσεις, μένειν δʼ ἐπὶ τῶν ἐγνωσμένων οὐ δυνάμενοι· οἱ δʼ ἀκέραιοί τε καὶ τῶν στάσεων οὐδετέρᾳ συμφιλονεικοῦντες εἰρήνην ἄγειν βουλόμενοι καὶ ὅπως μὴ τειχήρεις ἔσονται σκοπεῖν ἀξιοῦντες.
美内尼乌斯说完了这些话,元老院中顿时一片嘈杂,众人纷纷按党派私下议论。 那些对平民持友善态度的人互相勉励,要尽一切热忱将平民召回祖国,因为他们已经争取到了贵族中最显赫的人物来作为他们当时意见的领袖;而那些无论如何都希望国家体制不脱离祖传秩序的贵族们,则对眼下的局势束手无策,他们既不愿改变自己的初衷,又无法坚持已有的决定;至于那些中立且不偏袒任何派系的人,则渴望保持和平,并认为应当注意不使自己陷入被围困的境地。
§6.57.2σιωπῆς δὲ γενομένης ὁ πρεσβύτερος τῶν ὑπάτων ἐπαινέσας τὸν Μενήνιον τῆς γενναιότητος, καὶ τοὺς λοιποὺς ἀξιώσας ὁμοίους ἐκείνῳ γενέσθαι κηδεμόνας λέγοντάς τε ὅσα φρονοῦσι μετὰ παρρησίας καὶ πράττοντας δίχα ὄκνου τὰ δόξαντα, δεύτερον ἐκάλει τὸν αὐτὸν τρόπον ἐξ ὀνόματος, ἀξιῶν γνώμην ἀποφήνασθαι, Μάνιον Οὐαλέριον ἀδελφὸν τοῦ συνελευθερώσαντος ἀπὸ τῶν βασιλέων τὴν πόλιν, ἄνδρα παρʼ ὁντιναοῦν τῶν ἀριστοκρατικῶν τῷ δήμῳ κεχαρισμένον.
待安静下来后,两位执政官中较年长的一位赞扬了美内尼乌斯的高尚品质,并要求其余的人也像他一样成为国家的保护者,坦诚地表达自己的想法,并毫不犹豫地执行所决定的事情。 接着,他以同样的方式点名请第二个人发表意见,即马尼乌斯·瓦莱里乌斯,他是那位协助从国王手中解放城邦之人的兄弟,也是在所有贵族中比任何人都更受平民欢迎的人。

词汇与语法注释

  1. 6.57.1οἱ μὲν ... οἱ δʼ ... οἱ δʼ ... — 主语 'ἕκαστοι'(众人)的具体构成通过带分词的主格短语 'οἱ μὲν'、'οἱ δʼ' 和 'οἱ δʼ' 并列展开,详细说明了主句动词 'διελάλουν'(讨论)的各个主体及其态度。
  2. 6.57.1ἐπειδὴ προσειλήφεσαν ἡγεμόνα τῆς τότε γνώμης ἀνδρῶν ἀριστοκρατικῶν τὸν ἐπιφανέστατον — 'τὸν ἐπιφανέστατον'(最显赫的人,即美内尼乌斯)是动词 'προσειλήφεσαν' 的直接宾语,而 'ἡγεμόνα'(作为领袖)是其宾语补足语。属格短语 'ἀνδρῶν ἀριστοκρατικῶν'(贵族中的)修饰 'τὸν ἐπιφανέστατον','τῆς τότε γνώ命的' 修饰 'ἡγεμόνα'。
  3. 6.57.1ὅ τι χρήσονται τοῖς παροῦσι — 此处为间接疑问从句,动词 'χρήσονται'('χράομαι' 的将来时)支配与格 'τοῖς παροῦσι'(眼下的局势)作为其对象,并以中性代词 'ὅ τι'(什么,如何)作为表示手段或方式的宾格。
  4. 6.57.2ἐπαινέσας τὸν Μενήνιον τῆς γενναιότητος — 表示情感或评价的动词 'ἐπαινέω'(赞扬)以宾格('τὸν Μενήνιον')表示赞扬的对象,以属格('τῆς γενναιότητος')表示赞扬的原因(原因属格)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §6.57.1-6.57.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:6.57.1-6.57.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。