§6.56.1ἀλλʼ ὅτι μὲν δεῖ καταλύσασθαι τὴν στάσιν, εἴποι τις ἄν, οὐχ ἧττον ἡμεῖς ἐγνώκαμεν καὶ πολλὴν παρεσχήμεθα προθυμίαν·
しかし、「我々も、内乱を終息させねばならぬということは、劣らずよく理解しており、多大な熱意を示してきた。
πῶς δʼ ἂν καταλυσαίμεθʼ αὐτήν, τοῦτο πειρῶ λέγειν.
だが、いかにしてそれを終息させうるか、これを語るように努めよ」と、誰かが言うかもしれない。
ὁρᾷς γάρ, ὅση περὶ τὸν δῆμόν ἐστιν αὐθάδεια, ὃς οὔτε πέμπει πρὸς ἡμᾶς περὶ διαλύσεων αὐτὸς ἀδικῶν οὔτε τοῖς ὑφʼ ἡμῶν ἀποσταλεῖσιν ἀποκρίνεται πολιτικὰς καὶ φιλανθρώπους ἀποκρίσεις, ἀλλʼ ὑπερηφανεῖ καὶ ἀπειλεῖ, καὶ εἰκάσαι ῥᾴδιον οὐκ ἔστιν ὅ τι βούλεται.
なぜなら、民衆の間にある傲慢さがいかに大きいか、お前は目にしているからだ。 彼らは、自ら過ちを犯していながら、和解について我々のもとに自ら使節を送ることもせず、我々から派遣された者たちに対して市民としてふさわしい、好意的な回答を返すこともしない。 むしろ傲慢に振る舞い、脅しをかけ、彼らが何を望んでいるかを推し量ることは容易ではない。
πρὸς δὲ ταῦτα τί παραινῶ §6.56.2νῦν πράττειν, ἀκούσατέ μου.
これらに対して私が何を勧めるか、今行うべきこととして、私の言葉を聞いてほしい。
ἐγὼ τὸν δῆμον οὔτʼ ἀδιαλλάκτως οἴομαι πρὸς ἡμᾶς ἔχειν οὔτε δράσειν τι, ὧν ἀπειλεῖ, τεκμαιρόμενος, ὅτι οὐκ ἔστιν ὅμοια τοῖς λόγοις αὐτοῦ τὰ ἔργα, πολὺ δὲ μᾶλλον ἡμῶν ἐσπουδακέναι περὶ τὰς διαλύσεις.
私は、民衆が我々と和解不可能であるとも、彼らが脅していることの何かを実行するだろうとも思わない。 それは、彼らの行動がその言葉と一致していないこと、および彼らの方が我々よりもはるかに熱心に和解を求めていることから判断してのことである。
ἡμεῖς μὲν γὰρ καὶ πατρίδα τὴν τιμιωτάτην κατοικοῦμεν καὶ βίους καὶ οἴκους καὶ γενεὰς καὶ πάντα τὰ πλείστου ἄξια ἐν ταῖς ἰδίαις ἐξουσίαις ἔχομεν· ὁ δʼ ἄπολις καὶ ἀνέστιός ἐστι καὶ τῶν ἀναγκαιοτάτων αὐτῷ στέρεται σωμάτων βίου τε τοῦ καθʼ ἡμέραν οὐκ εὐπορεῖ.
なぜなら、我々は最も尊い祖国に居住し、暮らし、家、家族、そして最も価値あるすべてのものを自らの支配下に持っているが、彼は祖国もなく、家もなく、彼にとって最も必要な人々を奪われ、日々の暮らしに困窮しているからだ。
§6.56.3τίνος οὖν χάριν, εἴ τις ἔροιτό με, τὰς προκλήσεις οὐ δέχεται τὰς ἡμετέρας ὅμως κακοπαθῶν αὐτός τε οὐδὲν ἐπιπρεσβεύεται πρὸς ἡμᾶς, ὅτι νὴ Δία, φαίην ἄν, ἄχρι τοῦδε λόγων ἀκούει παρὰ τῆς βουλῆς, ἔργον δʼ οὐδὲν ὁρᾷ γινόμενον ἐξ αὐτῶν οὔτε φιλάνθρωπον οὔτε μέτριον, ἐξηπατῆσθαί τε οἴεται πολλάκις ὑφʼ ἡμῶν ὑπισχνουμένων ἀεί τινα πρόνοιαν αὐτοῦ ποιήσεσθαι, μηδὲν δὲ προνοουμένων.
「では、なぜ彼は、自身がこれほど困窮しているにもかかわらず、我々の呼びかけを受け入れず、我々に対して使節を送り返さないのか」と誰かが私に尋ねるなら、「ゼウスにかけて」と私は言うだろう、「それは、彼が今日に至るまで元老院からの言葉を聞いているだけで、そこからいかなる好意的で穏健な実行もなされるのを見ておらず、また我々が常に彼のことを何らかの形で配慮すると約束しながら何一つ配慮しないことによって、何度も欺かれてきたと思っているからだ。
πρεσβείας δὲ πέμπειν οὐχ ὑπομένει διὰ τοὺς ἐνθάδε κατηγορεῖν εἰωθότας αὐτοῦ δεδοικώς τε μή τινος, ὧν ἀξιοῖ, διαμάρτῃ.
また、ここで彼をいつも告発している者たちのために、使節を送ることに耐えられず、さらに自分の要求するもののいずれかを失うことを恐れているからでもある。
§6.56.4τάχα δʼ ἄν τι καὶ φιλοτιμίας ἀνοήτου περὶ αὐτὸν εἴη πάθος·
」あるいは、彼らの方にも愚かな名誉欲の情念のようなものがあるかもしれない。
καὶ οὐδέν γε θαυμαστόν, ἐπεὶ καὶ ἐν ἡμῖν αὐτοῖς εἰσί τινες, οἷς τὸ δύσερι τοῦτο καὶ φιλόνεικον ἔνεστιν ἰδίᾳ τε καὶ κοινῆ οὐκ ἀξιοῦσιν ἡττᾶσθαι τοῦ ἀντιπάλου, ἀλλʼ ἐκ παντὸς ἀεὶ ζητοῦσι περιεῖναι τρόπου καὶ μὴ πρότερον χαρίζεσθαί τι, ἢ λαβεῖν τὸ μέλλον εὖ πάσχειν ὑποχείριον.
そしてそれは何ら驚くべきことではない。 なぜなら、我々自身の中にも、私的にも公的にもこの好戦的で負けず嫌いな性質を内に抱え、対抗者に屈することをよしとせず、むしろあらゆる方法で常に優位に立とうとし、恩恵を受けるべき相手を自分の手中に収めるまでは、いかなる譲歩もしようとしない者たちがいるからである。
ἐννοούμενος δὴ ταῦτα οἴομαι δεῖν πρεσβείαν ἀποσταλῆναι πρὸς τοὺς δημοτικοὺς ἐκ τῶν μάλιστα πιστευομένων·
これらのことを考慮し、私は、最も信頼されている者たちの中から、民衆のもとに使節団を派遣すべきであると考える。
§6.56.5τοὺς δʼ ἀποσταλησομένους ἄνδρας αὐτοκράτορας εἶναι παραινῶ, διαλυσομένους αὐτοῖς τὴν στάσιν, ἐφʼ οἷς ἂν αὐτοὶ δικαιῶσι, καὶ μηδὲν ἔτι τῇ βουλῇ προσαναφέροντας·
そして、派遣される人々は、彼らが自ら妥当と認める条件に基づいて、内乱を和解させる全権を持つべきであり、もはや元老院に指示を仰ぐ必要はない、と私は勧める。
αὐτοὶ γὰρ εἴσονται τοῦτο.
なぜなら、彼ら自身がこれを判断するだろうからだ。
οἱ δὲ νῦν ὑπεροπτικοὶ δοκοῦντες εἶναι καὶ βαρεῖς μαθόντες, ὅτι ἀληθῶς σπουδάζετε περὶ τὴν ὁμόνοιαν, καὶ εἰς ἐπιεικεστέρας συγκαθήσουσιν αἱρέσεις, οὐδὲν ἀξιοῦντες οὔτε τῶν αἰσχρῶν οὔτε τῶν ἀδυνάτων.
そして、今は傲慢で手ごわいと見える者たちも、あなた方が真に協調を重んじていることを知れば、不名誉なことも不可能なことも一切要求せず、より寛大な条件に合意するだろう。
τὸ γὰρ ἠρεθισμένον ἅπαν, ἄλλως τε κἂν ταπεινὸν ᾖ, πρὸς μὲν τοὺς ὑπερηφανοῦντας ἀγριαίνεσθαι φιλεῖ, πρὸς δὲ τοὺς θεραπεύοντας ἡμεροῦσθαι.
なぜなら、刺激されたものはすべて、とりわけ卑賎な地位にある場合には、傲慢な者たちに対しては荒れる傾向があり、優しく世話をする者たちに対しては穏やかになる傾向があるからである。