Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §6.56.1-6.56.5

马尼乌斯·瓦莱里乌斯提议派遣全权使团

第 462 段,共 962 段 · 希腊语

内容简介

马尼乌斯·瓦莱里乌斯指出平民因生活困顿实际上渴望和解,并提议从最受信任的议员中派遣一个拥有全权的使团去解决内乱。

§6.56.1ἀλλʼ ὅτι μὲν δεῖ καταλύσασθαι τὴν στάσιν, εἴποι τις ἄν, οὐχ ἧττον ἡμεῖς ἐγνώκαμεν καὶ πολλὴν παρεσχήμεθα προθυμίαν· πῶς δʼ ἂν καταλυσαίμεθʼ αὐτήν, τοῦτο πειρῶ λέγειν.
但是有人可能会说:“我们同样深知必须平息内乱,并且也表现出了极大的热忱;但请试着告诉我们,我们该如何平息它。
ὁρᾷς γάρ, ὅση περὶ τὸν δῆμόν ἐστιν αὐθάδεια, ὃς οὔτε πέμπει πρὸς ἡμᾶς περὶ διαλύσεων αὐτὸς ἀδικῶν οὔτε τοῖς ὑφʼ ἡμῶν ἀποσταλεῖσιν ἀποκρίνεται πολιτικὰς καὶ φιλανθρώπους ἀποκρίσεις, ἀλλʼ ὑπερηφανεῖ καὶ ἀπειλεῖ, καὶ εἰκάσαι ῥᾴδιον οὐκ ἔστιν ὅ τι βούλεται.
”因为你看到了,平民是多么傲慢,他们自己犯了错,既不主动派使者向我们商讨和解,也不对我们派去的人做出符合公民体统且友善的答复,反而傲慢无礼并加以威胁,要推测出他们想要什么并不容易。
πρὸς δὲ ταῦτα τί παραινῶ §6.56.2νῦν πράττειν, ἀκούσατέ μου.
面对这种情况,我建议现在该怎么做,请听我一言。
ἐγὼ τὸν δῆμον οὔτʼ ἀδιαλλάκτως οἴομαι πρὸς ἡμᾶς ἔχειν οὔτε δράσειν τι, ὧν ἀπειλεῖ, τεκμαιρόμενος, ὅτι οὐκ ἔστιν ὅμοια τοῖς λόγοις αὐτοῦ τὰ ἔργα, πολὺ δὲ μᾶλλον ἡμῶν ἐσπουδακέναι περὶ τὰς διαλύσεις.
我认为平民对我们并非不可调和,也不会做出任何他们所威胁的事情,我是根据以下事实来判断的:他们的行动与他们的言语并不一致,而且他们比我们更急于达成和解。
ἡμεῖς μὲν γὰρ καὶ πατρίδα τὴν τιμιωτάτην κατοικοῦμεν καὶ βίους καὶ οἴκους καὶ γενεὰς καὶ πάντα τὰ πλείστου ἄξια ἐν ταῖς ἰδίαις ἐξουσίαις ἔχομεν· ὁ δʼ ἄπολις καὶ ἀνέστιός ἐστι καὶ τῶν ἀναγκαιοτάτων αὐτῷ στέρεται σωμάτων βίου τε τοῦ καθʼ ἡμέραν οὐκ εὐπορεῖ.
因为我们居住在最尊贵的祖国,我们的生活、房屋、家庭以及所有最有价值的东西都在我们自己的控制之下;而他却无国无家,被夺去了对他最不可或缺的亲人,连日子的生计也难以为继。
§6.56.3τίνος οὖν χάριν, εἴ τις ἔροιτό με, τὰς προκλήσεις οὐ δέχεται τὰς ἡμετέρας ὅμως κακοπαθῶν αὐτός τε οὐδὲν ἐπιπρεσβεύεται πρὸς ἡμᾶς, ὅτι νὴ Δία, φαίην ἄν, ἄχρι τοῦδε λόγων ἀκούει παρὰ τῆς βουλῆς, ἔργον δʼ οὐδὲν ὁρᾷ γινόμενον ἐξ αὐτῶν οὔτε φιλάνθρωπον οὔτε μέτριον, ἐξηπατῆσθαί τε οἴεται πολλάκις ὑφʼ ἡμῶν ὑπισχνουμένων ἀεί τινα πρόνοιαν αὐτοῦ ποιήσεσθαι, μηδὲν δὲ προνοουμένων.
那么,如果有人问我:“既然如此,为什么他自己虽然深受其苦,却仍不接受我们的倡议,也不向我们派遣使者呢? ”“因宙斯之名,”我会说,“因为到目前为止,他听到的只是元老院的话语,却没看到由此产生任何友善或适度的行动,并且认为自己多次被我们欺骗——我们总是许诺会对他做出某种关照,却什么也没关照。
πρεσβείας δὲ πέμπειν οὐχ ὑπομένει διὰ τοὺς ἐνθάδε κατηγορεῖν εἰωθότας αὐτοῦ δεδοικώς τε μή τινος, ὧν ἀξιοῖ, διαμάρτῃ.
他由于害怕那些在这里习惯于指责他的人,且担心无法获得他所要求的东西,因而不肯派遣使节。
§6.56.4τάχα δʼ ἄν τι καὶ φιλοτιμίας ἀνοήτου περὶ αὐτὸν εἴη πάθος· καὶ οὐδέν γε θαυμαστόν, ἐπεὶ καὶ ἐν ἡμῖν αὐτοῖς εἰσί τινες, οἷς τὸ δύσερι τοῦτο καὶ φιλόνεικον ἔνεστιν ἰδίᾳ τε καὶ κοινῆ οὐκ ἀξιοῦσιν ἡττᾶσθαι τοῦ ἀντιπάλου, ἀλλʼ ἐκ παντὸς ἀεὶ ζητοῦσι περιεῖναι τρόπου καὶ μὴ πρότερον χαρίζεσθαί τι, ἢ λαβεῖν τὸ μέλλον εὖ πάσχειν ὑποχείριον.
” 也许他身上也有些愚蠢的虚荣心在作怪;这也没什么好奇怪的,因为在我们自己人当中,也有一些人在私下和公职中都抱有这种好斗和竞争的性格,他们认为不能被对手击败,而是总是试图以各种方式占据上风,在把将要接受恩惠的人置于自己的控制之下以前,决不肯给予任何让步。
ἐννοούμενος δὴ ταῦτα οἴομαι δεῖν πρεσβείαν ἀποσταλῆναι πρὸς τοὺς δημοτικοὺς ἐκ τῶν μάλιστα πιστευομένων·
考虑到这些,我认为应该从最受信任的人当中派遣一个使团去见平民。
§6.56.5τοὺς δʼ ἀποσταλησομένους ἄνδρας αὐτοκράτορας εἶναι παραινῶ, διαλυσομένους αὐτοῖς τὴν στάσιν, ἐφʼ οἷς ἂν αὐτοὶ δικαιῶσι, καὶ μηδὲν ἔτι τῇ βουλῇ προσαναφέροντας· αὐτοὶ γὰρ εἴσονται τοῦτο.
我建议,将被派去的人应该拥有全权,在他们自己认为公正的条件下与平民解决内乱,而无需再向元老院请示;因为他们自己会决定这件事。
οἱ δὲ νῦν ὑπεροπτικοὶ δοκοῦντες εἶναι καὶ βαρεῖς μαθόντες, ὅτι ἀληθῶς σπουδάζετε περὶ τὴν ὁμόνοιαν, καὶ εἰς ἐπιεικεστέρας συγκαθήσουσιν αἱρέσεις, οὐδὲν ἀξιοῦντες οὔτε τῶν αἰσχρῶν οὔτε τῶν ἀδυνάτων.
而那些现在看似傲慢且难以对付的人,一旦得知你们真诚地致力于和睦,也会妥协于更合理的选择,绝不会提出任何可耻或不可能的要求。
τὸ γὰρ ἠρεθισμένον ἅπαν, ἄλλως τε κἂν ταπεινὸν ᾖ, πρὸς μὲν τοὺς ὑπερηφανοῦντας ἀγριαίνεσθαι φιλεῖ, πρὸς δὲ τοὺς θεραπεύοντας ἡμεροῦσθαι.
因为一切受到激怒的事物,特别是当它处于卑微地位时,往往会对傲慢者变得粗暴,而对安抚他们的人变得温顺。

词汇与语法注释

  1. §6.56.1εἴποι τις ἄν — 带有虚拟语气助词 ἄν 的祈愿语气(潜在语气),用于引入设问(预想中的反对意见):“有人可能会说”。
  2. §6.56.2τῶν ἀναγκαιοτάτων αὐτῷ στέρεται σωμάτων — 名词 σώματα 在此不仅指“身体”或“奴隶”,从上下文(与前句中贵族的“家族” γενεάς 相对比)来看,指的是对平民而言最不可或缺的“家人”或“身边亲近之人”。
  3. 1167ὅτι νὴ Δία, φαίην ἄν — 设问中的回答部分。νὴ Δία(以宙斯之名,确实地)用于说话者满怀信心地强调其回答。φαίην ἄν 是潜在语气祈愿,意为“我会这样说”。
  4. 1168ἐφʼ οἷς ἂν αὐτοὶ δικαιῶσι — 关系代词 οἷς 省略了其先行词 τούτοις,并在格上同化于前置词 ἐπί。主格代词 αὐτοί 在语境上并非指平民,而是指前文中“将被派遣的使者们”(τοὺς ἀποσταλησομένους ἄνδρας)。
  5. §6.56.5αὐτοὶ γὰρ εἴσονται τοῦτο — 动词 εἴσονται 是 οἶδα(知道、了解)的将来时。在此处从“知道”引申为“他们自己会明辨形势并做出妥善的决定/处理”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §6.56.1-6.56.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:6.56.1-6.56.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。