§6.54.1ἐνθυμούμενοί τε δὴ ταῦτα καὶ ὅσα δὴ ἕτερα ἡμῖν εἴρηται πρότερον, ἔτι δὲ τῶν παρακαλούντων ἐπὶ τὰς διαλλαγὰς ἀναμιμνησκόμενοι, ὅτι οὐ παρʼ ἡμῖν μόνοις ἤ πρώτοις πενία πρὸς πλοῦτον ἐστασίασε καὶ ταπεινότης πρὸς ἐπιφάνειαν, ἀλλʼ ἐν ἁπάσαις ὡς εἰπεῖν καὶ μικραῖς καὶ μεγάλαις πόλεσι πολέμιον ὡς τὰ πολλὰ τοῦ πλείονος τοὔλαττον καθίσταται· ἐν αἷς οἱ προεστηκότες τοῦ κοινοῦ μετριάσαντες μὲν ἔσωσαν τὰς πατρίδας, αὐθαδείᾳ δὲ χρησάμενοι μετὰ τῶν ἄλλων ἀγαθῶν καὶ σφᾶς αὐτοὺς διώλεσαν· §6.54.2καὶ ὅτι πᾶν χρῆμα, ὃ ἂν ἐκ πολλῶν σύνθετον ᾖ, νοσεῖν πέφυκε κατά τι τῶν ἑαυτοῦ μορίων, καὶ ἔτι πρὸς τούτοις ὡς οὔτε ἀνθρωπείου σώματος αἰεὶ τὸ κάμνον ἀποτεμεῖν χρὴ μέρος· αἰσχρά τε γὰρ ἡ ὄψις ἂν γίνοιτο τοῦ λειπομένου καὶ ἡ φύσις οὐκ ἐπὶ πολὺ διαρκής· οὔτε πολιτικῆς κοινωνίας τὴν νοσοῦσαν ἐξελαύνειν μοῖραν· οὐ γὰρ ἂν φθάνοι διὰ τῶν ἰδίων μερῶν τὸ σύμπαν ἀπολόμενον σὺν χρόνῳ·
これら、および先に我々が述べた他のすべてのことを心に留め、さらに、和解を勧める人々の言葉を思い起こしつつ、すなわち、貧困が富に対して、また卑賤が顕貴に対して不和を来したのは、我々においてのみ、あるいは我々が最初なのではなく、言ってみれば大小すべての都市において、少なるものが多なるものの敵対者となるのが常であるということ、また、それらの都市において、共同体を指導する者たちが、節度を守った場合には祖国を救い、傲慢を用いた場合には他の善きものとともに自分自身をも滅ぼしたということを思い起こしつつ、また、多くのものから合成されたいかなる事物も、その部分のどこかにおいて病む性質があるということ、さらにこれらに加えて、人間の身体の病んでいる部分を常に切除すべきではない(なぜなら、残された部分の見栄えは醜くなり、その生命力も長くは持たないからである)のと同様に、政治的共同体の病んでいる部分を追放すべきでもないということ(なぜなら、個々の部分を通じて、全体がやがて滅び去るのを免れないからである)、そして必然の力のいかに大きいか(これにこそ神々すら屈するのだが)を心に留め、運命に対して怒りを抱いてはならず、また、すべてのことが我々の望み通りになるかのように傲慢と無知に身を任せてはなりません。
τῆς τʼ ἀνάγκης ἐνθυμηθέντες ὅσον τὸ κράτος, ᾗ καὶ θεοὶ εἴκουσι μόνῃ, μὴ χαλεπαίνετε πρὸς τὰς τύχας, μηδʼ ὡς ἁπάντων ἡμῖν κατʼ εὐχὴν ἐσομένων αὐθαδείας ἐμπίμπλασθε καὶ ἀμαθίας, ἀλλʼ ἐπικλάσθητε καὶ εἴξατε παραδείγμασι χρησάμενοι τῆς εὐβουλίας μὴ τοῖς ὀθνείοις, ἀλλὰ τοῖς ἡμετέροις αὐτῶν ἔργοις.
むしろ、心を和らげ、屈しなさい。 思慮分別の手本として、他人のものではなく、我々自身の事績を用いながら。