Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §6.54.1-6.54.2

阶级对立的普遍性与以身体为喻劝促和解

第 460 段,共 962 段 · 希腊语

内容简介

演说者指出,国家中的阶级对立是历史上普遍存在的现象,领导者若能保持温和便能挽救国家。他以不应切除人体病变肢体为喻,论证不应驱逐政治共同体的一部分,并劝导人们顺应必然性的力量而达成和解。

§6.54.1ἐνθυμούμενοί τε δὴ ταῦτα καὶ ὅσα δὴ ἕτερα ἡμῖν εἴρηται πρότερον, ἔτι δὲ τῶν παρακαλούντων ἐπὶ τὰς διαλλαγὰς ἀναμιμνησκόμενοι, ὅτι οὐ παρʼ ἡμῖν μόνοις ἤ πρώτοις πενία πρὸς πλοῦτον ἐστασίασε καὶ ταπεινότης πρὸς ἐπιφάνειαν, ἀλλʼ ἐν ἁπάσαις ὡς εἰπεῖν καὶ μικραῖς καὶ μεγάλαις πόλεσι πολέμιον ὡς τὰ πολλὰ τοῦ πλείονος τοὔλαττον καθίσταται· ἐν αἷς οἱ προεστηκότες τοῦ κοινοῦ μετριάσαντες μὲν ἔσωσαν τὰς πατρίδας, αὐθαδείᾳ δὲ χρησάμενοι μετὰ τῶν ἄλλων ἀγαθῶν καὶ σφᾶς αὐτοὺς διώλεσαν· §6.54.2καὶ ὅτι πᾶν χρῆμα, ὃ ἂν ἐκ πολλῶν σύνθετον ᾖ, νοσεῖν πέφυκε κατά τι τῶν ἑαυτοῦ μορίων, καὶ ἔτι πρὸς τούτοις ὡς οὔτε ἀνθρωπείου σώματος αἰεὶ τὸ κάμνον ἀποτεμεῖν χρὴ μέρος· αἰσχρά τε γὰρ ἡ ὄψις ἂν γίνοιτο τοῦ λειπομένου καὶ ἡ φύσις οὐκ ἐπὶ πολὺ διαρκής· οὔτε πολιτικῆς κοινωνίας τὴν νοσοῦσαν ἐξελαύνειν μοῖραν· οὐ γὰρ ἂν φθάνοι διὰ τῶν ἰδίων μερῶν τὸ σύμπαν ἀπολόμενον σὺν χρόνῳ· τῆς τʼ ἀνάγκης ἐνθυμηθέντες ὅσον τὸ κράτος, ᾗ καὶ θεοὶ εἴκουσι μόνῃ, μὴ χαλεπαίνετε πρὸς τὰς τύχας, μηδʼ ὡς ἁπάντων ἡμῖν κατʼ εὐχὴν ἐσομένων αὐθαδείας ἐμπίμπλασθε καὶ ἀμαθίας, ἀλλʼ ἐπικλάσθητε καὶ εἴξατε παραδείγμασι χρησάμενοι τῆς εὐβουλίας μὴ τοῖς ὀθνείοις, ἀλλὰ τοῖς ἡμετέροις αὐτῶν ἔργοις.
你们既要牢记这些以及我们先前所说的其他一切,又要记住那些劝导我们和解之人的话,即:贫困对抗财富、卑微对抗显贵,并非仅在我们这里或由我们开始发生,而是在几乎所有大小城邦中,少数者通常都会成为多数者的敌人;在这些城邦中,共同体的领导者们若能保持温和,便能挽救祖国,但若任性妄为,则会连同其他福祉一起毁灭自身;并且,任何由许多部分组成的整体,其某些成员必然会生病;此外,正如人们不应总是切除人体生病的部分——因为剩余部分的外观会变得丑陋,其生命力也无法维持很久——同样,人们也不应驱逐政治共同体中生病的部分,因为整个共同体难免会随着时间推移通过其自身各个部分而走向灭亡;在牢记必然性的力量是何等巨大(唯有它连神明也屈服)之后,请不要对命运动怒,也不要因为以为一切都会如我们所愿而充满傲慢与无知,反而要软化态度并妥协,在汲取明智的榜样时,不要采用外邦人的,而要采用我们自己的功绩。

词汇与语法注释

  1. §6.54.1ὅτι — §6.54.1 中的 ὅ提 从句(ὅτι οὐ παʼ ἡμῖν...)、§6.54.2 中的 ὅτι 从句(ὅτι πᾶν χρῆμα...)以及 ὡς 从句(ὡς οὔτε... οὔτε...)呈并列结构,均作为间接引语从句,隶属于前文的分词 ἀναμιμνησκόμενοι(“记住”)。
  2. §6.54.2οὐ γὰρ ἂν φθάνοι ... ἀπολόμενον — οὐκ ἂν φθάνοιμι 搭配分词(此处为 ἀπολόμενον)的惯用结构,表示迫在眉睫或不可避免的后果,意为“难免灭亡”或“立刻走向毁灭”。
  3. §6.54.2ὡς ἁπάντων ἡμῖν κατʼ εὐχὴν ἐσομένων — 带有连词 ὡς 的属格独立结构,表示主观原因或假定(“仿佛一切都会如我们所愿”),用以解释其后名词 αὐθαδείας(“傲慢”)的原因或内含。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §6.54.1-6.54.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:6.54.1-6.54.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。