§6.4.1οἱ δὲ τῶν Λατίνων ἡγεμόνες, Ὀκταούιός τε ὁ Τυσκλανὸς ὁ Ταρκυνίου τοῦ βασιλέως γαμβρός, ὡς δέ τινες γράφουσιν, υἱὸς τοῦ γαμβροῦ, καὶ Σέξτος Ταρκύνιος· ἐτύγχανον γὰρ δὴ τηνικαῦτα χωρὶς ἀλλήλων ἐστρατοπεδευκότες·
ラティウム人の指導者たち、すなわちトゥスクルム人のオクタウィウス(王タルクィニウスの娘婿、あるいは何人かの書き手によれば、その娘婿の息子)と、セクストゥス・タルクィニウスは――彼らはその時、互いに離れて陣を敷いていたのだが――軍勢を一つの場所に集め、千人隊長や百人隊長たちを召集して、どのような戦い方をするべきかを検討した。
εἰς ἓν συνάγουσι τὰς δυνάμεις χωρίον καὶ παραλαβόντες τοὺς χιλιάρχους τε καὶ λοχαγοὺς ἐσκόπουν, ὅστις ἔσται τρόπος τοῦ πολέμου· §6.4.2καὶ πολλαὶ γνῶμαι ἐλέχθησαν.
そして多くの意見が出された。
οἱ μὲν γὰρ ἐξ ἐφόδου χωρεῖν ἠξίουν ἐπὶ τοὺς ἅμα τῷ δικτάτορι καταλαβομένους τὸ ὄρος, ἕως ἔτι ἦσαν αὐτοῖς φοβεροί, οὐκ ἀσφαλείας σημεῖον εἶναι νομίζοντες τὴν τῶν ἐχυρῶν κατάληψιν, ἀλλὰ δειλίας·
ある者は、独裁官とともに山を占拠した者たちに対して、自分たちが彼らにとってまだ恐るべき存在であるうちに、ただちに攻撃を仕掛けるべきだと主張した。 というのも、彼らが堅固な場所を占拠したことは、安全の兆候ではなく、臆病の兆候であると考えたからである。
οἱ δὲ τοὺς μὲν ἀποταφρεύσαντας ὀλίγῃ τινὶ κατείργειν φυλακῇ, τὴν δʼ ἄλλην δύναμιν ἀναλαβόντας ἐπὶ τὴν Ῥώμην ἄγειν ὡς ῥᾳδίαν ἁλῶναι τῆς κρατίστης νεότητος ἐξεληλυθυίας·
別の者は、彼らを塹壕で囲んで少数の守備隊で封じ込め、残りの全軍を率いてローマへと進軍すべきだと主張した。 最も精強な若者たちが出征してしまっているため、ローマは容易に攻略できると考えたからである。
οἱ δὲ τὰς Οὐολούσκων τε καὶ τῶν ἄλλων συμμάχων βοηθείας ἀναμένειν συνεβούλευον τὰ ἀσφαλέστερα πρὸ τῶν θρασυτέρων αἱρουμένους·
また別の者は、勇敢な策よりも安全な策を選んで、ウォルスキ族や他の同盟国からの援軍を待つよう勧めた。
Ῥωμαίους μὲν γὰρ οὐθὲν ἀπολαύσειν ἐκ τῆς τριβῆς τοῦ χρόνου, ἑαυτοῖς δὲ βραδυνόμενα κρείττω γενήσεσθαι τὰ πράγματα.
なぜなら、ローマ人は時の経過から何ら利益を得られないのに対し、自分たちの側は遅れが生じるほど状況が好転するからである。
§6.4.3ἔτι δʼ αὐτῶν βουλευομένων ἧκεν ἐκ Ῥώμης ὁ ἕτερος τῶν ὑπάτων Τῖτος Οὐεργίνιος ἔχων τὴν σὺν ἑαυτῷ δύναμιν αἰφνίδιος ἐν τῇ κατόπιν νυκτὶ τὴν ὁδὸν διανύσας καὶ στρατοπεδεύεται δίχα τοῦ δικτάτορος ἐφʼ ἑτέρας ῥάχεως ὀρεινῆς πάνυ καὶ ἐχυρᾶς·
彼らがまだ評議しているうちに、二人の執政官の一人であるティトゥス・ウェルギニウスが、自身が率いる軍勢を伴ってローマから到着した。 彼はその前夜の間に突如として行軍を終え、独裁官とは別に、非常に険しく堅固な別の山の稜線に陣を敷いた。
ὥστʼ ἀμφοτέρωθεν ἀποκεκλεῖσθαι τοὺς Λατίνους τῶν ἐπὶ τὴν πολεμίαν ἐξόδων, τοῦ μὲν ὑπάτου τῶν ἀριστερῶν προκαθημένου μερῶν, τοῦ δὲ δικτάτορος τῶν δεξιῶν.
その結果、ラティウム人は敵地への進出路を両側から塞がれることになった。 すなわち、執政官が左翼側、独裁官が右翼側に陣取ったからである。
§6.4.4ἔτι δὲ πλείονος ταραχῆς κατασχούσης τοὺς οὐδὲν πλεῖον τῶν ἀσφαλῶν προελομένους ἡγεμόνας καὶ δέους, μὴ τὰ οἰκεῖα οὐ πολλὰ ὄντα δαπανᾶν ἀναγκάζωνται βραδύνοντες, μαθὼν ὁ Ποστόμιος, ὅσον ἦν ἐν αὐτοῖς τὸ ἄπειρον στρατηγίας, πέμπει τὸν ἱππάρχην Τῖτον Αἰβούτιον ἄγοντα τοὺς ἀκμαιοτάτους ἱππεῖς τε καὶ ψιλούς, καταλαβέσθαι κελεύσας ὄρος τι καλῶς ἐν παρόδῳ κείμενον ταῖς παρακομιζομέναις Λατίνοις ἀγοραῖς οἴκοθεν·
安全な策しか選ばなかった指導者たちを、さらなる混乱と、長引くことで自分たちのそれほど多くはない物資を消費することを強いられるのではないかという恐れが襲った。 ポストゥムスは、彼らの間にどれほど軍事指揮の未熟さがあるかを知ると、騎兵長官ティトゥス・アエブティウスに、最も精強な騎兵と軽装歩兵を率いて、本国からラティウム人に運ばれてくる物資の通り道に都合よく位置している、ある山を占領するように命じて送り出した。
καὶ φθάνει πρὶν αἰσθέσθαι τοὺς πολεμίους ἡ σὺν τῷ ἱππάρχῃ πεμφθεῖσα δύναμις νύκτωρ παρενεχθεῖσα καὶ διʼ ὕλης ἀτριβοῦς διελθοῦσα καὶ γενομένη ἐγκρατὴς τοῦ λόφου.
そして、騎兵長官とともに派遣された軍勢は、敵が気づく前に、夜間に進んで道なき森を抜け、その丘を制圧することに成功した。