Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §6.5.1-6.5.5

塞克斯图斯骑兵遇挫与两军决战布阵

第 411 段,共 962 段 · 希腊语

内容简介

塞克斯图斯率领骑兵企图夺回威胁给养线的丘陵但被击退。双方得知敌方援军即将抵达后决定展开决战并开始部署兵力。

§6.5.1μαθόντες δʼ οἱ στρατηγοὶ τῶν πολεμίων καταλαμβανόμενα καὶ τὰ κατὰ νώτου σφῶν ἐρυμνὰ καὶ οὐδὲ περὶ τῆς οἴκοθεν ἀγορᾶς χρηστὰς ἔτι ἐλπίδας ἔχοντες ὡς ἀσφαλῶς σφίσι παρακομισθησομένης, ἀπαράξαι τοὺς Ῥωμαίους ἔγνωσαν ἀπὸ τοῦ λόφου, πρὶν ἢ χάρακι καὶ τάφρῳ κρατύνασθαι.
敌军的将领们得知自己后方的险要地点也正被占领,且对从本国安全运送给养不再抱有良好期望,于是决定在罗马人动用栅栏和壕沟加固之前,将他们从该丘陵上击退。
§6.5.2ἀναλαβὼν δὲ τὴν ἵππον ἅτερος αὐτῶν Σέξτος ἤλαυνεν ἀνὰ κράτος ὡς οὐ δεξομένης αὐτὸν τῆς Ῥωμαϊκῆς ἵππου.
他们中的一人塞克斯图斯率领骑兵全力冲锋,以为罗马骑兵无法抵挡他。
γενναίως δὲ τῶν Ῥωμαίων ἱππέων τοὺς ἐπιόντας ὑπομεινάντων μέχρι μέν τινος ἀντεῖχεν ὑποστρέφων τε καὶ αὖθις ἐπάγων· ἐπεὶ δʼ ἥ τε φύσις τοῦ χωρίου τοῖς μὲν ἤδη κρατοῦσι τῶν ἄκρων μεγάλα πλεονεκτήματα παρεῖχε, τοῖς δὲ κάτωθεν ἐπιοῦσιν οὐδὲν ὅ τι μὴ πολλὰς πάνυ πληγὰς καὶ πόνους ἀνηνύτους ἔφερε, καὶ αὖθις ἑτέρα παρῆν δύναμις τοῖς Ῥωμαίοις ἐπιλέκτων ἀνδρῶν ἐκ τῆς πεζικῆς φάλαγγος ἐπίκουρος, ἣν ὁ Ποστόμιος κατὰ πόδας ἀπέστειλεν, οὐδὲν ἔτι πράττειν δυνάμενος ἀπῆγε τὴν ἵππον ἐπὶ τὸν χάρακα·
由于罗马骑兵英勇地迎击了来袭之敌,塞克斯图斯通过撤退并再次冲锋,在一段时间内得以坚持;但由于地形的特点给已经占领高地的人带来了巨大的优势,而给从下方进攻的人除了极多的伤亡和无尽的徒劳之外一无所获,且随后又有另一支由波斯图穆斯紧随其后派出的重装步兵方阵精兵组成的援军加入了罗马人,塞克斯图斯在无法再有所作为的情况下,将骑兵撤回了营垒。
καὶ οἱ Ῥωμαῖοι βεβαίως κρατοῦντες τὸ χωρίον προφανῶς κρατύνονται τὴν φυλακήν.
而罗马人牢牢控制着该地,显然加强了防卫。
§6.5.3μετὰ τοῦτο τὸ ἔργον τοῖς περὶ Μαμίλιον καὶ Σέξτον ἐδόκει μὴ πολὺν διὰ μέσου ποιεῖν τὸν χρόνον, ἀλλʼ ὀξείᾳ κρῖναι τὰ πράγματα μάχῃ.
在这场战斗之后,马米利乌斯和塞克斯图斯等人决定不再拖延时间,而是通过一场迅速的决战来解决问题。
τῷ δὲ δικτάτορι τῶν Ῥωμαίων καταρχὰς οὕτως ἔχοντι προαιρέσεως ἀμαχητὶ καταλύσεσθαι τὸν πόλεμον καὶ παντὸς μάλιστα διὰ τὴν ἀπειρίαν τῶν ἀντιστρατήγων τοῦτο ποιήσειν ἐλπίσαντι, τότʼ ἐφάνη χωρεῖν ἐπὶ τὸν ἀγῶνα.
而对于罗马独裁官而言,他起初抱着不战而结束战争的方针,且最主要的是希望由于敌方将领的缺乏经验来达成此目的,此时他也认为应当投入战斗。
ἑάλωσαν γάρ τινες ὑπὸ τῶν φρουρούντων τὰς ὁδοὺς ἱππέων ἄγγελοι γράμματα φέροντες παρʼ Οὐολούσκων πρὸς τοὺς στρατηγοὺς τῶν Λατίνων δηλοῦντα, ὅτι πολλαὶ δυνάμεις αὐτοῖς ἐπὶ συμμαχίαν ἥξουσιν εἰς ἡμέραν τρίτην μάλιστα καὶ αὖθις ἕτεραι παρʼ Ἑρνίκων.
因为一些携带沃尔斯奇人给拉丁人将领书信的信使被防守道路的骑兵俘获,信中表明大约在第三天内将有大量援军抵达协助他们,随后还会有来自赫尔尼奇人的另一支援军。
§6.5.4τὰ μὲν δὴ παρασχόντα τοῖς ἡγεμόσιν αὐτῶν ταχεῖαν παρατάξεως ἀνάγκην τέως οὐ προαιρουμένοις ταῦτʼ ἦν.
这些便是给先前并不作此选择的双方领袖带来迅速排兵布阵之必要性的原因。
ἐπειδὴ δὲ τὰ σημεῖα ἤρθη παρʼ ἑκατέρων τῆς μάχης, προῄεσαν εἰς τὸ μεταξὺ χωρίον ἀμφότεροι καὶ ἐξέτασσον τὰς δυνάμεις κατὰ τάδε· Σέξτος μὲν Ταρκύνιος ἐπὶ τοῦ λαιοῦ τῶν Λατίνων ἐτάχθη κέρατος, Ὀκταούιος δὲ Μαμίλιος ἐπὶ τοῦ δεξιοῦ, τὴν δὲ κατὰ μέσον στάσιν εἶχεν ὁ ἕτερος τῶν Ταρκυνίου παίδων Τῖτος, ἔνθα καὶ Ῥωμαίων οἵ τε αὐτόμολοι καὶ οἱ φυγάδες ἐτάχθησαν.
当双方都升起战斗的信号时,两军都走向中间的地带,并按如下方式部署军队:塞克斯图斯·塔奎尼乌斯被部署在拉丁军的左翼,奥克塔维乌斯·马米利乌斯在右翼,而中央的位置由塔奎尼乌斯的另一个儿子提图斯占据,罗马的逃兵和流亡者也部署在那里。
ἡ δʼ ἵππος ἅπασα τριχῇ διαιρεθεῖσα τοῖς κέρασιν ἀμφοτέροις προσενεμήθη καὶ τοῖς κατὰ μέσην τεταγμένοις §6.5.5τὴν φάλαγγα.
所有的骑兵被分成三部分,分别配属给两翼和在中央方阵排开的士兵。
τῆς δὲ Ῥωμαίων στρατιᾶς τὸ μὲν ἀριστερὸν κέρας εἶχεν ὁ ἱππάρχης Τῖτος Αἰβούτιος ἐναντίος Ὀκταουΐῳ Μαμιλίῳ, τὸ δὲ δεξιὸν Τῖτος Οὐεργίνιος ὁ ὕπατος Σέξτῳ Ταρκυνίῳ στάσιν ἐναντίαν ἐπέχων· τὰ δὲ μέσα τῆς φάλαγγος αὐτὸς ὁ δικτάτωρ Ποστόμιος ἐξεπλήρου Τίτῳ Ταρκυνίῳ καὶ τοῖς περὶ αὐτὸν φυγάσι χωρήσων ὁμόσε·
在罗马军队中,左翼由骑兵长官提图斯·埃布蒂乌斯率领,对峙奥克塔维乌斯·马米利乌斯;右翼由执政官提图斯·维尔吉尼乌斯率领,对峙塞克斯图斯·塔奎尼乌斯;而独裁官波斯图穆斯亲自坐镇方阵中央,以便与提图斯·塔奎尼乌斯及其身边的流亡者交锋。
πλῆθος δὲ τῆς συνελθούσης δυνάμεως εἰς τὴν παράταξιν ἀφʼ ἑκατέρου στρατεύματος ἦν Ῥωμαίων μὲν ἐπὶ δισμυρίοις τε καὶ τετρακισχιλίοις πεζοὶ τριακοσίων δέοντες, χίλιοι δʼ ἱππεῖς· Λατίνων δὲ σὺν τοῖς συμμάχοις τετρακισμύριοι μάλιστα πεζοὶ καὶ τρισχίλιοι ἱππεῖς.
两军加入排兵布阵的兵力总数为:罗马人有二万四千名少三百人的步兵以及一千名骑兵;而拉丁人及其盟友有约四万名步兵和三千名骑兵。

词汇与语法注释

  1. 6.5.1ὡς ἀσφαλῶς σφίσι παρακομισθησομένης — 带有连词 ὡς 和将来时分词 παρακομισθησομένης(与名词 ἀγορᾶς 一致)的属格绝对结构,表示主体主观的预期(“认为给养会安全运到”)。
  2. 6.5.2οὐδὲν ὅ τι μὴ — 相当于“除……之外什么也没有”的惯用表达(类似于 οὐδὲν ἄλλο ἤ),在此处表示“除了极多的伤亡和无尽的徒劳之外什么也(不带来)”。
  3. 1047τῷ δὲ δικτάτορι... τότε ἐφάνη — 该长句的主干结构是:受两个分词 ἔχοντι 和 ἐλπίσαντι 修饰的与格名词 τῷ δὲ δικτάτορι,作为动词 ἐφάνη(意为“对独裁官而言似乎合适”或“表现出决意”)的作用对象。
  4. 1048τοῖς κατὰ μέσην τεταγμένοις ¦1048¦ τὴν φάλαγγα — 宾格名词 τὴν φάλαγγα 作为关系宾格(或表示位置的宾格)修饰前一小节末尾的分词短语 τοῖς κατὰ μέσην τεταγμένοις,跨越了里程碑标记,解释为“在方阵中央排开的士兵”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §6.5.1-6.5.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:6.5.1-6.5.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。