§6.48.1ἐδόκει ταῦτα τῇ βουλῇ·
元老院はこれらを承認した。
καὶ μετὰ ταῦτα προχειρισαμένη τοὺς ἐπιτηδειοτάτους διεπέμψατο πρὸς τοὺς ἐπὶ τοῦ χάρακος, ἐντειλαμένη πυνθάνεσθαι παρʼ αὐτῶν, τίνος δέονται καὶ ἐπὶ τίσι δικαίοις ἀξιοῦσιν εἰς τὴν πόλιν ἀναστρέφειν·
そしてその後、最も適任な者たちを選出して、陣営にいる者たちのもとへ派遣し、彼らが何を必要としており、どのような正当な条件に基づいて市に帰還することを要求しているのかを彼らから聞き出すよう命じた。
εἰ γὰρ εἴη τι μέτριον καὶ δυνατὸν τῶν αἰτημάτων, οὐκ ἐναντιώσεσθαι σφίσι τὴν βουλήν.
というのも、もし彼らの要求に何か穏当で実行可能なものがあるならば、元老院は彼らに対立しないであろうからである。
νῦν μὲν οὖν αὐτοῖς ἀποθεμένοις τὰ ὅπλα καὶ κατιοῦσιν εἰς τὴν πόλιν ἄδειαν ὑπάρξειν τῶν ἡμαρτημένων, καὶ εἰς τὸν ἀπὸ τοῦδε χρόνον ἀμνηστίαν·
さしあたり、彼らが武器を置いて市に帰還するならば、これまでの過ちに対する免罪が与えられ、これからの時間については忘却が与えられるであろう。
ἐὰν δὲ τὰ κράτιστα βουλεύωσι τῷ κοινῷ καὶ προθύμως κινδυνεύωσι περὶ τῆς πατρίδος, ἀμοιβὰς καλὰς καὶ §6.48.2λυσιτελεῖς.
しかし、もし彼らが国家のために最善を計り、祖国のために進んで危険を冒すならば、美しくまた有益な報いがあるだろう(、と告げるように命じた)。
ταύτας οἱ πρέσβεις τὰς ἐντολὰς κομισάμενοι ἀπέδοσαν τοῖς ἐπὶ στρατοπέδου καὶ τὰ ἀκόλουθα διελέχθησαν.
使節たちはこれらの指令を携えて陣営の者たちに伝え、それに伴う交渉を行った。
οὐ δεξαμένων δὲ τῶν ἀποστατῶν τὰς προκλήσεις, ἀλλʼ ὑπεροψίαν καὶ βαρύτητα καὶ πολλὴν εἰρωνείαν τοῖς πατρικίοις ὀνειδισάντων, εἰ προσποιοῦνται μὲν ἀγνοεῖν, ὧν ὁ δῆμος δεῖται καὶ διʼ ἃς ἀνάγκας ἀπʼ αὐτῶν ἀπέστη, χαρίζονται δʼ αὐτῷ τὴν ἄδειαν τοῦ μηδεμίαν ὑποσχεῖν τῆς ἀποστάσεως δίκην, ὥσπερ ἔτι κύριοι, τῆς βοηθείας γε αὐτοὶ δεόμενοι τῆς πολιτικῆς οἱ ἐπὶ τοὺς ὀθνείους πολέμους οὐκ εἰς μακρὰν ἐλευσομένους πανστρατιᾷ, πρὸς οὓς οὐδʼ ἀντᾶραι δυνήσονται, οἳ οὐ σφέτερον ἡγοῦνται τὸ σωθῆναι ἀγαθόν, ἀλλὰ τῶν συναγωνιουμένων εὐτύχημα·
しかし、脱離者たちはこれらの申し出を受け入れず、むしろパトリキたちの傲慢さ、過酷さ、そして多大なる虚偽を非難した。 すなわち、民衆が何を必要としており、いかなるやむを得ぬ事情によって彼らから脱離したのかを、彼らがまるで知らないかのように装っていること、また、あたかも自分たちが未だに支配者であるかのように、脱離に対するいかなる処罰も受けなくてよいという免罪の特権を民衆に恵んでやっているが、彼ら自身こそが、遠からず総力を挙げて攻め寄せてくる外国との戦争に対して、市民たちの援助を必要としているのであること、また、彼らはそれらの敵に対して立ち向かうことさえできないだろうし、自分たちの生き残りを自分たちの利益ではなく、ともに戦う者たちの幸運であると考えているのであることを非難した。
τέλος δὲ τοῦτον προσθέντων τὸν λόγον, ὡς ἄμεινον ἤδη αὐτοὶ μαθόντες τὰς κατεχούσας τὴν πόλιν ἀπορίας, γνώσονται πρὸς οἵους ἀντιπάλους αὐτοῖς ἔσται ὁ ἀγών, καὶ πολλὰς καὶ χαλεπὰς ἀπειλὰς ἐπανατειναμένων·
そして最後にこの言葉を付け加え、市を襲っている窮状をパトリキたち自身がよりよく思い知った時に、自分たちがどのような敵を相手に戦うことになるのかを悟るであろう、と言い、多くの厳しい脅しを突きつけた。
§6.48.3οἱ μὲν πρέσβεις οὐδὲν ἔτι πρὸς ταῦτα ἀντειπόντες ἀπηλλάττοντο καὶ τὰ παρὰ τῶν ἀποστατῶν τοῖς πατρικίοις ἐδήλωσαν, ἡ δὲ πόλις, ἐπειδὴ τὰς ἀποκρίσεις ταύτας ἔλαβεν, ἐν ταραχαῖς καὶ δείμασι πολλῷ χαλεπωτέροις ἢ πρόσθεν ἐγένετο, καὶ οὔτε ἡ βουλὴ πόρον εὑρεῖν οἵα τε ἦν οὔτʼ ἀναβολάς, δυσφημιῶν δὲ καὶ κατηγοριῶν, ἃς οἱ προεστηκότες αὐτῆς ἐποιοῦντο κατʼ. ἀλλήλων, ἐπὶ πολλὰς ἀκούουσα ἡμέρας διελύετο·
使節たちはこれに対してそれ以上何も言い返さずに立ち去り、脱離者たちからの返答をパトリキたちに報告した。 市は、これらの回答を受け取ると、以前よりもはるかに深刻な混乱と恐怖に陥った。 そして元老院は解決策も引き延ばしの手段も見出すことができず、その指導者たちが互いに向ける不吉な言葉や非難を何日もの間聞きながら解散していった。
οὔτε τὸ δημοτικὸν πλῆθος, ὅσον ἔτι παρέμενεν εὐνοίᾳ τῶν πατρικίων ἢ πόθῳ τῆς πατρίδος ἠναγκασμένον, ὅμοιον ἦν, ἀλλὰ καὶ τούτου φανερῶς τε καὶ κρύφα πολὺ μέρος διέρρει, βέβαιον δʼ οὐδὲν τῶν καταλειπομένων ἐδόκει εἶναι.
パトリキへの好意や祖国への愛着に促されて未だに留まっていた平民の群衆も、以前と同じではなく、その大部分が公然と、あるいは密かに流出していき、残された者のうちで信頼できるものは皆無であるように思われた。
τούτων δὲ γενομένων οἱ μὲν ὕπατοι· καὶ γὰρ ἦν βραχὺς ὁ λειπόμενος αὐτοῖς ἔτι τῆς ἀρχῆς χρόνος· ἡμέραν ἔστησαν ἀρχαιρεσιῶν.
これらのことが起こる中で、執政官たちは(というのも、彼らの任期の残された時間は短かったからであるが)、選挙の日を定めた。