§6.48.1ἐδόκει ταῦτα τῇ βουλῇ· καὶ μετὰ ταῦτα προχειρισαμένη τοὺς ἐπιτηδειοτάτους διεπέμψατο πρὸς τοὺς ἐπὶ τοῦ χάρακος, ἐντειλαμένη πυνθάνεσθαι παρʼ αὐτῶν, τίνος δέονται καὶ ἐπὶ τίσι δικαίοις ἀξιοῦσιν εἰς τὴν πόλιν ἀναστρέφειν· εἰ γὰρ εἴη τι μέτριον καὶ δυνατὸν τῶν αἰτημάτων, οὐκ ἐναντιώσεσθαι σφίσι τὴν βουλήν.
这些提议得到了元老院的赞同;随后,元老院选派了最合适的人选,派遣到营垒中的人们那里,指示使者们向他们询问:他们需要什么,以及凭着什么公正的条件要求返回城市;因为如果他们的诉求中有任何温和且可行的事情,元老院是不会反对他们的。
νῦν μὲν οὖν αὐτοῖς ἀποθεμένοις τὰ ὅπλα καὶ κατιοῦσιν εἰς τὴν πόλιν ἄδειαν ὑπάρξειν τῶν ἡμαρτημένων, καὶ εἰς τὸν ἀπὸ τοῦδε χρόνον ἀμνηστίαν· ἐὰν δὲ τὰ κράτιστα βουλεύωσι τῷ κοινῷ καὶ προθύμως κινδυνεύωσι περὶ τῆς πατρίδος, ἀμοιβὰς καλὰς καὶ §6.48.2λυσιτελεῖς.
眼下,如果他们放下武器返回城市,他们过去犯下的过错将获得免罪,未来也将获得大赦;但如果他们为国家谋求最大利益,并甘愿为祖国冒险,他们将会得到高尚且有益的回报。
ταύτας οἱ πρέσβεις τὰς ἐντολὰς κομισάμενοι ἀπέδοσαν τοῖς ἐπὶ στρατοπέδου καὶ τὰ ἀκόλουθα διελέχθησαν.
使者们带着这些指令,传达给军营中的人们,并进行了相应的商谈。
οὐ δεξαμένων δὲ τῶν ἀποστατῶν τὰς προκλήσεις, ἀλλʼ ὑπεροψίαν καὶ βαρύτητα καὶ πολλὴν εἰρωνείαν τοῖς πατρικίοις ὀνειδισάντων, εἰ προσποιοῦνται μὲν ἀγνοεῖν, ὧν ὁ δῆμος δεῖται καὶ διʼ ἃς ἀνάγκας ἀπʼ αὐτῶν ἀπέστη, χαρίζονται δʼ αὐτῷ τὴν ἄδειαν τοῦ μηδεμίαν ὑποσχεῖν τῆς ἀποστάσεως δίκην, ὥσπερ ἔτι κύριοι, τῆς βοηθείας γε αὐτοὶ δεόμενοι τῆς πολιτικῆς οἱ ἐπὶ τοὺς ὀθνείους πολέμους οὐκ εἰς μακρὰν ἐλευσομένους πανστρατιᾷ, πρὸς οὓς οὐδʼ ἀντᾶραι δυνήσονται, οἳ οὐ σφέτερον ἡγοῦνται τὸ σωθῆναι ἀγαθόν, ἀλλὰ τῶν συναγωνιουμένων εὐτύχημα· τέλος δὲ τοῦτον προσθέντων τὸν λόγον, ὡς ἄμεινον ἤδη αὐτοὶ μαθόντες τὰς κατεχούσας τὴν πόλιν ἀπορίας, γνώσονται πρὸς οἵους ἀντιπάλους αὐτοῖς ἔσται ὁ ἀγών, καὶ πολλὰς καὶ χαλεπὰς ἀπειλὰς ἐπανατειναμένων· §6.48.3οἱ μὲν πρέσβεις οὐδὲν ἔτι πρὸς ταῦτα ἀντειπόντες ἀπηλλάττοντο καὶ τὰ παρὰ τῶν ἀποστατῶν τοῖς πατρικίοις ἐδήλωσαν, ἡ δὲ πόλις, ἐπειδὴ τὰς ἀποκρίσεις ταύτας ἔλαβεν, ἐν ταραχαῖς καὶ δείμασι πολλῷ χαλεπωτέροις ἢ πρόσθεν ἐγένετο, καὶ οὔτε ἡ βουλὴ πόρον εὑρεῖν οἵα τε ἦν οὔτʼ ἀναβολάς, δυσφημιῶν δὲ καὶ κατηγοριῶν, ἃς οἱ προεστηκότες αὐτῆς ἐποιοῦντο κατʼ. ἀλλήλων, ἐπὶ πολλὰς ἀκούουσα ἡμέρας διελύετο· οὔτε τὸ δημοτικὸν πλῆθος, ὅσον ἔτι παρέμενεν εὐνοίᾳ τῶν πατρικίων ἢ πόθῳ τῆς πατρίδος ἠναγκασμένον, ὅμοιον ἦν, ἀλλὰ καὶ τούτου φανερῶς τε καὶ κρύφα πολὺ μέρος διέρρει, βέβαιον δʼ οὐδὲν τῶν καταλειπομένων ἐδόκει εἶναι.
然而,脱离者们并不接受这些提议,反而指责贵族们的傲慢、冷酷和虚伪,指责他们装作不知道民众需要什么,以及因为何种迫切的需要而脱离了他们;并且,他们赐予民众免受脱离之罚的赦免,仿佛他们仍掌握着主权,然而,面对不久后即将大举入侵的外族战争,他们自己才正需要公民们的援助;面对这些敌人,贵族们甚至无法抵抗——他们不把自己的幸存视为自己的福分,反而视为共同参战之人的幸运;最后他们补充道,当贵族们自己更好地认清了笼罩城市的困境时,就会明白他们将面对怎样的对手,并对他们发出了许多严厉的威胁;使者们对此没有再做任何辩驳便离去了,并向贵族们转达了脱离者们的回应。 而城市在收到这些答复后,陷入了比以前更为严重的混乱和恐惧之中,元老院既找不到解决办法,也无法推延,而在听取了其领袖们连续多日互相进行的恶言相向和指责之后,只能草草散会;至于那些因对贵族的善意或对祖国的眷恋而仍留在城中的平民群众,也不再像从前一样,其中很大一部分人公开或秘密地流失,剩下的人中似乎没有一个是可以信赖的。
τούτων δὲ γενομένων οἱ μὲν ὕπατοι· καὶ γὰρ ἦν βραχὺς ὁ λειπόμενος αὐτοῖς ἔτι τῆς ἀρχῆς χρόνος· ἡμέραν ἔστησαν ἀρχαιρεσιῶν.
在这些事情发生之际,执政官们——因为他们剩余的任期已经很短了——确定了选举的日期。