§6.47.1τοῖς δὲ πατρικίοις ἐν μὲν τῷ παραυτίκα ταραχὴ ἐνέπεσε πολλὴ καὶ ἔκπληξις, καὶ ὡς αὐτίκα δὴ μάλα τῶν ἀποστατῶν ἅμα τοῖς ἀλλοεθνέσι πολεμίοις ἐπὶ τὴν πόλιν ἡξόντων δέος. ἔπειθʼ ὡς ἐξ ἑνὸς παρακελεύσματος ἁρπάσαντες τὰ ὅπλα σὺν τοῖς οἰκείοις ἕκαστοι πελάταις, οἱ μὲν ἐπὶ τὰς ὁδοὺς ἃς ἥξειν ἐνόμιζον τοὺς πολεμίους παρεβοήθουν, οἱ δʼ ἐπὶ τὰ φρούρια φυλακῆς ἕνεκα τῶν ἐρυμάτων ἐξῄεσαν, οἱ δʼ ἐν τοῖς προκειμένοις τῆς πόλεως πεδίοις ἐστρατοπεδεύοντο· ὅσοι δὲ διὰ γῆρας ἀδύνατοι τούτων τι δρᾶν ἦσαν ἐπὶ §6.47.2τοῖς τείχεσιν ἐτάξαντο. ἐπεὶ δὲ τοὺς ἀποστάτας κατέμαθον οὔτε τοῖς πολεμίοις προστιθεμένους οὔτε τὴν χώραν δῃοῦντας οὔτε ἄλλο βλάπτοντας οὐδὲν ὅ τι καὶ λόγου ἄξιον, τοῦ δέους ἐπαύσαντο· καὶ μεταθέμενοι τὰς γνώμας, ἐφʼ οἷστε διαλλαγήσονται πρὸς αὐτούς, ἐσκόπουν· καὶ ἐλέχθησαν ὑπὸ τῶν ἡγουμένων τοῦ συνεδρίου λόγοι παντοδαποὶ καὶ πλεῖστον ἀλλήλων διάφοροι, μετριώτατοι δὲ καὶ πρεπωδέστατοι ταῖς παρούσαις τύχαις, οὓς οἱ πρεσβύτατοι αὐτῶν ἔλεξαν διδάσκοντες, ὡς οὐδεμᾷ κακίᾳ πεποίηται τὴν ἀπόστασιν ἀπʼ αὐτῶν ὁ δῆμος, ἀλλὰ τὰ μὲν ὑπὸ τῶν ἀναγκαίων συμφορῶν βιασθείς, τὰ δʼ ὑπὸ τῶν συμβούλων ἐξηπατημένος, ὀργῇ δὲ μᾶλλον ἢ λογισμῷ τὰ συμφέροντα κρίνων, οἷα ἐν ἀμαθεῖ πλήθει γίγνεσθαι φιλεῖ· ἔπειθʼ ὅτι συνοίδασιν αὑτοῖς κακῶς βεβουλευμένοις οἱ πλείους καὶ ζητοῦσιν ἀναλύσασθαι τὰς ἁμαρτίας εὐσχήμονας ἀφορμὰς λαμβάνοντες· τὰ γοῦν ἔργα δρῶσιν ἤδη μετεγνωκότων, καὶ εἰ λάβοιεν ἐλπίδα χρηστὴν περὶ τοῦ μέλλοντος χρόνου, ψηφισαμένης αὐτοῖς ἄδειαν τῆς βουλῆς καὶ διαλλαγὰς ποιησαμένης εὐπρεπεῖς, ἀγαπητῶς τὰ σφέτερα δέξονται. §6.47.3ἠξίουν τε ταῦτα παραινοῦντες μὴ χείρους ὀργὴν εἶναι τῶν κακιόνων τοὺς κρείττονας, μηδʼ εἰς ἐκεῖνον ἀναβάλλεσθαι τὸν χρόνον τὰς διαλλαγάς, ὅτε ἢ νοῦν ἔχειν ἀναγκασθήσεται τὸ ἀνόητον, ἢ τῷ μείζονι κακῷ τοὔλαττον ἰᾶσθαι ὅπλων παραδόσει καὶ σωμάτων ἐπιτροπῇ τὴν ἐλευθερίαν ἀφαιρεθὲν αὐτὸ ὑφʼ ἑαυτοῦ· ταῦτα γὰρ ἐγγὺς εἶναι τοῦ ἀδυνάτου· μετρίως δὲ χρησαμένους ἀρχηγοὺς τῶν συμφερόντων βουλευμάτων γενέσθαι καὶ προτέρους ἐκείνων ἐπὶ τὰς διαλλαγὰς χωρεῖν ἐνθυμουμένους, ὅτι τὸ μὲν ἄρχειν καὶ ἐπιτροπεύειν τοῖς πατρικίοις ὑπάρχει, §6.47.4φιλότητος δὲ καὶ εἰρήνης. . . τοῖς ἀγαθοῖς. τὸ δʼ ἀξίωμα τῆς βουλῆς οὐκ ἐν τῷδε μάλιστα ἐλαττώσεσθαι ἀπέφαινον, ἐν ᾧ μάλιστα τὰς ἀναγκαίας συμφορὰς γενναίως φέροντες ἀσφαλῶς πολιτεύσουσιν, ἀλλʼ ἐν ᾧ δυσοργήτως ταῖς τύχαις ὁμιλοῦντες ἀνατρέψουσι τὸ κοινόν. ἀνοίας δʼ ἔργον εἶναι τῆς εὐπρεπείας ὀρεγομένους τῆς ἀσφαλείας ὑπερορᾶν· ἀγαπητὸν μὲν γὰρ ἀμφοῖν τυγχάνειν, εἰ δʼ ἐξείργοιτό τις θατέρου, τὰ σωτήρια τῶν εὐπρεπεστέρων νομιστέα ἀναγκαιότερα. τέλος δʼ ἦν τῶν ταῦτα παραινούντων, πρέσβεις ἀποστέλλειν τοὺς διαλεξομένους τοῖς ἀφεστηκόσι περὶ φιλίας, ὡς οὐδὲν αὐτοῖς ἡμάρτηται ἀνήκεστον.
パトリキ(貴族)たちには、その瞬間、大きな混乱と驚愕が沸き起こり、離脱者たちが異民族の敵とともにただちに市に押し寄せてくるのではないかという恐怖が生じた。それから、まるで一斉の号令があったかのように、各自が自分のクリエンテス(庇護民)とともに武器を手に取り、ある者たちは敵がやって来ると思われる道路へと救援に駆けつけ、ある者たちは防壁を警備するために砦へと出て行き、またある者たちは市の前方に広がる平原に陣を敷いた。そして、老齢のためにこれらのいずれも行うことができない者たちは、城壁の上に配置された。しかし、離脱者たちが敵に加担することもなく、国土を荒らすこともなく、その他に言及に値するような損害を何一つ与えていないことを知ると、彼らは恐怖から解放された。そして考えを改め、どのような条件で彼らと和解すべきかを検討し始めた。元老院の指導者たちによって、多種多様で互いに大きく異なる意見が述べられたが、現在の境遇に最も穏当で最もふさわしいものは、彼らのうちの最長老たちが述べたものであった。彼らは次のように説いた。すなわち、民衆が彼らから離脱したのは何ら悪意によるものではなく、一方では避けがたい災難に強いられ、他方では助言者たちに欺かれ、無知な群衆においてしばしば起こるように、理性よりも怒りによって自らの利益を判断したためである。さらに、彼らの大部分は自分たちが誤った決定を下したことを自覚しており、体裁の良い口実を得て自らの過ちを帳消しにしようとしている。少なくとも彼らの行動は、すでに悔い改めている者のそれを示しており、もし元老院が彼らに免責を議決して体面ある和解を成立させ、将来に対する明るい希望を与えるならば、彼らは喜んで自らの家園を受け入れるであろう。そして彼らはこのように勧告しつつ、より優れた者たちが、より劣った者たちよりも怒りにおいて劣悪であってはならず、また、愚かな群衆が理性を備えるよう強制されるか、あるいは武器を明け渡し身を委ねることで自ら自由を奪われ、より大きな悪によってより小さな悪を治療することになるような時まで、和解を先延ばしにしてはならないと主張した。なぜなら、そのようなことは不可能に近いからである。むしろ、穏健に行動することで有益な決定の先導者となり、彼らに先んじて和解へと進むべきであり、支配し保護することはパトリキに属し、友情と平和は……善き人々に属するものであることを銘記すべきであるとした。また彼らは、元老院の威厳は、避けがたい災難を気高く耐え忍んで安全に国政を行うことによって最も損なわれるのではなく、むしろ、自らの境遇に怒りをもって対処し、国家体制を覆すことによって最も損なわれるのだと指摘した。そして、体面を追い求めるあまり安全を軽視することは愚かな行為であり、両方を得られるならそれに越したことはないが、もしどちらか一方が排除されるならば、生存を保証する安全を、より体裁の良い名分よりも必要不可欠なものと見なさねばならないからである。これらを勧告した者たちの最終的な結論は、離脱者たちによって取り返しのつかない過ちが犯されたわけではないという前提のもと、友好について彼らと交渉するための使節を派遣することであった。